274
οὐκ ἄγγελος, ἀλλ' αὐτὸς Κύριος ἔσωσεν ἡμᾶς. Ἐπιζητουμένην δὲ κληθῆναί φησι, τοῦτ' ἔστι μνήμης ἀξιουμένην. Τοιοῦτο γὰρ τὸ ζητούμενον. Ἡ δὲ πρώτη γέγονεν ἐγκαταλελειμμένη. ∆ιὰ γὰρ Ἱερεμίου φησίν· "Ἐγκαταλέλοιπα τὸνοἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν." Καὶ ὁ Σωτὴρ δέ φησιν· "Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος." Τινὲς δὲ τὸ πᾶν οὕτως ἄνωθεν ἐξηγήσαντο. Ἔθος τοῖς προφήταις ἐφ' οἷς προθεωροῦσιν ἀνιαροῖς μὲν πενθεῖν, ἀγαθοῖς δὲ λίαν εὐφραίνεσθαι· ὃ καὶ νῦν ὁ προφήτης ποιεῖ. Εὐαγγελισάμενος γὰρ τοῦ Σωτῆρος τὴν ἄφιξιν, καὶ τὴν ἁπάντων σωτηρίαν, αὐτόν τε τὸν Χριστὸν ἐνδυσάμενος (ᾧ κοσμεῖται, καὶ περιβάλλεται), πανηγυρίζει τῷ πνεύματι διάθεσιν ἔχων, ἢν ἂν ἔσχε νεανίσκος πρὸς παρθένον, καὶ αὐτὸς συνὼν τῷ Χριστῷ. Τὸ δὲ, ὡς γῆ αὔξουσα ἄνθος αὐτῆς, δηλοῖ τοὺς ταῖς ψυχαῖς ἐναποκειμένους λόγους σπερματικοὺς, ὁδοποιοῦντας Χριστῷ. Ὡς γὰρ ὀφθαλμοὶ συγγένειαν ἔχοντες πρὸς τὸ φῶς, ἐπειδ' ἂν παρῇ, βλέπουσιν, οὕτως ἀνατείλαντος Χριστοῦ, τῇ ἐν ἡμῖν ἐπιτηδειότητι λάμπομεν, εὐθὺς τὸ σκοτεινὸν ἀποθέμενοι. Ὡς ἐκ ῥίζης δὲ τοῦ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι φανεῖσθαι λέγει τὴν ἀγαλλίασιν. Εἶτα ἵνα μὴ δόξῃ τὴν Ἱερουσαλὴμ ἀφηκέναι, Οὐκ ἀνήσω, φησὶ, τὴν ἄνωθεν σχέσιν, καὶ τὰ ταύτης σεμνά. 2664 ∆ιὸ πρῶτον πρὸς τὰ ἀπολωλότα πρόβατα Ἰσραὴλ πέμπει τοὺς μαθητάς. Καὶ πρὸς τὴν Συροφοινίκισσαν ἠνείχετο τέως κύνας καλεῖν τοὺς ἐν τέκνοις ὕστερον καταταχθησομένους. Σκοπὸς γὰρ ἦν αὐτῷ καὶ τούτους φωτισθῆναι, κακείνους μὴ ἀποτυχεῖν. Ἐχρῆν δὲ προτιμηθῆναι, οἷς, κατὰ Παῦλον, ἐδόθη ἡ νομοθεσία, καὶ ἡ λατρεία, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς κατὰ σάρκα· ἤρκει γὰρ εἰς σωτηρίαν καὶ τούτοις κἀκείνοις ἡ χάρις. Καινὸν δέ φησιν ὄνομα τὸ Χριστιανῶν καὶ τὸ πιστῶν. Ὁ δὲ ἀντιλέγων Ἰουδαῖος, δεικνύτω ἐφ' ἑαυτοῦ καινὸν γενόμενον ὄνομα. Θέλημα δέ φησι τοὺς τὸ θέλημα αὐτοῦ ποιοῦντας, οὓς καὶ ἀγαπᾷν λέγει, ὡς συνοικῶν νεανίσκος παρθένῳ· ὅπερ οὐ φθορὰν, ἀλλ' ἀκμάζουσαν σχέσιν δηλοῖ. Τηρεῖ γὰρ αὐτὴν παρθένον, κατὰ τὸ παρὰ Παύλῳ μυστήριον, ὅπερ εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν λέγει. Εἶτα τὴν νῦν κατάστασιν τῶν Ἐκκλησιῶν ἐμφαίνει, κατὰ τὴν τῶν ἱερέων ὑφήγησιν ἡμέρας καὶ νυκτὸς, ἀγνοοῦντος τοῦ λαοῦ τὸν Θεὸν, ἀνθ' ὧν ἀμειβόμενος τεῖχος αὐτῶν ἀπόρθητον γίνεται, τὰς ἀφόδους ἀπείργων τοῦ δαίμονος. Ἐπαγγέλλεται δὲ, κατὰ τὴν λέξιν, καὶ ἀσφαλῆ ταῖς πόλεσιν οἴκησιν, ὡς ἂν προκόψαντες ἐπιζητῶσι τὴν νοητήν· ὥσπερ οὖν Ἀβραὰμ γῆς λαβὼν ἐπαγγελίαν, οὐ περὶ ταύτην ἠσχόλητο, οὐδὲ ταύτην ᾔτει, τὴν δὲ μέλλουσαν ἐπόθει. Τοῖς δὲ οὕτω διακειμένοις, καὶ μάλιστα τοῖς ἐκ γένους Ἀβραὰμ κατὰ σάρκα, οὐδεμίαν σύγκρισιν πρὸς τὰ ἔθνη φησὶν, ὑπερκεῖσθαι δὲ λίαν, ὅσον ἧκεν εἰς τιμήν. Καὶ γὰρ ἔτυχον πατέρων ἁγίων, καὶ νόμου, καὶ τὰς ἐν Αἰγύπτῳ θαυματουργίας καὶ ἐν ἐρήμῳ τεθέανται, μόνων ἐὰν διόρθωσιν τρόπων ποιήσονται πεποιθότες ἐπὶ Θεῷ. Τοῦτο γὰρ τὸ ἀγαυρίαμα. Πρὸς δὲ τὰς ἐπαγγελίας ἀμφιβαλλούσαις ψυχαῖς λαλῶν ὅρκῳ κέχρηται, οὐ δι' ἑαυτὸν (ἀλήθεια γάρ ἐστιν), ἀλλ' ἐκείνας πιστούμενος. Καὶ τοὺς ἐκ γῆς καρποὺς ἐπαγγέλλεται, διδάσκων ὡς αὐτὸς τούτων ἐστὶ χορηγὸς, καὶ μάτην περὶ εἴδωλα στρέφονται, διὸ καὶ οὗτοι πρὸς τῇ συγκομιδῇ διεφθείροντο, ὡς ἂν καὶ τελεσφορεῖν δυναμένου, καὶ παρέχειν ἐθέλοντος, εἴπερ ἐτύγχανον ἄξιοι. Καὶ νῦν δὲ διορθουμένων ὑμῶν τὰς τῶν πολεμίων ἐφόδους κωλύσω. Πύλας δὲ καλεῖ λόγον εἰσαγωγικὸν, καὶ Χριστὸν, ὃς ἐχρημάτισε θύρα, δι' οὗ πρὸς τὸν Πατέρα τὴν εἴσοδον ἔχομεν. Περὶ οὗ λέλεκται· "Αὕτη ἡ πύλη τοῦ Κυρίου. ∆ίκαιοι εἰσελεύσονται ἐν αὐτῇ." Τοῖς δὲ ἱερεῦσι παρακελεύεται ὁμαλὰ τῶν ὑπὸ χεῖρα τὰ ἤθη ποιεῖν, ὡς ἂν μὴ πονηροῖς προσκόπτοιεν λογισμοῖς. Λέγοιτο δ' ἂν καὶ 2665 πρὸς τὸν ἐν ἑκάστῳ νοῦν, ὡς ἂν ἡνιοχεῖν τεταγμένος τὴν ἅπασαν ἐξομαλίζοι ψυχήν. Εἶτα παρακελεύεται τοῖς ἐξ Ἰσραὴλ, ἀρετῆς καὶ γνώσεως Θεοῦ παράδειγμα γενέσθαι τοῖς ἔθνεσιν. Ἀνῆψα γὰρ ὑμᾶς ἄνωθεν ὡς λαμπάδα, ὡς ἂν ὑμῶν τῷ φωτὶ τὰ ἔθνη πορεύηται. Κατεπτηχότας δὲ τὰς συνεχεῖς τῶν ἐπιόντων ἐφόδους παραθαῤῥύνει, τὴν ἑαυτοῦ παρουσίαν