280
γὰρ πάντως τοῖς τῆς δικαιοσύνης ἐργάταις. Ὁδοὺς γὰρ Κυρίου λέγει τὰς ἐντολὰς, ὥσπερ οὖν ὁ ∆αβίδ· Ἐν τῇ ὁδῷ σου ζήσομαι, καὶ πάλιν· Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτ' ἂν ἐπλάτυνας τὴν καρδίαν μου. Ἰστέον δὲ ὡς τὸ, Οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον, εἴρηται μὲν εἰς τὸ τῆς θείας δυνάμεως ἀπαράβλητον. Ὁ δὲ Παῦλος μηδὲν τούτῳ λυμαινόμενος, εἰς τὰ ἐπαγγελθέντα τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐξείληφεν ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν. Οὐδὲν γὰρ τοιοῦτον οὐ θεατὸν, οὔτε μὴν ἀκουστόν. Καὶ ἀλλαχοῦ δέ φησιν· Ἀρθεὶς ἕως τρίτου οὐρανοῦ ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· οὐχ ὡς ἐνταλθεὶς μὴ εἰπεῖν, ἀλλ' ὡς μὴ φρᾶσαι ταῦτα πρὸς ἀξίαν δυνάμενος. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν· ὡς εἰ σαφέστερον ἔλεγεν, Ἐπειδὴ ἡμεῖς ἡμάρτομεν, σὺ ὠργίσθης. Καὶ ἄλλως δὲ, Θεοῦ ἡμᾶς ἀποστραφέντος δι' ἁμαρτίας, μεῖζον ἐν ἡμῖν τὸ κακὸν ἐμφύεται· ὡς παιδαγωγοῦ τινος ἀπειλήσαντος μὲν πολλάκις, καὶ τύψαντος, τέλος δὲ παριδόντος νέον συνεχῶς ἁμαρτάνοντα. Μείζω γὰρ οὗτος τῶν κακῶν ἕξει τὴν ἄδειαν. Εἰ γὰρ Θεοῦ συνεργοῦντός ἐσμεν ἀγαθοί· δῆλον, ὡς ἀποστραφέντος, μειζόνως κακοί. Θεὸς γάρ ἐστιν ὁ τῶν δυνάμεων Κύριος. Καὶ γὰρ ἔφη Χριστός· Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. Καὶ περὶ τῶν ἁγίων φησὶν ὁ ∆αβίδ· "Ὅτι τὸ καύχημα τῶν δυνάμεων αὐτῶν εἶ σύ." Καὶ ἀλλαχοῦ δέ φησιν· "Οὐκ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς." Οὐ γὰρ ἐφ' ἡμῖν τοσοῦτον, ὅσον ἐν Θεῷ, τῆς σωτηρίας ἡ δύναμις. Ἀλλὰ καὶ ἐπλανήθημεν, φησὶ, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι. Εἰ δὲ καὶ δόξει τις ἐν ἡμῖν δικαία πρᾶξις εὑρίσκεσθαι, ἐῤῥυπωμένη καὶ αὕτη καὶ ἄτιμος ἐξελέγχεται. Καὶ πῶς γὰρ ἂν εἴη δικαιοσύνη παρ' αὐτοῖς εἰς Χριστὸν ἠσεβηκόσι, τὴν ὄντως δικαιοσύνην; Ἀκάθαρτοι τοίνυν, κἂν δοκοῖέν τινες ἐπιεικεῖς ἐν αὐτοῖς. Κἂν γὰρ παρατηροῖεν τὰς ἐντολὰς, ἀλλὰ διάθεσιν οὐκ ἔχουσι πρὸς Θεόν. Τοῦτο δὲ καὶ ἔκρευσιν ἡμῖν, ὡς φύλλοις ἐκ δένδρου πεποίηκεν, τῆς ἑαυτῶν ῥίζης ἐκπεπτωκόσι. Καὶ ὁ μὲν Ἀπόστολος τοῦ ἔθνους κατηγορῶν, ὡς κλάδους ἀπὸ δένδρου κεκλᾶσθαί φησιν. Ὁ δὲ τὴν κατηγορίαν ἐπιτείνων, φύλλοις παρέβαλεν ἐξ ἀνέμου ῥιφεῖσιν. Εὐπαρακόμιστον γὰρ ἐσχήκασι τὴν καρδίαν, καὶ οἷον παντὶ περιφερομένην πνεύματι. Καὶ πῶς γὰρ ἦν ἡμᾶς εὖ πρᾶξαι τὴν ἀποστροφὴν τὴν παρὰ σοῦ, φησὶν, ὑπομείναντας; Οὐδὲ γὰρ εὑρέθη τις ἐν ἡμῖν ὁ δυσωπῆσαι δυνάμενός σε δικαιοσύνῃ καὶ προσευχαῖς. 2684 Πλὴν ἀλλὰ καὶ οὕτως Πατέρα γινώσκομεν, καὶ πλάστην ἡμέτερον, εἰ καὶ σκευῶν ὀστρακίνων δίκην ῥηγνύμεθα συντριβόμενοι. ∆ιὸ δίδου συγγνώμην τῇ τοιαύτῃ σαθρότητι. Ὃν γὰρ ἐξ ἔργων οὐκ ἔχουσι δυσωπεῖν, ὡς δημιουργὸν εὐμενίζονται, σώζειν αἰτοῦντες, οὓς τὴν ἀρχὴν εἰς τὸ εἶναι παρήγαγεν. Ὡς δὲ τῆς ὀργῆς ἄξια πράξαντες, ἐλευθέραν οὐκ ἔχουσι παῤῥησίαν, ἀγαπητὸν κρίνοντες τὸ μὴ ταύτην ἐπιταθῆναι. Ὅτι μὲν γάρ σου λίαν ἐπωφελὴς ἡ ὀργὴ, δῆλον· πλὴν δι' ἀσθένειαν οὐ φέρομεν αὐτῆς τὴν ἐπίτασιν. ∆ιὸ καὶ ∆αβὶδ αἰτεῖ μὲν ἐλεγχθῆναι, ἀλλ' οὐ θυμῷ, καὶ παιδευθῆναι, ἀλλ' οὐκ ὀργῇ. Φησὶ δέ· Μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Τοῦτο δέ φησιν ὁ προφήτης, εἰδὼς αὐτοὺς τῇ τοῦ ἤθους ἐπιμένοντας πονηρίᾳ, ἐφ' ὧν εἰς δίκην καὶ τὰ προλαβόντα συνάγεται. Εἰ δὲ καὶ πατρικῆς ἀδικίας γένοιντο κληρονόμοι, καὶ τὰς ἐκείνων ἐφ' ἑαυτοὺς ἕλκουσι δίκας. Τοιγαροῦν ἐν ἑκατοστῷ ὀγδόῳ ψαλμῷ διὰ τὸν Ἰούδαν λέγων, Ἀναμνησθείη, φησὶν, ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ. Εἰ δὲ μὴ πάντα γέγονεν ἐπ' αὐτοῦ τὰ ἐν κατάρας λεγόμενα σχήματι, μὴ θαυμάσῃς· προλέγει γὰρ Θεὸς, φοβεῖν, οὐκ ἐπάγειν βουλόμενος. Ἄλλως τε λέγει τὰ κεχρεωστημένα τῇ πονηρίᾳ. Ὃ δὲ μὴ τούτων ἐπάγεται, τῇ φιλανθρωπίᾳ λογίζου. Πάλιν δὲ εἰς οἶκτον ὁ προφήτης τὸν Θεὸν ἐπισπώμενος, τὰ ἐξ ἀρχῆς ὑπάρξαντα τῷ λαῷ μνημονεύει συνθήματα, Λαόν σου, λέγων, καὶ πόλιν μὴ παρίδῃς, ἐν ᾗ τὰ ἅγια, καὶ ἡ σκηνὴ, καὶ ἡ κιβωτὸς, ὅ τε σταθείς σοι νεὼς, ἃ καὶ περίβλεπτα πᾶσιν ἐτύγχανεν· τοῦτο τῶν πατέρων προειρηκότων περὶ τοῦ ναοῦ, ὡς καὶ πυρίκαυστος γέγονεν, ὡς ἐν κατάρας μέρει