270
νοεῖν, οἳ καὶ ἐξ αὐτῆς ὄψεως διὰ τῆς ἀγαθουργίας ὑπάρχουσι γνώριμοι, ὡς ἁγίων ὑπάρχουσι μαθηταὶ, σπέρμα ὄντες εὐλογημένον ὑπὸ Θεοῦ. Ὁποῖα τὰ θεῖα τῶν μοναζόντων συστήματα, περὶ ὧν ὁ Παῦλός φησιν· "Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις·" οἳ καὶ αὐτοὶ εὐφρανθήσονται ἐπὶ τῷ Κυρίῳ, οἷα δὴ τοιούτων σπέρμα γενόμενοι, περὶ ὧν ἔλεγεν· Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν. Τινὲς δὲ τὴν ὅλην ῥῆσιν δύνασθαί φασι καὶ ὡς ἀπὸ τοῦ προφήτου λεγομένην νοεῖν. Ἐπεὶ γὰρ ὑπερβάλλουσαν ἔφη τοῦ ∆εσπότου φιλανθρωπίαν ἐπὶ τὸ κρεῖττον πάντα μετοίσοντος, Οὐκ ἐμὸς ὁ λόγος, φησὶ, τῆς δὲ τοῦ Πνεύματος ἐνηχήσεως Θεοῦ με πρὸς εὐαγγελισμὸν ἀναδείξαντος τῶν μελλόντων ἀγαθῶν τοῖς ἐν πενίᾳ γενησομένων, ὡς ἂν ἴασιν δεξάμενοι ψυχικὴν ἐπανέλθωσιν ἀπὸ τῆς κατὰ ταύτην αἰχμαλωσίας, ἥτις καὶ κυρίως ἐστίν. Σωματικῶς γὰρ ἐν αἰχμαλωσίᾳ ∆ανιὴλ, καὶ οἱ τρεῖς γενόμενοι παῖδες, ἀδούλωτον ἔχον τὸ φρόνημα· μᾶλλον δὲ καὶ τὸ σῶμα μήτε πυρὸς, μήτε θηρίων καθικνουμένων. Ἐνιαυτὸς δὲ Κυρίου δεκτὸς, ἐν ᾧ μεταβαλεῖ πρὸς τὸ κρεῖττον ψυχὴ τῷ τῶν ψυχῶν γεωργῷ τὴν εὐκαρπίαν παρέχουσα, καθάπερ φορὰν σπερμάτων ἐτήσιον βλαστανόντων μὲν ἐν χειμῶνι, ἐν ἔαρι δὲ αὐξομένων, ἐπὶ δὲ θέρους τελειουμένων. Οἷς ἀντὶ πένθους εὐφροσύνην εὐαγγελίζεται, καὶ τῆς κατεχούσης αὐτοὺς ἑκατέρας αἰχμαλωσίας, οἳ καὶ ἀνοικοδομήσουσι τὰς πλείστας κατεστραμμένας, ἕξουσί τε τοὺς ἀλλοφύλους ἐν ὑπηρετῶν τάγματι εὐχομένων θητεῦσαι τοῖς Ἰσραηλίταις τῷ λόγῳ τῆς θεοσεβείας ἱερωμένοις. Ὅτι γὰρ ἕκαστος ἱερεὺς εἶναι δύναται τοῦ Θεοῦ, δείκνυσι καὶ τὸ κατ' 2652 οἶκον θυόμενον πρόβατον, καὶ ἡ διὰ λόγων ἐκάστου προσαγομένη τῷ Θεῷ προσευχή. Θεοσεβείᾳ τοίνυν προσκείμενοι δέξονται παρὰ τῶν ἐθνῶν προσφορὰς πλουτοῦντες καὶ θαυμαζόμενοι· καὶ ἀντὶ τῆς ἀρχαίας ἑτέραν κληρονομήσουσι γῆν, ἀντ' ἄλλων ἄλλοι φαινόμενοι, καὶ φίλοι ὄντες. ∆ικαιοσύνης ἐγὼ γάρ εἰμι Κύριος, οὐχὶ πάντα τὰ ἁρπάγματα μισῶν, ἀλλὰ τὰ ἐξ ἀδικίας. Καὶ γὰρ τοὺς ἁρπάζοντας τὴν βασιλείαν τῶν οὐρανῶν ἀγαπῶ. Οἱ δὲ ἀδίκως ἁρπάζοντες γυμνοί τε τῶν ἁρπαγμάτων ἀπίασι, καὶ τὴν ὑπὲρ αὐτῶν ἀποτίσουσι δίκην. Οἱ δὲ δίκαιοι καλοὶ τῶν ληφθέντων οἰκονόμοι γενόμενοι, καὶ τῶν παρόντων, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσουσιν, ὅτε, ὡς εὐλογίας ὄντες κληρονόμοι, γνωσθήσονται, ὤσπερ οὖν καὶ οἱ πονηροὶ κολαζόμενοι, κληρονομούντων ἐκείνων εὐφροσύνην αἰώνιον. ιʹ, ιαʹ. 9Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ9, κ.τ.λ. Μετὰ τὰς ἐπαγγελίας, ἃς φανεὶς ὁ Χριστὸς ἐπὶ γῆς ἐπληρώσατο (ἐν αἷς ἦν καὶ τὸ, Εὐφρανθήσονται ἐπὶ Κύριον), προσωποποιεῖ τὴν Ἐκκλησίαν ὁ λόγος, ἐφ' οἷς ἔτυχεν ἐξομολογουμένην καὶ χαίρουσαν. Ἀπολαβοῦσα γὰρ ὥσπερ ἴδια μέλη, τῶν σωζομένων τὸ πλήρωμα, ὡς ἐκ σώματος εὐπρεποῦς συγκειμένη νύμφη, καὶ τὸν ἐκ τοῦ νυμφίου προσλαβοῦσα κόσμον, εἰκότως φησίν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Μία γὰρ τῶν αὐτὴν πληρούντων ἡ διὰ τῆς πρὸς ἀλλήλους συμπνοίας ψυχὴ, κατὰ τό· "Καὶ ἦν πάντων τῶν πιστευόντων ἡ καρδία καὶ ἡ ψυχὴ μία." Ὃ πολλῷ μᾶλλον ἐπὶ τοῦ αἰῶνος τοῦ νέου γενήσεται, ἐν ᾧ τὰς προκειμένας ἀποδώσει φωνάς. Τὸ δὲ τῆς σωτηρίας αἴτιον, Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. Τὸ γὰρ σῶμα τῆς ἀναστάσεως φωτὸς ἔσται πλῆρες, οὐκ ἔτι θανάτου λεγόμενον, κατὰ τὸ, Τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Σωτηρίου δὲ ἱμάτιον περιτεθήσεται τῇ ψυχῇ, καὶ χιτὼν εὐφροσύνης. Ἕκαστος γὰρ τὰς ἰδίας ἀνδραγαθίας ἐνδύσεται, ταύταις ἐνευφραινόμενος. Ἤγουν χιτῶνά φησι τὸν Χριστὸν, κατὰ τὸ τῷ Ἀποστόλῳ ῥηθέν· "Ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν." Ὃν ὁ δεχόμενος πρὸς τῇ σωτηρίᾳ, καὶ τὸ ἐν εὐφροσύναις εἶναι κερδαίνει. Ὁποῖόν ἐστι τό· "Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι." Περισσὸν λέγων