275
ἐπαγγελλόμενος. Οὕτω δὲ τὴν ἑαυτοῦ κηδεμονίαν καλεῖ. Τοιγαροῦν ἔλεγον· Οὐ μὴ τελέσητε τὰς πόλεις, ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου· οὐ δήπου ἄλλην παρουσίαν δηλῶν, ἀλλὰ τὴν ἑαυτοῦ πρὸς καρτερίαν παράκλησιν. Οὐ γὰρ ἂν ἤνεγκαν, μὴ τὴν ἰσχὺν τὴν ἄνωθεν ἔχοντες. Τὰ κρυπτὰ δὲ εἰδὼς, πρὸς τὴν ἀξίαν ἑκάστῳ παρίσταται, μισθὸν διδοὺς τὸν προσήκοντα. Οὕτω καὶ δι' Ἰεζεκιὴλ λεγόντων αὐτῶν· "Ἀπόλωλεν ἡ ἰσχὺς ἡμῶν, ἐξηράνθη τὰ ὀστᾶ ἡμῶν," παραθαῤῥύνων φησίν· Ὡς ὑγρὰ ξηρᾶναι δύναμαι, οὕτω καὶ τοὐναντίον. Ὃ καὶ ἐπὶ τῆς ῥάβδου πεποίηκεν Ἀαρών. Καὶ νῦν οὖν παρέσεσθαί φησιν, ἐὰν ἄξιοι γένωνται. ∆ι' αὐτὸ γὰρ παρέσχον καὶ πλῆθος ὑμῖν ἐντολῶν, οὐχ ἵνα πολλὰς παραβαίνοντες, πολλὰ καὶ καταδικάζησθε· ἀλλ' ἵνα κἂν τὰς μεγάλας ὑπερβῆτε, τῶν ἐλαττόνων ἡ φυλακὴ πρόφασιν ὑμῖν σωτηρίας παράσχῃ. Φιλάνθρωπος γὰρ, οὐ καταδικάζων ἐξ ὧν παραβαίνετε, ἀλλὰ σώζων ἐξ ὀλίγων ὧν κατορθοῦτε. Τοῦ γὰρ ἁμαρτωλοῦ τὴν ζωὴν βούλεται μᾶλλον, ἤπερ τὸν θάνατον. Τότε ζητήσω, φησὶν, ὑμᾶς, ἁγίους καλῶν. Ταῦτα δὲ καὶ εἰς τὴν ἑκάστου ληπτέον ψυχὴν, μὴ ὡς ψιλὰς ἱστορίας ἀναγινώσκοντας. Ἑκάστῳ γὰρ κατορθοῦντι παρέσται συγχωρῶν τὰ ἡμαρτημένα. ΚΕΦΑΛ. ΞΓʹ. αʹ. 9Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; ἐρύθημα ἱματίων ἐκ Βόσορ, οὕτως ὡραῖος ἐν στολῇ, βία μετὰ ἰσχύος. Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱματία, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατήματος ληνοῦ πλήρους, καταπεπατημένησ9, κ.τ.λ. Ὥσπερ μισθὸν ὁ Σωτὴρ ἐλέγετο τοῖς εὐσεβοῦσιν ἀποδιδόναι (ἔφη γάρ· Καὶ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ)· οὕτως τοῖς ἀσεβέσι φοβερὸς ἥξειν θεσπίζεται, ὅτε, κατὰ τὸν Ἀπόστολον, καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν. Ἐν οἷς ἐστι καὶ τὸ ἔσχατον καταργεῖσθαι τὸν θάνατον. Ὁρῶντες δὲ αὐτόν τινες ἐν σχήματι καθῃμαγμένον πολεμικῷ, πρὸς τὸ ξένον τῆς θέας ἐρωτῶσιν ἀλλήλους. Ἐπειδὴ δὲ Βόσορ καὶ Ἐδὼμ, τῆς τῶν ἀλλοφύλων χώρας καὶ πολεμίων τοῦ Ἰσραὴλ, εἰκότως διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν τὴν ἀναίρεσιν τροπικῶς αἵματι παρείκασε φονικῷ. Εἰδότες δὲ αὐτὸν ἥμερον, εἶθ' ὥσπερ τεθυμωμένον ὁρῶντες, ἐοίκασιν αὐτὸν μὴ γινώσκειν. ∆ιὸ καὶ πυνθάνονται. Ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται· Ἐγὼ διαλέγομαι δικαιοσύνην, καὶ κρίσιν σωτηρίου, κατὰ δὲ Σύμμαχον· Ἐγὼ λαλῶ ἐν δικαιοσύ 2668 νῃ, ὑπερμαχῶ εἰς τὸ σῶσαι. Ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπατουμένων, τὰς μὲν μετῄει, τοὺς δὲ ἠλευθέρου. Εἶτα δευτέρα πεῦσις· ∆ιὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια; πρὸς ὃ πάλιν ἀποκρίνεται. Ἀντὶ δὲ τοῦ, καὶ τῶν ἐθνῶν, ὁ Σύμμαχος, καὶ ἀπὸ τῶν λαῶν ἐξέδωκεν, καὶ ἀντὶ τοῦ, Κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, Καὶ ἐῤῥαντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου. Ὡς δὲ μόνος τὴν κρίσιν λαβὼν παρὰ τοῦ Πατέρος, μόνος πεπατηκέναι φησὶ ληνὸν, οὕτω δὲ καλεῖ τῶν ἁμαρτημάτων τὴν ἔκπραξιν. Καὶ Ἱερεμίας δὲ ἐν Θρήνοις φησί· Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα. Ἐπὶ τούτοις ἐγὼ κλαίω. Ὥςπερ δὲ ληνὸς ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα· οὕτω τῶν ἀπὸ τῆς ἀγαθῆς ἀμπέλου τρυγομένων καρπῶν ληνοὶ Θεῷ ἀρέσκουσαι γίνονται, ἐφ' αἷς ὕμνοι ἐν Ψαλμοῖς ἐπιλήνιοι λέγονται. Καταργήσας δὲ πᾶσαν κακίαν, καὶ τοὺς αὐτὴν γεννήσαντας δαίμονας, τοὺς ὑπ' αὐτῷ βασιλευομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ Πατέρι, ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατέρι, κατὰ τὸν Ἀπόστολον. Ἐμμένων δὲ τῇ μεταφορᾷ τοῦ αἵματος, τὰ ἱμάτια μεμολύνθαι λέγεται. Ποῖον γὰρ ἐπὶ ἀσωμάτων δυνάμεων αἷμα; Εἶτα πάλιν ἡμέρας ἀνταποδώσεως καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὡς ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο, Κηρύξαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως. ∆ιὸ νῦν προσέθηκε καὶ ἐνιαυτὸς λυτρώσεως, ὁμοῦ γὰρ τοὺς μὲν σώσει, τοῖς δὲ ἀνταποδώσει, καθά φησι Μωσῆς· "Καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς, καὶ τοῖς μισοῦσιν αὐτὸν ἀνταποδώσει." Εἶτά φησιν· Ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν. Καὶ προσενόησα, καὶ οὐδεὶς ἀντελαμβάνετο. Καὶ ἐῤῥύσατο αὐτοὺς ὁ βραχίων μου. Μόνος γὰρ ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβών. Καὶ τὸν μέχρι