εὐλόγως ἂν εἴποι τὸ «ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας, φὰς ἔμεναι ἀπτόλεμον καὶ ἀνάλκιδα, ταῦτα δὲ πάντα ἴσασι» καὶ ἑξῆς. (ῃ. 38 ς.) Ἀνὴρ δὲ πλούσιος μὲν ἢ ἄλλως πως ἄρχων, ἀγεννὴς δέ, ἀκούσοι ἂν προσφυῶς, ὅτι θεὸς σκήπτρῳ μὲν ἢ πλούτῳ τυχὸν ἤ τινι τοιούτῳ δῶκέ σοι τετιμῆσθαι περὶ πάντων, ἀλκὴν δ' οὔ τι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. (ῃ. 42 ς.) Πρὸς δὲ τὸν ἐθέλοντα ὑποχωρεῖν ἔκ τινος μὴ πάνυ τοῦτο ἐθέλοντος καλὸν ῥηθῆναι τὸ «εἴ σοι θυμὸς ἐπέσσυται, ἔρχεο, πάρ τοι ὁδός», ἤτοι πάρεστί σοι ὁδεύειν καί, ὡς εἰπεῖν, ὑφήπλωταί σοι ἡ ὁδός. Τοῦτο δὲ ἤδη καὶ παροιμιῶδες γέγονεν. Ὁδὸς δὲ νῦν ἡ διὰ νηῶν κέλευθος, ἣν οἴδαμεν ἐκ τοῦ ἐλεύθω γενομένην. Κατὰ γὰρ τὸν 2.655 Ἀλεξανδρέα Ἡρακλείδην, ὡς πατῶ πάτος, στείβω στίβος, οὕτω ἐλεύθω ἔλευθος, καὶ πλεονασμῷ τοῦ ˉκ κέλευθος, ᾧ λόγῳ καὶ τὴν Αὐλωνίαν Χάραξ Καυλωνίαν φησὶν ἐν Ἰταλικοῖς. οὕτω δέ, φησί, καὶ τὰ ἀνθήλια κανθήλια. Καὶ τοῦτο μὲν τοιοῦτον. (ῃ. 48 ς.) Ὁ δὲ μετὰ θείου θάρσους προσλιπαρῶν τινι ἔργῳ ἐρεῖ, ὅτι παραμενῶ εἰσόκε τέκμωρ εὕρω, σὺν γὰρ θεῷ εἰλήλουθα. Εἰ δὲ πλείους οἱ προσμένοντες, σχηματισθήσεται ὁ λόγος καὶ πληθυντικῶς· εἰλήλουθμεν, ἤγουν ἐληλύθαμεν. Ὃ κατὰ τὸν ῥηθέντα Ἡρακλείδην πεποίηται διαλέκτοις τέσσαρσιν· Ἀτθίδι, Ἰάδι, Βοιωτίᾳ, Αἰολίδι. Ἐλεύθω γάρ, οὗμέσος κοινὸς παρακείμενος ἤλευθα καὶ Ἀττικῶς ἐλήλυθα, κατὰ τὸ ἤρεικα ἐρήρικα, ὅ ἐστιν ἔσχισα, ἤλειφα ἀλήλιφα. Ἐπεὶ δὲ ἔθος Βοιώτιον προστιθέναι τῷ ˉυ τὸ ˉο καὶ Ἰακὸν τῷ ˉε τὸ ˉι, γίνεται οὕτως εἰλήλουθα, ὃ βεβοιωτίασται μέν, φησί, κατὰ τὴν παραλήγουσαν, κατὰ δὲ τὴν πρώτην, ἤγουν τὴν ἄρχουσαν, ἰώνισται. Τοῦ δὲ τοιούτου εἰλήλουθα πληθυντικὸν εἰληλούθαμεν ἀναλόγῳ προσθέσει τοῦ ˉμˉεˉν, κατὰ τὸ τέτυφα τετύφαμεν, ὅθεν Αἰολικῶς συγκέκοπται τὸ εἰλήλουθμεν. Αἰολέων γάρ εἰσιν αἱ συγκοπαί. Ὅτι δὲ συγκέκοπται τὸ εἰλήλουθμεν, δῆλον οὕτω. Πᾶν ῥῆμα πληθυντικὸν πρώτου προσώπου ἑκάστοτε πρὸ τῆς ˉμˉεˉν φωνῆεν ἔχει καὶ οὐδέποτε σύμφωνον. τοῦτο δὲ ἔχει πρὸ τοῦ ˉμ τὸ ˉθ. συγκέκοπται ἄρα, ὥσπερ καὶ τὸ ἐπέπιθμεν ἐκ τοῦ ἐπεπίθομεν καὶ τὸ ἴσμεν ἐκ τοῦ ἴσαμεν, οὗ θέμα τὸ ἴσημι. (ῃ. 50 ς.) Ὅτι ∆ιομήδους δημηγορήσαντος ἐθαύμασαν Ἕλληνες, ὡς δηλοῖ τὸ «ὣς ἔφαθ', οἳ δ' ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι ∆ιομήδεος». Ἔστι δὲ ἀγαίεσθαι μὲν φθόνου, ἀγάσσασθαι δὲ ἐκπλήξεως. Ὅτι Νέστωρ ἔργοις αὐτοῖς ἤδη τὴν τοῦ ∆ιομήδους ἀνδρίαν μεμαθηκώς, οἷα πρὸ μικροῦ δι' αὐτοῦ περισωθείς, μαρτυρεῖ, ὅτι τε ἐν πολέμῳ δύναται καὶ ὅτι βουλῇ τῶν ὁμηλίκων ὑπερέχει, καὶ τὴν δημηγορίαν δὲ αὐτοῦ ἐπαινεῖ. (ῃ. 53-6) Φησὶ γοῦν «Τυδείδη, πέρι μὲν πολέμῳ ἐνὶ κρατερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας», ὅ ἐστι κατὰ πάντας, «ὁμήλικας 2.656 ἔπλευ ἄριστος. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται, ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν», τουτέστιν ἔμπαλιν, «ἐρέει», ἐναντιούμενος δηλαδή. «ἀτάρ», φησίν, «οὐ τέλος ἵκεο μύθων», τουτέστιν ἐλλιπῶς συνεβουλεύσω καὶ οὐ τελείαν γνώμην εἰσήνεγκας. οὐ δι' ἀφροσύνην, ἀλλ' ὅτι μὴ ἔχεις τὴν ἀπὸ τοῦ γήρως ἐμπειρίαν. (ῃ. 57-9) Φησὶ γὰρ «ἦ μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε πάϊς εἴης», ὅ ἐστι φανείης, νομισθείης, «ὁπλότερος γενεῇφιν, ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπας». Ἐπίκρισις δὲ Ὁμήρου τὰ ῥηθέντα, ἐφ' οἷς τεχνικῶς δεδημηγόρηκε καί, ὡς αὐτὸς λέγει, κατὰ μοῖραν ἔειπεν. Εἶτα τελεώτερον συμβουλεύεται αὐτὸς οἷα γεραίτερος ἄλλα τέ τινα καὶ ὡς χρὴ πρέσβεις εἰς Ἀχιλλέα στεῖλαι καὶ σπεῦσαι πείσειν ἐκεῖνον δώροισί τε ἀγανοῖς καὶ ἔπεσι μειλιχίοις. (ῃ. 55) Ἰστέον δὲ ὅτι τε τὸ «ὅσσοι Ἀχαιοί» πρὸς διαστολὴν εἴρηται, ὡς τῶν ἐχθρῶν Τρώων μεμψομένων ἂν τὴν τοῦ ἥρωος δημηγορίαν, [καὶ ὅτι τὸ «οὔ τις ὅσσοι Ἀχαιοί» περιπέφρασται δι' ἐξαλλαγὴν σχήματος, ἀντὶ τοῦ οὔτις τῶν Ἀχαιῶν,] καὶ ὅτι ἔπαινος γενναίου νέου καὶ συνετοῦ τὸ «περὶ μὲν πολέμῳ καρτερός ἐσσι» καὶ ἑξῆς ἕως τοῦ «οὐδὲ πάλιν ἐρέει». (ῃ. 56-62) Καὶ ὅτι ὁ μέλλων τελεώτερόν τι δημηγορῆσαι εἴπῃ ἂν πρὸς τὸν ἀτελῶς διὰ νεότητα βουλευσάμενον τὸ τοῦ Νέστορος πρὸς ∆ιομήδην, ὡς πεπνυμένα μὲν βάζεις καὶ κατὰ μοῖραν ἔειπες, αὐτάρ,