271
τὴν ἐν ᾗ χαρᾷ γενησόμεθα· ὃν εἴτις λάβοι, στεφανωθήσεται κόσμῳ παντὶ νοητῷ. Ἀλλ' εἰ μὲν εἰς ἄνδρα κατήντησε τέλειον, ὡς νυμφίος στεφανωθήσεται. Ὑποβαίνων δὲ τοῖς μέτροις, ὡς νύμφη κοσμεῖται, δυναμένου τοῦ εἰς μέτρον ἡλικίας ἐφθακότος εἰπεῖν· "Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος." 2653 Ἤγουν τοὺς αὐτοὺς, διὰ μὲν τὴν ἀνδρείαν, νυμφίον καλεῖ. ∆ιὰ δὲ τὸ καρπογόνον μετὰ τοῦ ποικίλον ἐξ ἀρετῶν ἔχειν τὸ κάλλος, νύμφην. Εἴρηται γοῦν. "∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν," καὶ τὰ μετὰ ταῦτα. Ὁ δὲ Ἀκύλας, ὡς νυμφίον ἱερατευμένον, καὶ ὡς νύμφην κοσμουμένην σκεύεσιν αὐτῆς, ἐξέδωκεν. Ὁ δὲ Σύμμαχος· Ὥσπερ νυμφίον κεκοσμημένον στεφάνῳ, καὶ ὡς νύμφην περικειμένην τὴν σκευὴν αὐτῆς. Ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ Νυμφίου Λόγου, καὶ τὰ παρ' αὐτοῦ σπέρματα ὑποδεξαμένη, καρποὺς ὡραίους ἀποδιδοῦσα καὶ εὐανθεῖς λέγει, καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς. Ὡς ἂν δὲ μὴ συναρπάζοντες εἰς ἑαυτοὺς Ἰουδαῖοι ταῦτα λαμβάνοιεν, διαστέλλεται λέγων· Καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἄνθος δέ φασιν, ἢ τὸν Χριστὸν τὸν ἐν Ἄσμασι λέγοντα· "Ἐγὼ ἄνθος τοῦ πεδίου, κρῖνον τῶν κοιλάδων," ἢ τὸ εὐαγγελικὸν κήρυγμα, οὗ τὴν δικαιοσύνην ὁ κατορθῶν εὐφρανθήσεται, ὅταν ἀκούσῃ· "Εὖ δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστός· ἐπὶ πολλῶν σε καταστήσω. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου." ΚΕΦΑΛ. ΞΒʹ. αιβʹ. 9∆ιὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται. Καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου, καὶ βασιλεῖς τὴν δόξαν σου, καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν, ὃ ὁ Κύριος ὀνομάσει αὐτό. Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου9, κ.τ.λ. Ἐπὶ δὲ τοῖς εἰρημένοις ὁ προφήτης διατεθεὶς, καὶ οἷον ἔνθους ὑφ' ἡδονῆς γενόμενος, ∆ιὰ Σιὼν, φησὶν, οὐ σιωπήσομαι. ∆ιὰ παντὸς γὰρ βοήσω πρὸς τὸν Θεὸν ἱκετεύων τὸ τῶν εἰρημένων ἰδεῖν ἀποτέλεσμα, ὅπερ ἔσται ἐπ' ἂν ἡ δικαιοσύνη καὶ τὸ σωτήριον Ἱερουσαλὴμ ἐπὶ πάντας ἀνθρώπους ἐκλάμψῃ. Τὸ γὰρ φῶς αὐτῆς εἰς τὰ ἔθνη μετ' αὐτὴν διαβήσεται. Ὁ γὰρ τῶν ἀποστόλων χορὸς τὴν διδασκαλίαν ἐπὶ πάσας τὰς βασιλείας ἐξέτεινεν, ἥτις ἦν καὶ τῶν πάλαι πληρούντων τὸ θεοσεβὲς παρ' Ἰουδαίοις πολίτευμα καλούμενον Ἱερουσαλήμ. Τινὲς δὲ τὴν νέαν φασίν. Τῆς γὰρ Ἐκκλησίας οἱ ἀπόστολοι γεγόνασιν ἀπαρχή. Οὐκ ἀνήσω τοίνυν μέχρι πληρώσῃ Θεὸς αὐτῇ τὰ ἐπηγγελμένα, τὴν διὰ Χριστοῦ δηλαδὴ σωτηρίαν πάσῃ τῇ γῇ. Οὐ γὰρ Ἰουδαίων μόνων ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. Τινὲς δὲ (ὡς τοῦ ῥητοῦ ἔχοντος· τὴν δικαιοσύνην μου, καὶ τὸ σωτήριόν μου) ἀπὸ προσώπου τοῦ Θεοῦ τὸν λόγον εἶναί φασιν ἐπαγγελλομένου ταῦτα πληροῦν. ∆ικαιοσύνη δὲ καὶ σωτήριον ὁ Χριστὸς, οἷά τις ἐν κό 2656 σμῳ λαμπὰς, εἰπών· Ὅτ' ἂν ὦ ἐν τῷ κόσμῳ, φῶς εἰμι τοῦ κόσμου, ἀσεβείᾳ καὶ πλημμελήμασιν ἁπάντων ἐσκοτισμένων τὸ πρότερον. ∆ικαιοσύνην δὲ καὶ δόξαν πάλιν καλεῖ τὸν Χριστόν. ∆εδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν παρ' αὐτοῦ πεπλουτήκαμεν δόξαν. Πρὸς καινότητα δὲ τραπεῖσα ζωῆς, καινὸν ἔσχε καὶ τοὔνομα, ἀντὶ Συναγωγῆς Ἐκκλησία, καὶ οἶκος, καὶ πόλις Θεοῦ, ᾗ φησιν ὁ ∆αβίδ· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Ὅτι δὲ καὶ εὐπρεπὴς ἔσται, καὶ ἀπαραβλήτῳ κάλλει κατεστεμμένη, ἐπήγαγεν· Ἔσῃ στέφανος κάλλους. Πᾶσαν γὰρ ἁγίαν ψυχὴν, καὶ τὴν Ἐκκλησίαν ὅλην, στεφάνῳ παρεικαστέον ἐκ πολλῶν ἀνθέων συγκειμένῳ, βασιλικῷ τε διαδήματι. Φησὶ γὰρ εἶναι τὴν Ἐκκλησίαν ∆αβὶδ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένην, πεποικιλμένην, ἴσα λέγων τοῖς προκειμένοις. Τὸ, ἐν χειρὶ δὲ Θεοῦ, τὸ ὑπὸ σκέπην δηλοῖ τὴν αὐτοῦ. Ὃς καί φησιν· Καὶ ὑπὸ σκέπην τῆς χειρός μου σκεπάσω σε. Καὶ ὁ Χριστὸς δὲ περὶ τῶν ἰδίων προβάτων φησί· Καὶ οὐδεὶς ἁρπάσει αὐτὰ ἐκ τῆς χειρὸς τοῦ Πατέρος μου. Τινὲς δὲ στέφανον Χριστοῦ τοὺς δι' αὐτοῦ κατορθοῦντας εἰρήκασι· καὶ τῆς αὐτοῦ βασιλείας διάδημα, τοὺς ὑπὲρ αὐτοῦ