272
μαρτυρήσαντας, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ Πατὴρ ἐκλεξάμενος τῷ Υἱῷ περιτίθησιν, στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν, τῷ πλήθει τῶν δι' αὐτοῦ καὶ ὑπ' αὐτοῦ σεσωσμένων. Ἐφ' οἷς οὐκ ἔτι κληθήσεται ἡ τὸ καινὸν ὄνομα λαβοῦσα, ὑπολελειμμένη καὶ ἔρημος, ἀλλὰ θέλημα ἐμὸν, τοῦτ' ἔστι, κατὰ τὸ θέλημά μου. ∆ι' οὗ δηλοῖ καὶ τὸ, θελητὴν αὐτὴν ἔσεσθαι τὴν πρὶν ἐρημωθεῖσαν, ἀνθ' ὧν ἠθέτησεν εἰς Χριστόν· ἀλλὰ σωθέντος τοῦ καταλείμματος, καὶ ἑνωθέντων αὐτῷ τῶν ἐξ ἐθνῶν, εἰς πλῆθος ἐπέδωκεν ἄπειρον, εὐδοκοῦντος ἐν αὐτῇ Θεοῦ, εἰ καὶ παρορᾷ πολλάκις γυμνασίας χάριν διωκομένην. Τινὲς δὲ τὸ, καὶ ἡ γῆ σου οἰκουμένη, ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας φασὶ τοὺς τῶν ἐπαγγελιῶν ἀξίους οἰκήτορας ἕξουσαν· οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ διάξουσιν, ὡς ἐοικέναι νεανίσκῳ συνῳκηκότι παρθένῳ. Τινὲς δέ φασιν ὡς ἐξ Ἰουδαίων συνέστη τὸ κατ' ἀρχὰς, ὧν προὔχοντες ἦσαν οἱ τοῦ Χριστοῦ μαθηταὶ τὴν εἰς ἄκρον ἀγάπην εἰς αὐτὴν διασώζοντες, ὡς καὶ ὀδυνᾶσθαι τὸν Παῦλον ὑπὲρ αὐτῶν καὶ εὔχεσθαι ἀνάθεμα εἶναι. Πολὺς δὲ τῶν πραγμάτων ὁ καινισμός. Ἡ γὰρ ἀρχαία Συναγωγὴ τρόπον τινὰ πεπαλαιωμένη τῇ παλαιότητι, νεάνιδι παρεικάζεται. Οἱ δὲ υἱοὶ αὐτῆς ἀπόστολοι ἐν αὐτῇ κατῴκουν, ὡς τροφὸν χειραγωγοῦντες, παρακαλοῦντες ὡς μητέρα, φεύγειν τοῦ νόμου τὰς σκιὰς εἰσηγούμενοι, ὡς τὸν ∆αβὶδ λέγειν· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοί. Υἱοὶ γὰρ ὄντες, εἰς πατέρας ἐγένοντο. Ὧν οὕτως ἐχόντων, οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ 2657 σοὶ, καθάπερ ἀμέλει καὶ νυμφίος ἐπὶ νύμφῃ· Καθίκετο γὰρ ἐξ οὐρανῶν ὁ μονογενὴς Λόγος ἔγκαρπον ἀποφῆναι τὴν Ἐκκλησίαν, ἣν αὐτὸς ἑαυτῷ παρέστησε παρθένον ἁγνὴν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα. ∆εξαμένη δὲ παρ' αὐτοῦ τῆς εὐαγγελικῆς πολιτείας τὰ σπέρματα, τέτοκεν οὐκέτι τὴν δι' αἱμάτων καὶ καπνοῦ λατρείαν, ἀλλ' ἐν ᾗ τὸ τῆς ἀληθείας ἐντετόρνευται κάλλος, ᾗπερ εἰκότως εὐφραίνεται, τοὺς τύπους εἰς ἀλήθειαν μετατιθεμένους ὁρῶν. Καὶ ἐκ τελείων μελῶν τὴν νύμφην συνεστῶσαν θεώμενος, τοῦ τε προτέρου καὶ τοῦ νέου λαοῦ, οἷα νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει τε φυλακὰς, ἀγγέλους δηλαδὴ θείους, καὶ δυνάμεις ἁγίας εἰς τὸ τῆς νέας Ἱερουσαλὴμ τὰ τείχη φυλάττειν, ὅπως ἐν εἰρήνῃ κατάρχων, αὐτὸς εἰς τὸν αἰῶνα διάγοι. Ἢ τάχα φυλακὰς λέγει τοὺς ἁγίους μυσταγωγοὺς, οἳ διὰ παντὸς ἀνυμνοῦσι τὴν δόξαν αὐτοῦ, μεμνημένοι τῶν θαυμασίων αὐτοῦ, καθὰ γέγραπται· Περὶ οὗ λέξουσιν, ὅτι οὐκ ἔστιν ὑμῖν ὅμοιος. Ὅσον γὰρ τῇ φύσει, τοσοῦτον διαφέρει χρηστότητι. Ὡς εἴρηται γὰρ ἐν Ψαλμοῖς· "Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν." Ἀντὶ δὲ τοῦ· Οὐκ ἔστι γὰρ ἡμῖν ὅμοιος, ἐὰν διορθώσῃ, καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς· Σύμμαχος, Μὴ ἡσυχάσητε, φησὶ, μηδὲ δῶτε ἡσυχάσαι λίθῳ, ἕως ἑτοιμάσῃ, καὶ ἕως θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. Ἃ δὴ λέλεκται τοῖς εἰποῦσιν ἄνω· ∆ιὰ Σιὼν οὐ σιωπήσομαι, καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς. Τοῦ γὰρ προφητικοῦ ταῦτα εἰρηκότος χοροῦ, τὸ Πνεῦμα τὸ ἅγιον παραθαῤῥύνει ταῖς ὑπὲρ αὐτῶν ἐπιμένειν εὐχαῖς, καὶ μὴ συγχωρεῖν ἡσυχάσαι τῷ ἐπαγγειλαμένῳ ταῦτα Θεῷ, ἕως ἂν θῇ τὴν Ἱερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. Ὧν δὴ βοώντων, ὁ εἰπών· "Ἔτι σου λαλοῦντος ἐρῶ, Ἰδοὺ πάρειμι," ἀποκρίνεται· Ὤμοσεν Κύριος. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἐξ ἑτέρας ἀρχῆς ληπτέον τὸ, Ἐὰν διορθώσῃ, καὶ τὰ ἑξῆς. Τί οὖν ὄμνυσι μηκέτι πείσεσθαι αὐτοὺς, ἃ πρότερον ἀσεβοῦντες ὑπέμενον, δῃουμένης αὐτῶν ὑπὸ πολεμίων τῆς χώρας; Οὐχ ἁπλῶς δὲ, ἀλλ' ἐὰν διορθώσωνται τύπων παυσάμενοι νομικῶν, τὴν διὰ πίστεως δεξάμενοι χάριν, καυχώμενοί τε ἐν Χριστῷ. Τοῦτο γὰρ τὸ ποιεῖν ἀγαυρίαμα. Τότε γὰρ, κατὰ τὸν ∆αβὶδ νοητῶς εἰρηκότα, "Τοὺς καρποὺς τῶν πόνων σου φάγεσαι." Καὶ κατὰ Παῦλον, "Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει." Καὶ, "Ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον." Πάλαι δὲ τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ Θεοῦ, δαιμόνων τροφὴν τὰς ἑαυτῶν πράξεις