βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Πέτρος πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου Σάβα, τὸν τόπον ἐπέχων Ἀδρια νοῦ πάπα Ῥώμης, Ταράσιος ΚΠ. Ἰωάννης, Γεώργιος καὶ Θωμᾶς μοναχοὶ καὶ πρεσβύτεροι. τοποτη ρηταὶ τῶν ἀποστολικῶν θρόνων τῆς ἀνατολικῆς διοικήσεως, τοῦ τε Πολιτιανοῦ Ἀλεξανδρείας καὶ Θεοδωρήτου Ἀντιοχείας, Ἡλία Ἱεροσολύμων, κατατῆς πρώην ἀθέσμως συναθροισθείσης παρὰ Κων σταντίνου τοῦ τηνικαῦτα βασιλεύοντος, τῆς ἀνόμως καὶ ἀθέσμως συναθροισθείσης καὶ ὀνομασθείσης ζʹ συνόδου ἐφ' ὕβρει καὶ καταστροφῇ 666 τῶν σεβα σμίων καὶ ἁγίων εἰκόνων, κενολογησάσης ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ τὰς ἁγίας εἰκόνας προσεκύνη σαν, οὓς καὶ ἀναθεματίσασα ἡ ἁγία σύνοδος καὶ τοὺς ἐξάρχους αὐτῶν, Θεοδόσιον τὸν Ἐφέσου, Σισί νιον τὸν Πέργης, οὗ τὸ ἐπίκλην Παστιλλᾶς, Βασί λειον Ἀντιοχείας Πισιδίας τὸν λεγόμενον Τρικάκαβον. Τὴν δὲ τῶν σεπτῶν εἰκόνων ἀρχῆθεν παραδεδομένην τῇ Ἐκκλησίᾳ προσκύνησιν ἀνανεώσασα, ὥρισε πα ραπλησίως ταύτας τῷ σταυρῷ προσκυνεῖσθαι.
ΣΝΖʹ. Βασιλεία Κωνσταντίνου μόνου. Φθόνῳ δέ τινες φερόμενοι τῶν οἰκείων τῆς βα 110.964 σιλίσσης Εἰρήνης, βουλόμενοι τὰ πράγματα οὗτοι διοικεῖν, συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, πεί σαντες αὐτὴν ὡς οὐκ ἔστιν ὡρισμένον παρὰ Θεῷ (τὸ) κρατῆσαι τὸν υἱόν σου, ἀλλὰ σή ἐστιν ἡ βασιλεία. Αὕτη δὲ, ὡς ἅτε γυνὴ ἐξαπατηθεῖσα καὶ στέρ γουσα τὸ φίλαρχον, ἐβεβαιώθη τῷ νοῒ οὕτως εἶναι. Ὁ οὖν βασιλεὺς, εἰκοσαετὴς ὢν καὶ ῥωμαλεώτατος πάνυ καὶ ἱκανὸς ἐν τοῖς πολέμοις, ἐλυπεῖτο μηδὲν ἐξουσιάζων καὶ ἐμελέτησε κατὰ τῆς μητρὸς αὐ τοῦ. Ἡ δὲ, τοῦτο γνοῦσα παρὰ Σταυρακίου, τοὺς μὲν οἰκείους ἀνθρώπους αὐτοῦ πάντας τύψασα ἐξώρισε, τὸν δὲ μάγιστρον (Πέτρον) καὶ Θεόδωρον πατρίκιον τὸν Καμουλιανὸν καὶ ἑτέρους τῶν ἐν τέ λει ἐν κάστροις ἐξώρισε, τὸν δὲ υἱὸν αὐτῆς πολλὰ λοιδορήσασα ἀπρόϊτον ἐποίησε, πάντα δὲ τὸν στρατὸν καὶ πάντας τοὺς ἐν τέλει ὀμόσαι πεποίηκεν, ὅτι "Ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι." ̣2 ̣ Ἀρμενιακοὶ δὲ μόνοι τοῦτο οὐ κατεδέ ξαντο, Ἀλλὰ Κωνσταντῖνον καὶ Εἰρήνην ὡς ἐξ ἀρχῆς εὐφήμουν. 667 ̣3 ̣ Ἡ δὲ ἀπέστειλεν Ἀλέξιον δρουγγάριον τῆς βίγλης, ᾧ ἐπίκλην Μωσηλὲ, πρὸς τὸ πεῖσαι αὐ τούς. Οἱ δὲ τοῦτον κρατήσαντες, ἄρχειν αὐτῶν προε βάλλοντο, τὸν ἴδιον στρατηγὸν φρουρήσαντες καὶ Κωνσταντῖνον μόνον εὐφήμουν. ̣170a ̣4 ̣ Τοῦτο μαθόντες οἱ τῶν λοιπῶν θε μάτων λαοὶ ὁμοίως εὐφήμουν, τοῦ διαβόλου τὴν τοιαύτην ἄρνησιν καὶ ἐπιορκίαν τοῖς ἀνθρώποις ὑποβάλλοντος. Φοβηθεῖσα δὲ ἡ Εἰρήνη τὸ τοῦ λαοῦ ὅρμημα, ἐξαπέστειλε τὸν υἱὸν αὐτῆς πρὸς τὸ στρά τευμα· αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα εὐφήμησαν, τὴν μητέρα αὐτοῦ ἀπεκήρυξαν ̣5 ̣ Τὸν δὲ Ἀλέξιον ἐκύρωσε στρατηγὸν τῶν Ἀρμενιακῶν. Ὑποστρέψας δὲ ἐν τῇ πόλει Σταυράκιον καὶ Ἀέτιον πρωτοσπαθαρίους καὶ οἰκείους αὐ τῆς ἀνθρώπους ἀνηλεῶς τύψας ἐξώρισεν, ὡσαύτως καὶ τοὺς λοιποὺς καὶ οἰκείους αὐτῆς εὐνούχους· αὐτὴν δὲ μετὰ ἀπαθειῶν ἐκάθισεν ἐν τῷ οἴκῳ τοῦ Ἐλευθερίου, ὃν αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρήματα κατέκρυψεν. ̣6 ̣ Ἐγένετο δὲ (καὶ) ἐμπρησμὸς, καὶ ἐκάη ὁ τρίκλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ αἱ καμάραι αἱ ὑποκάτω, ἔνθα ἀπέκειντο καὶ τὰ σχέδη πάσης Γραφῆς, ἃ ἡρμήνευσεν ὁ μέ γας Χρυσόστομος· καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μιλίου καὶ τοῦ κυαιστωρείου πανταχόσε ἐπινεμο μένη, ἕως οὗ πάντα κατέκαυσεν. ̣7 ̣ Ὁ δὲ βασιλεὺς ἐξῆλθε κατὰ Βουλγάρων, καὶ τούτους ληϊσάμενος ὑπέστρεψε μετὰ νίκης. 110.965 ̣8 ̣ Ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολ λοῦ 668 ἀπελθὼν κατὰ Ἀράβων, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. ̣9 ̣ Παρακληθεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει, αὖθις ἀναγορεύει αὐτὴν, καὶ εὐφημεῖσθαι ὡς ἐξ ἀρχῆς (Κωνσταντῖνον καὶ Εἰρήνην τοῖς πᾶσι) διεκελεύσατο. Καὶ πάντες μὲν πειθαρχοῦσιν, Ἀρμενιακοὶ δὲ μόνοι στασιά ζουσι καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μωσηλὲ (ὃν ἐτίμησε πατρίκιον καὶ μεθ' ἑαυτοῦ εἶχεν ὁ βασι λεύς). Τοῦτον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καὶ διά τινας λόγους, οὓς