ὅμοιον τῷ «ἐξ ἔτι πατρῶν». καὶ ὅτι τὸ «ἐξ ἔτι τοῦ» ταὐτόν ἐστι τῷ ἐξ ὅτου. Καὶ 2.668 ὅτι ὁ Νέστωρ, ὅτε καιρὸν εὗρε, κατακρίνων τὸν βασιλέα ἐφ' οἷς ὕβρισεν εἰς Ἀχιλλέα, οὐ μόνον λέγει, ὅτι ἑλὼν ἔχεις γέρας, ἀλλὰ καὶ ὅτι ἔβης τὴν Βρισηΐδα ἐκ τῆς τοῦ Ἀχιλλέως λαβὼν σκηνῆς, ὅπερ οὐδ' Ἀχιλλεὺς εἶπεν. Ἐκεῖνοςγὰρ ἐπιεικέστερον τῇ μητρὶ ἔφη, ὅτι κήρυκες αὐτὴν ἔβαν ἄγοντες, ὁ δὲ γέρων δριμύτερον τοῦ βασιλέως καθάπτεται, ἀφ' ὧν ἐκεῖνος εἶπεν ἀπειλησάμενος, ὡς ἐγὼ ἄγω Βρισηΐδα αὐτὸς ἰὼν κλισίηνδε. (ῃ. 108 ς.) Λέγει δὲ ὁ Νέστωρ καὶ ὅτι «οὔ τι καθ' ἡμέτερόν γε νόον, μάλα γάρ τοι ἔγωγε πόλλ' ἀπεμυθεόμην», ἤτοι ἀπηγόρευον, ὃ ἀνάπαλιν ἔχει πρὸς τὸ μυθεῖσθαι καὶ παραμυθεῖσθαι. Ὅτι δὲ ἀληθῶς ὁ γέρων ἀπεμυθεῖτο, ἡ αʹ ῥαψῳδία δηλοῖ ἐν τῷ «μήτε σὺ τόνδ' ἀγαθός περ ἐών» καὶ ἑξῆς. Εἰ δὲ μὴ πόλλ' ἀπεμυθεῖτο- Οἴδαμεν γὰρ ὡς ἐν τῇ ῥηθείσῃ ῥαψῳδίᾳ καίρια μέν, οὐ πολλὰ δὲ ὁ ῥήτωρ ἀπεμυθήσατο. -, νοητέον ὡς κατὰ τὸ σιωπώμενον οὐκ ὀλίγα ὕστερον τὸν βασιλέα ἐμέμψατο, ἐφ' οἷς ἐκεῖνος εἰς τὸν τηλικοῦτον Ἀχιλλέα ὕβρισεν (ῃ. 109 ς.) Εἶτα ἐξαίρων τῷ λόγῳ τὸν Ἀχιλλέα φησὶ «σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν, ἠτίμησας». Καὶ ὅρα, ὡς παιδεύει Ὅμηρος, ὅπως χρὴ πεπαιδευμένως τοῖς ἄρχουσιν ὁμιλεῖν. Νέστωρ γὰρ τῷ βασιλεῖ δι' αὐθάδειαν καὶ προπέτειαν εἰς Ἀχιλλέα ὑβρίσαντι λέγει, ὅτι μεγαλήτορι θυμῷ εἴξας ἠτίμησε τὸν Ἀχιλλέα, ψυχῆς μὲν μεγαλειότητα καλέσας καθ' ὑπαλλαγὴν ὀνόματος τὴν αὐθάδειαν, τὸ δὲ προπετεύσασθαι εἶξαι εἰπών. Αὐτὸς μέντοι ὁ βασιλεὺς μετ' ὀλίγα ἑαυτοῦ καταγνοὺς λευγαλέας φρένας τὰς οἰκείας λέγει, ὡς οἷον ὀλοόφρονα, ἤγουν ὀλεθριόφρονα, καλέσας ἑαυτὸν ἀντὶ μεγαλήτορος. ∆ύναται δὲ μεγαλήτορα θυμὸν λέγειν καὶ τὸν πάνυ μέγαν θυμόν, ὡς μετ' ὀλίγα ἐν τοῖς πρὸς Ἀχιλλέα λόγοις ῥηθήσεται. (ῃ. 106) Ἰστέον δὲ ὅτι τὸ «ὅτε διογενές» καὶ ἑξῆς γράφεται καὶ «ὅτε διογενεῦς», ὁμοίως τῷ Ὀδυσσέος Ὀδυσσεῦς, ἵνα λέγῃ τὴν κόρην τοῦ διογενοῦς Ἀχιλλέως. Καὶ εἶχε μὲν διογενοῦς εἰπεῖν ἀσφαλῶς, προείλετο δὲ τὸ ποιητικώτερον. (ῃ. 107) Τὸ δὲ «χωομένου Ἀχιλῆος» παιδευτικῶς πρόσκειται, ὡς μὴ δέον ὂν τὸν ἀγαθὸν βασιλέα δριμέως ἐπεξιέναι τῷ ὀργιζομένῳ ἄγαν καὶ οὕτως ἐπισκοτουμένῳ τὸν νοῦν ἥρωϊ. (ῃ. 108) Τὸ δὲ «οὔ τι καθ' ἡμέτερόν γε νόον» ἐπὶ τῶν ἀπαρεσκομένων τινὶ ἁρμόττει εἰπεῖν. (ῃ. 111-3) Ἐπὶ δέ γε τῶν θελόντων σπείσασθαι πρὸς ἐχθραίνοντα οἰκεῖον τὸ «φραζώμεθα ὥς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν δώροισίν τ' ἀγανοῖσιν ἔπεσσί 2.669 τε μειλιχίοισι», τουτέστι παντὶ τρόπῳ, καὶ λόγοις ἱλαροῖς καὶ ἔργοις δεξιωτικοῖς. (ῃ. 111) Ὅρα δὲ καὶ νῦν τὸ «ἠτίμησεν» ἀνομοίως λεχθὲν τῇ ὕστερον χρήσει. Οἱ γὰρ μεθ' Ὅμηρον ἠτίμωσε λέγουσι κατὰ συζυγίας ἐναλλαγήν, ὃ δὴ καὶ ἐπ' ἄλλων γίνεται τῆς συνθέσεως ἐναλλαττούσης τὰς συζυγίας, οἷον δοκῶ δοκεῖς τὸ ἁπλοῦν, προσδοκῶ δέ, προσδοκᾷς, τὸ σύνθετον. Οὕτω καὶ ὁρῶ ὁρᾷς ἐν ἁπλότητι, ἐν δὲ συνθέσει θεωρῶ θεωρεῖς, καὶ κυκλῶ μὲν κυκλοῖς, [ὃ καὶ κυκλεύειν φαμέν], εἰσκυκλῶ δὲ εἰσκυκλεῖς, καὶ λογίζω μέν, ἐλλογῶ δέ, ὡς τὸ «ἐμοὶ ἐλλόγει», καὶ χειρίζω μὲν χειρίσω, διαχρῶ δὲ διαχρήσω, καὶ σκοτίζω μέν, ἐπισκοτῶ δέ, καὶ ἱερεύω μὲν βαρυτόνως, καλλιερῶ δὲ περισπωμένως, καὶ τοπῶ μὲν τοπᾷς, καχυποτοπῶ δὲ καχυποτοπεῖς, καὶ ξενίζω μὲν καὶ κακίζω, προξενῶ δὲ καὶ φιλοξενῶ καὶ ἐκκακῶ, καὶ ὁρίζω μέν, ὁμορῶ δέ, καὶ ὁρκίζω μέν, εὐορκῶ δέ, καὶ ὁπλίζω εὐοπλῶ, πλέω εὐθυπλοῶ, ῥέω εὐροῶ, σὺν δὲ μυρίοις ἑτέροις καὶ τιμῶ μὲν τιμήσω, τὸ ἁπλοῦν, ἀτιμῶ δὲ ἀτιμώσω, τὸ σύνθετον, παρὰ τοῖς μεθ' Ὅμηρον. (ῃ. 112) Ἀρέσασθαι δὲ καὶ νῦν τὸ εἰς φιλίαν ἁρμόσασθαι, ὅθεν καὶ ἀρθμός ἡ φιλία καὶ ἑταῖροι ἐρίηρες, οἱ ἄγαν ἀλλήλοις ἀρεστοί, ὅ ἐστιν ἡρμοσμένοι, καὶ πρόσαρμα δὲ ἡ τῷ σώματι προσφυὴς τροφή. μετ' ὀλίγα δὲ καὶ ἐνεργητικῶς ἀρέσαι φησὶ τὸ φιλοφρονήσασθαι. Καὶ τὸ ἀρήσασθαι δὲ ἀντὶ τοῦ εὔξασθαι ὁμοίας ἐστὶ δυνάμεως. καὶ γὰρ καὶ τὸ ἀρᾶσθαι ἁρμονία τίς ἐστι πρὸς θεόν, ὥσπερ καὶ ἡ εὐχή, ἣν ὁ Αἰλιανὸς πρέσβιν φησὶ πρὸς θεὸν ἀδωρότατον. (ῃ. 113) Ὅρα δὲ καὶ ἐν στίχῳ ἑνὶ πάρισα τέσσαρα, τὸ «δώροισι» καὶ