277
γὰρ ἀνθρώπους εἰς κρίσιν καλεῖ, τὸ δίκαιον τῆς τιμωρίας ἐπιδεικνύμενος, καὶ ὡς ἐξ ἑαυτῶν ὑπομένουσιν. Αὐτὸς γὰρ δίκην ἐπάγων ὑπὲρ σωτηρίας ποιεῖ, ἢ ἵνα σωθῶμεν μετανοήσαντες, ἢ περιπέσωμεν κουφοτέρᾳ τῇ κρίσει τοῦ μέλλοντος. Τιμωρούμενος δὲ τοὺς ἐξ Ἐδὼμ ἤρκει ἑαυτῷ μηδενὸς συμμαχοῦντος δεόμενος. Λόγῳ γὰρ ἀναιρεῖ, καὶ ἱκανὸν αὐτοῦ μόνον τὸ θέλημα, ἐξαλεῖψαι δὲ αὐτοὺς βουλομένου Θεοῦ, οὐκ ἦν τι βοηθοῦν αὐτοῖς. Οὐκ ἦν γὰρ ἐν αὐτοῖς δίκαιος δυσωπῆσαι δυνάμενος τὸν Θεόν. ζιθʹ. 9Τὸν ἔλεον Κυρίου ἐμνήσθην· τὰς ἀρετὰς Κυρίου, ἐν πᾶσιν οἷς Κύριος ἡμῖν ἀνταποδίδωσι. Κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ ἐπάγει ἡμῖν κατὰ τὸ ἔλεος αὐτοῦ, καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ. Καὶ εἶπεν, Οὐχ ὁ λαός μου τέκνα; Οὐ μὴ ἀθετηθῶσι. Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως αὐτῶν. Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ἔσωσεν αὐτοὺσ9, κ.τ.λ. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας πεπλήρωται, καὶ μέτεισιν εἰς ἑτέραν ὑπόθεσιν, ἐν ᾗ κατηγορεῖ ἑαυτοῦ ὁ λαὸς, ὡς εἰς ἄνωθεν εὐεργέτην τὸν Θεὸν ἡμαρτηκὼς ἀποβέβληται. Καθ' ἑτέρους δὲ, Θεοῦ τὴν κατὰ τῶν ἠπιθηκότων εἰπόντος ὀργὴν, ὁ προφήτης οὐκ ἐᾷ χωρεῖν αὐτοὺς εἰς ἀπόγνωσιν, φιλανθρώπου τυγχάνοντος τοῦ Θεοῦ. Κατ' ἄλλους δὲ, πρὸς τὸ πλῆθος τῶν δειχθέντων ἀγαθῶν τῷ προφήτῃ, ἐν οἷς ἦν καὶ ἡ κατὰ τῶν ἀλλοφύλων ὀργὴ, μὴ τὸ πρὸς Θεὸν ἐπιδειξαμένων εὐχάριστον, αὐτὸς διηγεῖται τοῦ Θεοῦ τὸν ἄνωθεν ἔλεον. Οὐ γὰρ ἐπιλήσομαι, εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐν τέλει, καὶ ἀπεβλήθημεν. Ἀντὶ δὲ τοῦ, ἐν ἅπασιν οἷς ἀνταποδίδωσιν ἡμῖν, ὁ Σύμμαχος, περὶ πάντων ὧν εὐηργέτησεν ἡμᾶς, εἴρηκε, καὶ ἀντὶ τοῦ, Κριτὴς ἀγαθός· ἐκ πλήθους ἀγαθωσύνης. Πλὴν οὐχ ὡς κριτὴς ἀκριβὴς παραμετρεῖ τὴν ἐφ' ἡμᾶς ὀργὴν τοῖς πλημμελήμασιν, ἀγαθότητι ταύτην κιρνῶν. Ἀκρότης μὲν γὰρ ὢν δικαιοσύνης οὐκ ἀθώους ἐᾷ, ἀγαθότητι δὲ τὸν θυμὸν ἡμεροῖ. Σέσωσται γὰρ τὸ κατά 2673 λειμμα. ∆εῖγμα δὲ μέγιστον τῆς ἀγαθότητος, τὸ ἀξιῶσαι τέκνα καλεῖν τὸν λαὸν, εἰ μὴ ἀθετοῖεν τὴν χάριν. ∆ιὸ κατὰ Σύμμαχον εἴρηται· Πλὴν λαός μού εἰσιν υἱοὶ οὐκ ἀσυνθηκοῦντες. Οὓς ἀπήλεγχεν ἐν ἀρχῇ λέγων· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἐχρῆν γὰρ ὡς τέκνα πείθεσθαι τῷ πατέρι, καὶ αὐτάγγελον ἐπὶ σωτηρίᾳ παρόντα δέξασθαι τὸν Υἱὸν, οὐχ ἑτέρῳ τινὶ διακόνῳ χρησάμενον· οὐ γὰρ ἦν πρέσβυς, [φησὶ] προφήτης, οὐκ ἄγγελος. Καὶ ἐν Αἰγύπτῳ δὲ, φασὶν, εἰ καὶ μέσος ἦν Μωσῆς, ἀλλ' αὐτὸς ἐνήργει δι' ἐκείνου τὰ μέγιστα. Καὶ μοσχοποιήσασιν ἠπείλησεν ἄγγελον πέμψειν τὸν ἡγησάμενον. Καὶ δυσφοροῦντος Μωσέως, αὐτὸς ἡγεῖσθαι κατεπηγγείλατο. Καὶ αὐτὴν δὲ τὴν παρουσίαν, οὐχ ἵνα κρίνῃ, πεποίηται, καίτοι κριτὴς ὢν, ἀλλ' ἵνα τὰς ἁμαρτίας ὁμολογήσουσι παράσχῃ τὴν ἄφεσιν διὰ πίστεως. Θέλει γὰρ καὶ ἡμᾶς ἑαυτοῖς ἀγαθῶν αἰτίους, καὶ μὴ τῶν ἐναντίων καθίστασθαι. Τοιγαροῦν τῆς αἱμοῤῥοούσης τὴν πίστιν αἰτίαν ἔφησε τῆς ἰάσεως. Ὅσον γὰρ ἧκεν εἰς αὐτὸν, ὡς πατὴρ τέκνοις εἰς ἀγαθῶν πρόκειται χορηγίαν, διηνεκῆ προτείνων τὸν ἔλεον, πλὴν εἰ μή τις ἁμαρτῶν διακόψειεν. Τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα. Μὴ παρασχόντες δὲ πρόφασιν αὐτῷ τῆς ἑαυτῶν σωτηρίας, εἰς πόλεμον ἐπεσπάσαντο. Ὡς γάρ φησι καὶ ∆αβίδ· "Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ; παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ." Παρώργισαν δὲ καὶ τὸ πνεῦμα Χριστοῦ, τὴν ἀπείθειαν νοσήσαντες. ∆ιὸ κατέστη πολέμιος. Ἵνα γὰρ μὴ δαίμοσι τὴν ἐπαγομένην αὐτοῖς ἐπιγράφοιεν δίκην, αὐτὸς αὐτοῖς λέγεται πεπολεμηκέναι. Καὶ γὰρ Ἰὼβ, καίπερ εἰδὼς ἐκ τοῦ διαβόλου γίνεσθαι τὰς ἐπαγωγὰς, αὐτοῦ μὲν οὐ μέμνηται, τῷ δὲ συγχωροῦντι ἐπιγράφει Θεῷ. Πεπολέμηκε δὲ τὸν λαὸν εἰς νοῦν τὰ πρῶτα λαβὼν, καὶ ὡς οὐ νῦν πρῶτοι τοιοῦτοι γεγόνασιν. Αὐτίκα, καὶ διὰ Μωσέως τοσαύτης πειραθέντες διὰ θαυμάτων εὐεργεσίας, τὸν αἴτιον ἀποστραφέντες ἐμοσχοποίησαν, μὴ σκοπήσαντες ὡς θάλατταν τεμὼν Ἐρυθρὰν, ὡς ἵππον, αὐτοὺς διὰ ταύτης διήγαγεν, ἐπιστήσας αὐτοῖς Μωσῆν, οἷα προβάτοις ποιμένα, διὰ τῶν σημείων ὑψώσας αὐτόν. Τοῦτο γὰρ τὸ ἀναγαγεῖν, ἤγουν ἐμφανῆ καταστήσας λανθάνοντα καὶ