279
κατὰ γενεὰν εὐαρεστήσαντάς σοι· ἤγουν ἐπειδὴ ἅπαξ ἐφθάσαμεν κλῆρος ὀνομάζεσθαι σὸς, εἰ καὶ μὴ δι' εὐπειθείας δουλεύομεν. Ἔτι δὲ καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ὅπερ εἰς ταὐτὸν τείνει. Ἤγουν τοὺς κατ' εἶδος εὐαρεστοῦντάς σοι ἐπίστρεψον ἡμᾶς, ἵνα προφάσει τῶν ἀξίων δυνηθῶμεν καὶ ἡμεῖς μικρᾶς μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ. Φίλον δὲ τῇ Γραφῇ ὄρος ἅγιον τὴν Ἐκκλησίαν καλεῖν, ἧς γεγόνασι βραχύ τι μέρος οἱ ἐξ Ἰσραὴλ, διὰ τὸ κατάλειμμα, τοῦ ἐξ ἐθνῶν ἀπείρου πλήθους πιστεύσαντος. Εἰκὸς δὲ αὐτοὺς αἰτεῖν καὶ ἐν τῇ ἄνω πόλει βραχύ τι μέρος κληρονομεῖν. Τινὲς δέ φασιν, τῶν Ἀσσυρίων τὴν γῆν αὐτῶν ἐσχηκότων, ἀντοικισάντων τε τοὺς Γοθοαίους, οἳ καὶ Σαμαρεῖται τῷ τόπῳ παρωνομάσθησαν, περιλειφθῆναι δύο ἥμισυ μόνον φυλὰς, αἳ βραχύ τι μέρος κατεῖχον. Ὁ προφήτης αἰτεῖ ὅπερ ἔχειν ἐδόκουν, αὐτοῖς φυλαχθῆναι πρὸς μνήμην τῆς ἐξ ἀρχῆς εἰς τὸ γένος αὐτῶν εὐμενείας, ἧσπερ ἀρθείσης, ὡς μὴ λαὸς ἐσόμεθα σὸς, μηδὲ μερίς σου χρηματίσαντες, ἤγουν ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε τὴν ἐν Αἰγύπτῳ διατριβὴν ἐποιούμεθα, οὐ προφήτας, οὐχ ἱερέας, οὐ βασιλεῖς ἐσχηκότες, οὐδὲ τῶν σῶν χαρισμάτων οὐδὲν, πρὶν ἡμῖν ἀποσταλῆναι τὸν Μωσέα. Τότε γὰρ οὐκ ἐλεγόμεθα σοί. Καὶ νῦν δὲ εἰς τὸ αὐτὸ περιέστημεν τέλος, ὑπὸ πόδας πεσόντες τοὺς διαβολικοὺς, καὶ κοσμικαῖς ἐκδοθέντες ἐπιθυμίαις. Ταύτας γὰρ 2680 πλινθοποιοῦντες ἐλατρεύομεν πνεύμασι πονηροῖς. Ὃ καὶ νῦν γίνεται. Τοῦτο δὲ παρίστησιν ὁ Σωτὴρ περὶ τοῦ ἐξελθόντος πνεύματος λέγων, καὶ ὑποστρέψαντος μεθ' ἑτέρων πονηροτέρων ζʹ, ὅτε τὰ ἔσχατα χείρονα τῶν πρώτων εἰπών· Οὕτως ἔσται τῇ γενεᾷ ταύτῃ. Οὐκοῦν τὰ νῦν εἰρημένα προφητικῶς ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν ἐπιδημίαν ἀνάγεται, ὅτε διὰ τὰ κατὰ Χριστοῦ παρεώρανται, ὡς ὅτε τούτων οὐκ ἦρχε Θεός. Ὁ δὲ Σύμμαχος τὴν ὅλην οὕτως ἐξέδωκε ῥῆσιν· Ἐγενήθημεν ὡς ἀπ' αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης ἀπὸ προσώπου σου. Ὄρη κατέῤῥευσεν ὡς ἔκκαυσις πυρός. Ἐτάκη θάλασσα· ὕδατα ἐπτοήθησαν. Τοιοῦτοι γὰρ, φησὶ, γεγόναμεν, ὡς μηδὲ πώποτε τῶν σῶν πειραθέντες θαυμάτων, ἅπερ ἔδειξας ἐπὶ Μωσέως. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα· Γεγόναμεν ὡς τὸ ἀπαρχῆς. Πλὴν ἴσμεν, ὡς ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν, ὡς Θεὸς, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη· τὰς ἀντικειμένας δηλονότι δυνάμεις, τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου. Καὶ τὰ ἔθνη δὲ, τὰ μὴ εἰδότα σε, ταράξεις. Ἔθος δὲ τοῖς προφήταις τὴν κατὰ τοῦ Ἰσραὴλ ἡμαρτηκότος ὀργὴν εἰς τοὺς ἀλλοφύλους αἰτεῖν ἀποπέμπεσθαι. Καὶ ἐν Ψαλμοῖς γάρ φησιν· "Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο." ΚΕΦΑΛ. Ξ∆ʹ. αιβʹ. 9Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται, ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται. Καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομα Κυρίου ἐν τοῖς ὑπεναντίοισ9, κ.τ.λ. Καὶ νῦν δέ φησιν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν τῇ καθόδῳ τῆς ὀργῆς, ὡς ἐν καιρῷ τοῦ κατακλυσμοῦ (ἀνεῴχθησαν γὰρ οἱ καταράκται τοῦ οὐρανοῦ), ἔσται σου φανερὸν τὸ ὄνομα ἐν τοῖς ὑπεναντίοις, ὡς ὅτε Σοδομίταις ἠφίει τὸ πῦρ, καὶ πληγαῖς πολλαῖς ᾐκίσατο Φαραώ. ∆ιὰ τῆς οὖν κατ' ἐκείνων ὀργῆς, μὴ διὰ τῆς καθ' ἡμῶν, φανερώσῃς τὴν σεαυτοῦ δόξαν. Τὰ δὲ παρόντα ταῦτα, παραστατικὰ τοῦ μὴ δι' ἀσθένειαν τοῦ Θεοῦ τοιαῦτα παθεῖν τὸν λαὸν, διὰ δὲ μόνας ἁμαρτίας ἐγκαταλελεῖφθαι. Τοσαύτη γὰρ ἡ τοῦ Θεοῦ δύναμις, ὡς οὐρανοῦ καὶ τῶν ὑπὸ τούτου κρατεῖν. Ὅθεν ἀπ' αἰῶνος οὐκ ἠκούσαμεν τίς ἕτερος τοιοῦτος Θεὸς, οὐδὲ τοιούτων ἔργων τεθεάμεθα ποιητήν· Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε· καὶ, Οὐδεὶς ὄψεταί μου τὸ πρόσωπον καὶ ζήσεται. Ἀφ' ὧν δὲ ποιεῖ καὶ πράττει γνωρίζεται. "Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται." Καὶ τὸν Χριστὸν δὲ ἵσως αἰνίττεται τὸν καὶ ἐπὶ τοῦ Σινᾶ φανέντα διὰ τῆς ἐμφαινομένης πᾶσι δόξης. Φησὶ γὰρ, Ὡς ἑώρα πᾶς ὁ λαὸς τὴν 2681 δόξαν Κυρίου. Τοῖς δὲ ὑπομένουσί σε, τοῦτ' ἔστι τοῖς ἐλπίζουσιν ἐπὶ σὲ, ἐπιδαψιλεύει τὸν ἔλεον. Ἕψεται