273
ἀπεργαζόμενοι. Τοῦτο δὲ οὐκ ἔσται τοῖς τοῦ νέου καταξιωθησομένοις αἰῶνος, ἀλλὰ τὴν ἀρετὴν κατορθώσαντες, τῶν ἰδίων καρ 2660 πῶν ἀπολαύσονται. Τοῦτο γὰρ κατὰ τῆς ἐαυτοῦ δόξης ὤμοσε Κύριος. Οὐ γὰρ εἶχε κατὰ μείζονος ὀμόσαι. Φάγονται δὲ καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου, αἵ τινες εἶεν αἱ πολλαὶ μόναι παρὰ τῷ Πατέρι. Ἐπαύλεων δὲ μνησθεὶς, ἢ αὐλῶν, κατὰ τοὺς λοιποὺς, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει, Πορεύεσθε, λέγων, διὰ τῶν πυλῶν μου, τὴν ἐπουράνιον πόλιν δηλῶν, αὐλάς τε ταύτης καὶ πύλας, αἳ κατὰ τὸ μέλλον τοῖς ἀξίοις ἀναπετάννυνται, εἰς ἃς καλουμένων, ὡς ἂν μηδὲν εἰσιοῦσι παρεμποδίζοι φθόνος, ἢ πρόφασις, ἢ δαίμων, κώλυμα τῆς βασιλείας γινόμενοι, Ὁδοποιήσατε, φησὶ, τῷ λαῷ μου, ταῖς ἀγγελικαῖς λέγων δυνάμεσι. Τινὲς δὲ ταῦτα καὶ περὶ τῆς κατὰ γῆν Ἐκκλησίας φασὶ, καὶ λίθους εἶναι τὰ σκάνδαλα. Λέγεσθαι δὲ ταύτης τοῖς φύλαξί τε καὶ διδασκάλοις ἀπρόσκοπον διδόναι τοῖς εἰσιοῦσιν ὁδόν. Ὁ μὲν γὰρ ἐξ Ἰουδαίων, τύποις ἐμφιλοχωρεῖ νομικοῖς, ὁ δὲ ἐξ Ἑλλήνων, τῷ τῆς διδασκαλίας ξένῳ προσπταίει· μέμνηται δὲ καὶ λόγων, οὓς οἱ παρ' αὐτοῖς λογάδες γεγράφασιν. Ἀλλ' οἱ μυσταγωγοὶ τὰς τῶν σκανδάλων περικόπτουσιν ἀφορμὰς, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅθεν ὁ Παῦλος τοῖς μὲν ἐκ περιτομῆς φησιν· Ἡ περιτομὴ οὐδέν ἐστι, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ. Καὶ πάλιν· Εἰ περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Τοῖς δὲ ἐξ Ἑλλήνων φησίν· Ἡμέρας παρατηρεῖσθε, καὶ καιροὺς, καὶ ἐνιαυτούς. Φοβοῦμαι μήποτε εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ τὰ ἐξ αἱρετικῶν δὲ περικόπτουσιν οἱ φύλακες σκάνδαλα. Εἴποις δ' ἂν τείχη Ἐκκλησίας, τῶν τῆς ἀληθείας δογμάτων τὴν ἑδραιότητα, ὧν ᾅδου πύλαι οὐ κατισχύσουσιν. Ἑξῆς ἐπιλέγει, Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Κύριος γὰρ ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς. Μὴ γὰρ νομίσῃ τις ταῦτα, φησὶν, εἰρῆσθαι περὶ τοῦ τῶν Ἰουδαίων λαοῦ. Τὸ γὰρ σημεῖον ἀρθήσεται μέχρι τῶν ἐσχάτων τῆς γῆς. Τί δὲ τὸ ἀκουστὸν σύσσημον ὅπερ ἆραί φησι, τοῦτ' ἔστι γνώριμον ποιῆσαι τὸ ῥῆμα τῆς πίστεως, ὃ κηρύσσομεν, ἢ τάχα που τοῦ σωτηρίου πάθους τὸ σύμβολον. Ἔνεστι δὲ καὶ τοῦτο τῇ τῆς πίστεως ὁμολογίᾳ. ∆εῖ γὰρ εἰπεῖν, ὅτι Κύριος Ἰησοῦς, πιστεῦσαί τε ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. Εἶτα τὴν θυγατέρα Σιὼν σαφῶς τὴν Ἐκκλησίαν τὸν ἑαυτῆς προσδοκῆσαι σωτῆρα διδάσκει. Ἔστι γὰρ θυγάτηρ τοῦ πάλαι παρ' Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος. Λέγει δὲ νῦν περὶ τῆς δευτέρας παρουσίας, ἀναμιμνήσκων ὡς ὁ πάλαι σε σώσας, δι' ὧν ἔπραξέν τε καὶ πέπονθεν. ∆ιὸ καὶ Ἰησοῦς ὀνομάζεται, κατὰ τὸν 2661 λόγον τοῦ Γαβριήλ· Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ. Πάλιν ἥξει, κριτὴς ὁμοῦ καὶ μισθαποδότης ἐσόμενος. Καὶ ἄνω δὲ ἔλεγεν· Εἰπὸν ταῖς πόλεσιν Ἰούδα, Ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὰ ἐφ' ἑξῆς. Ἀντὶ δὲ τοῦ, καὶ καλέσει αὐτόν· αὐτοὺς ἐξέδωκαν οἱ λοιποὶ, δηλαδὴ τοὺς σωθησομένους. Ἡ μὲν οὖν ἐπίγειος Ἱερουσαλὴμ ἐγκαταλελειμμένη λέγεται, αὕτη δὲ ἐπιζητουμένη. Ὁ γὰρ ἐλθὼν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς, οὗτος εὑρὼν αὐτὸ καὶ σώσας, οὐκ ἔτι ἀπολέσθαι αὐτὸ συγχωρήσει. Τινὲς δὲ περὶ τῆς πρώτης παρουσίας τὸν λόγον ἐξέλαβον. Εὐαγγελίσασθαι δὲ κελεύει Σιὼν, οἷς καὶ τὰς πύλας ἀνοιγνῦναι παρεκελεύετο. Πάρεστι δὲ μαθεῖν, ὅσον τοῦ Σωτῆρος καὶ τῶν μαθητῶν τὸ διάφορον. Οἱ μὲν γὰρ καλοῦντες εἰς εὐζωΐαν, τὰς ἐκ Θεοῦ διεκήρυττον ἀμοιβάς· ἀλλ' οὐκ αὐτοὶ χαρισμάτων ἦσαν δοτῆρες πνευματικῶν· ὁ δὲ Σωτὴρ, ὡς Θεὸς, διανέμει μισθούς. Οὐκοῦν καὶ τὸν ἑκάστου τρόπον ὁρᾷ. Καὶ τοῦτο δὲ μόνου Θεοῦ. Γέγραπται γὰρ, ὅτι ἐνώπιόν εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τροχείας αὐτοῦ σκοπεύει. Τοιγαροῦν οὐρανοῦ τὰς κλεῖς Πέτρῳ παρέσχε καλῶς τὴν πίστιν ὁμολογήσαντι, καὶ τὸ δύνασθαι δεσμεῖν τε καὶ λύειν. Ἐχαρίσατο δὲ καὶ πᾶσι τοῖς μαθηταῖς τὸ πᾶσαν νόσον καὶ μαλακίαν θεραπεύειν ἐν τῷ λόγῳ. Μισθόν τε ὁμολογίας δίδωσι τῷ λῃστῇ τό· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐλθὼν δὲ, φησὶ, τοὺς πιστεύσαντας καλέσει λαὸν λελυτρωμένον ὑπὸ Κυρίου. Οὐ γὰρ πρέσβυς,