276
σταυροῦ θάνατον ὑπέμεινεν ὑπὲρ τῆς ἡμῶν σωτηρίας, ὃ μηδεὶς ἀγγέλων, ἢ δυναμένων, ἣ ἀνθρώπων ὑπέστη· διὸ καὶ μόνῳ ὁ Πατὴρ ἐχαρίσατο τὸ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων ἐνεχείρισε κρίσιν. Ἀντὶ δὲ τοῦ· Καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν, οἱ λοιποὶ τὸ νίκος ἐξέδωκαν. Νενίκηνται γὰρ ὑπ' ἐμοῦ, φησὶν, οἱ δοκοῦντες ἀνίκητοι. Ἄλλοι δὲ περὶ τῆς ἀναλήψεως τοῦ Σωτῆρος τὴν ῥῆσιν δεξάμενοί φασιν, ὡς πληρώσας τὴν μετὰ σαρκὸς οἰκονομίαν, ἀναβὰς πρὸς τὸν Πατέρα ὤφθη ταῖς ἄνω δυνάμεσι, τοῦ πάθους φέρων τὰ σύμβολα, οὐχ ὅτι μετὰ τούτων ἀνέστη, ᾧ δὲ τρόπῳ διστάσαντι δέδειχε τῷ Θωμᾷ. Οὕτως (ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις, διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ) μετὰ τῶν τοῦ πάθους σημείων ἀνέδραμεν. Θαυμάζουσαι τοίνυν 2669 ἀνιόντος πυνθάνονται. Τὸ δὲ Ἐδὼμ, ἑρμηνεύεται πυῤῥὸς, ἢ γήϊνος. Τὸ δὲ Βόσορ, ἢ σὰρξ, ἢ σάρκινος. ∆ηλοῖ τοίνυν τὸ πεφοινίχθαι, ὡς ἀπὸ σαρκός τε καὶ αἵματος. Ὡς δὲ γνωρίζουσαι αὐτὸν Θεὸν, εἰ καὶ ἦν ἐν σαρκὶ, ὡραῖον αὐτόν φασιν ἐν στολῇ, καὶ ἰσχὺν αὐτῷ μαρτυροῦσι. Τοῦτο γὰρ ἡ βία δηλοῖ. Ἔοικε δὲ τὸ παρὸν τῷ ἐν κγʹ ψαλμῷ· "Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης;" Ἀποκρίνεται δὲ, ὅτι Ἐγὼ διαλέγομαι δικαιοσύνην, ἢ τὸ εὐαγγελικὸν κήρυγμα, ἢ, ὅτι Θεοῦ πᾶς λόγος δίκαιος. Κρίσιν δὲ σωτηρίου, τὸ ἐφ' ἡμῖν ὀνομάζει κρῖμα. ∆εδίκακε γὰρ τῇ ἀνθρωπότητι καὶ τῷ ταύτην ἀπατήσαντι Σατανᾷ. Ἔλεγε γάρ· "Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου. Νῦν ὁ ἄρχων τοῦ κόσμου ἐκβέβληται ἔξω." ∆ευτέρα πάλιν ἐρώτησις, ἐν ᾗ μέμνησο τοῦ πατριάρχου Ἰακὼβ λέγοντος· "Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ." Εἶτά φησι· Καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ. Ὃ συναπτέον τῷ· Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Οὐδεὶς γάρ μοι παρέστη, φησὶν, ἢ συνήλγησε πάσχοντι. Ὡς γάρ φησιν ὁ εὐαγγελιστής· Τότε πάντες ἀφέντες αὐτὸν οἱ μαθηταὶ ἔφυγον. Ὃ καὶ προὔλεγεν ὁ Χριστός· Ἔρχεται ὥρα, καὶ ἐλήλυθεν, ἵνα ἕκαστος σκορπισθῆτε εἰς τὰ ἴδια, κἀμὲ μόνον ἀφῆτε. Καὶ ἐν Ψαλμοῖς δέ φησιν· "Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου, καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχε· καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον." Καίπερ δὲ μόνος ὢν κατεπάτησα αὐτοὺς ἐν θυμῷ. Μετὰ γὰρ τὴν ἀνάληψιν τοῦ Κυρίου, πᾶν εἶδος συμφορᾶς Ἰουδαίοις ἀπήντηκεν. Ἀλλ' ὁ τῆς ἐκείνων ἀνταποδόσεως καιρὸς, λυτρώσεως ἦν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καίπερ δὲ μηδενὸς βοηθοῦντος, ἢ ἀντιλαμβανομένου (ὃ ποιεῖν ἕδει τοὺς Γραμματέας καὶ Φαρισαίους, οἳ τὸ ἐναντίον ἀνέτρεπον τοὺς λαοὺς) ὅμως ἔσωσεν αὐτοὺς ἡ ἐμὴ δύναμις. Πλεῖστοι γὰρ ἐπίστευσαν ἐξ Ἰουδαίων. Τοῖς δὲ ἀπειθήσασι τὰ τῆς ὀργῆς ἀπήντηκε δίκαια. Τινὲς δὲ συμφώνως εἰπόντες, ὡς πληρωτὴς γενόμενος τῶν πατρικῶν ἐντολῶν, καὶ χωρήσας εἰς τὸν ὑπὲρ ἡμῶν θάνατον, καὶ πατήσας τοῦτον, ὡς ἐν ληνῷ, καὶ μολυνθεὶς, ὡς ἀπὸ πατητοῦ καρπὸς αὐτοῖς γενόμενος, ἑαυτὸν προσήγαγεν ὑπὲρ ἡμῶν τῷ Πατέρι δυσώπημα καὶ λυτρὸν, ἄνοδον εἰς οὐρανοὺς διδοὺς, οὓς ἔδει κάτω μένειν ἐκ τῆς ἀποφάσεως, καὶ συνάψας τοῖς ἄνω τοὺς κάτω. Ἀγγέλων δὲ ἀπορούντων ἀκούων, μὴ ἐκείνοις ἄγνοιαν προσάψῃς (ᾔδεσαν γὰρ τὰ ὑπὸ τοῦ Σωτῆρος οἰκονομούμενα, ἀφ' οὗ καὶ σεσάρκωται), ἀλλ' ἡγοῦ διδασκαλίαν τὸ πρᾶγμα, ὅτι καὶ ἄγγελοι χαίρουσιν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, καὶ τοῦτον ἀνυμνοῦσι θαυμάζοντες, πῶς τὸν ἡμῖν ὀφειλόμενον ἐδέξατο θάνατον. Οὐδὲ γὰρ ἂν εἴποις ἀγνοεῖν τοὺς ἀγγέλους, ὡς 2672 οὐδὲ ὁπλοφορεῖν, εἰ καὶ οὕτως ἐφάνησαν τῷ Γιέζι τὴν δειλίαν αὐτοῦ διορθούμενοι. Ταῦτα τοίνυν εἰπόντες, καὶ καθ' ἱστορίαν ἐξέλαβον, λέγοντες· ὡς προαναφωνήσας αὐτοῖς τοῦ Θεοῦ τὴν ἀντίληψιν πρὸς τὴν τῶν ἐπιόντων ἐπιβουλὴν, ἀμφισβητοῦσι τίς ὁ ῥυσόμενος, φησίν· Ὁ τοὺς ἐξ Ἐδὼμ τοὺς ἐπιθεμένους μετὰ τῶν ἐχθρῶν ὑμῶν ὑμῖν, καὶ τὰς τῆς φυγῆς διεκδρομὰς ἀποφράξαντας ἀνελεῖ, ὡς μεμολύνθαι δοκεῖν τῷ ἐκείνων αἵματι. Ἐδὼμ δὲ λέγει τοὺς υἱοὺς Ἡσαῦ, Βόσορ δὲ τὴν βόστραν. ∆ικαίᾳ τοίνυν αὐτοὺς μέτεισι ψήφῳ. Θεὸς