278
κρυπτόμενον, ὃν καὶ προφήτην ἀπέδειξεν τοῦ ἰδίου πληρώσας πνεύματος. Τινὲς δὲ ποιμένα τὸν Ἰωσὴφ ἔφασαν, οὗπερ ἀναγαγὼν τὰ ὀστᾶ, μετὰ τῶν πρὶν ὑποχειρίων διήγαγεν, δεικνὺς ὡς οὐδὲ νεκρῶν τῶν ἁγίων ἐπιλανθάνεται, ζωοποιεῖν αὐτὰ προαιρούμενος. Ἄλλοι τὸν Χρι 2676 στὸν ἔφασαν ἐκ γῆς ἀναχθέντα, ἢ διὰ τὴν ἀνάστασιν, ἢ καὶ διὰ τὴν ἀπὸ γῆς αὐτοῦ γέννησιν. Ἡμέρας δὲ αἰωνίους, ἢ τὰς ἀρχαίας, ἢ τὰς ἀεὶ μνημονευτούς φησιν. Τὸ δὲ, ποῦ ἐστι; τῆς αὐτῶν λήθης κατηγορεῖ. Σύμφωνον δὲ τὸ, "Κατέβη γὰρ πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς." Καὶ ∆αβὶδ δέ φησιν· "Ἐξαπέστειλεν τὸ πνεῦμα αὐτοῦ, καὶ ἰάσατο αὐτούς." Ὁ δὲ Θεὸς τὸ πνεῦμά ἐστιν. Ἀντὶ δὲ τοῦ, Κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ὁ Σύμμαχος, Ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν, εἴρηκεν. Καὶ κατίσχυσε δὲ νοήσεις, ὅτι νενίκηκεν αὐτῶν τὴν φύσιν πήξας αὐτά. Ἐπάγη γὰρ, φησὶν, ὡσεὶ τεῖχος τὰ ὕδατα ῥευστὰ τῇ φύσει τυγχάνοντα· ἤγουν πρὸς τὸ παγῆναι ἔδωκεν αὐτοῖς ἰσχύν. Καὶ τῷ μετὰ ταῦτα, φασὶ, ∆ιήγαγεν αὐτοὺς, ὡς ἵππον ἐν πεδίῳ, μετὰ πάσης ἀνέσεως, ἰσοδυναμεῖ τὸ ἐν Ψαλμοῖς· "Ἀνήγαγεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ὡδήγησεν αὐτοὺς, ὡς ποίμνιον ἐν ἐρήμῳ." Ὁμοῦ δὲ καὶ τὸν λαὸν ἔσωζε, καὶ αὐτὸς ἐδοξάζετο ποιῶν ἑαυτῷ ὄνομα. Ὁ δὲ Σύμμαχος αὐτῶν ἔφη· τοῦτ' ἔστι, τὸν ἴδιον δοξάζων λαόν. Ἀναισθήτους τοίνυν εὑρὼν, γέγονε δυσμενής. Οὐ μὴν ἀπογνωστέον· ἀλλ' ἐπιμείνωμεν ἐγώ τε καὶ ὅσοι θεοφιλεῖς ταῖς πρὸς αὐτὸν ἱκετείαις, λέγοντες· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ· εἴγε κρείττους γενοίμεθα, καὶ ἄξιοι τοῦ λέγειν, Ἴδε. Τινὲς δὲ ἀπὸ παντὸς τοῦ ἔθνους φασὶ τὰς λιτάς· ἄλλοι τοῦ προφήτου μόνου. Ἀπ' οὐρανοῦ δὲ γνωρίζει τὸν Θεὸν, οὐχ ὡς τόπῳ περικλειόμενον, ἀλλ' ὡς ἐν ἀξίαις ἀναπαυόμενον ταῖς ἄνω δυνάμεσιν. ∆ιὸ καὶ οἶκον καὶ θρόνον λέγει τὸν οὐρανόν· ἤγουν ἀναφέρων ἐκ τῶν γηΐνων πραγμάτων τὰ τῶν ἀκουόντων φρονήματα καταπεπτωκότα πρὸς γῆν, ὡς ἂν μηδὲν φρονοῖεν περὶ Θεοῦ ταπεινόν. Τὰ γὰρ πάντα συνέχων, καὶ κυβερνῶν, γνωρισθείη ἂν εἰκότως ἐξ οὐρανοῦ. Ὑπομιμνήσκουσι δὲ τὸν Θεὸν, ὡς πολλάκις οὐ δι' αὐτοὺς, διὰ δὲ τὸν ἴδιον ζῆλον, γέγονε περὶ τούτους φιλάνθρωπος ἀναξίους ὑπάρχοντας, ὡς καὶ καταξιώσας εἰπεῖν, Ὁ λαός μου τέκνα. Ὡς δὲ μηκέτι μετέχοντες τοῦ ζήλου, καὶ τῆς ἰσχύος αὐτοῦ, ταῦτά φασιν, οὐχ ὡς ἐκείνων ἐκλελοιπότων. Ἐζήλου γὰρ πάλαι δουλεύοντας Αἰγυπτίοις, αἰχμαλώτων τε γεγονότων ἔφασκεν· Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ τὴν Σιὼν ζῆλον μέγαν. Εἶτα τοῖς ἑλοῦσι φήσας ὀργίζεσθαι, ἐπάγει· Ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. Τινὲς δὲ ζῆλον τὴν εἰς αὐτοὺς ἐδέξαντο πρόνοιαν. Τοιγαροῦν ὀργιζόμενος τῷ λαῷ λέγει· Ἀρῶ τὸν ζῆλόν μου ἀπὸ σοῦ, τοῦτ' ἔστι, τὴν κηδεμονίαν. Οὐδὲ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ τῇ γενέσει διηκονήσατο Σὺ δὲ ὁ ἐκ μὴ ὄντων παραγαγὼν, καὶ 2677 Πατὴρ πάντων πνευμάτων, καὶ τῶν κατ' εἰκόνα τὴν σὴν πεποιημένων ψυχῶν. Ἐκεῖνος γὰρ εἰ καὶ τὴν ἐπαγγελίαν εἴληφεν, ἀλλ' ἡμᾶς οὐ τεθέαται. Ὅθεν ἐλέησον ἡμᾶς, οὓς τὸ σὸν ὄνομα κοσμεῖ. Κλῆρος γάρ σου κεκλήμεθα. Τῷ σῷ τοίνυν ὀνόματι χάρισαι, ὡς ἂν μὴ βλασφημῆται παρὰ τοῖς ἔθνεσιν. Ταῦτα ἐξ οἰκείου προσώπου, καὶ τῶν εὐλαβεστέρων εἰπὼν ὁ προφήτης, εἰσάγει τοὺς ἐν τῷ λαῷ φιλαιτίους οὐκ ὀκνοῦντας αὐτῷ πολλάκις καταμέμφεσθαι τῷ Θεῷ λέγοντας· Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ὡς ἂν αὐτὸν τῆς ἐκπτώσεως, ἢν διὰ Χριστὸν ὑπέμειναν, αἰτιώμενοι, κατὰ τοὺς λέγοντας ἀπὸ τοῦ λαοῦ παντὸς τὸν λόγον εἰρῆσθαι· ἤγουν ἀπὸ τοῦ προφήτου, ὃς πάντα, φασὶν, ἐπὶ τὸν Θεὸν ἀναφέρει, οὐχ ὡς τοῦ ἁμαρτάνειν αἴτιον, ἀλλ' ὡς συγχωροῦντα· δι' ὧν οὐ παραχρῆμα δίκην εἰσπράττεται. Οὕτως ἁμαρτάνοντες πεπρᾶσθαι λεγόμεθα παρ' αὐτοῦ, ὡς ταῖς ἰδίαις ἁμαρτίαις ἐκδεδομένοι. ∆ιὸ καὶ τοῦ Φαραὼ σκληρύναι λέγεται τὴν καρδίαν, διότι μακροθυμῶν, οὐκ ἀπὸ πρώτης αὐτὸν ἀνεῖλε πληγῆς, ὡς ἂν πολλάκις παιομένου, καὶ μὴ ἐπιστρέφοντος, ἀναίτιος δειχθῇ τὴν ἐσχάτην ἐπάγων πληγήν. Σὺ δ' οὖν, ὁ Θεὸς, διὰ τοὺς δούλους σου· καὶ γὰρ εἰκὸς εἶναί τινας ἐν τῷ πλήθει τοιούτους· ἤγουν διὰ τοὺς