281
κεῖσθαι, ὡς ὅτ' ἄν τις λέγοι· Πάθοιμι, ἢ καταστραφείην, ὡς Ἱερουσαλὴμ, ὅ τε ταύτης ναός. Ταῦτα δὲ γέγονεν οὐ διὰ σὴν ἀσθένειαν, ἀλλ' ἡμῶν ἠσεβηκότων εἰς τὸν Χριστόν. Τινὲς δὲ κατάραν ἔφασαν τὴν κατάῤῥησιν. Οἱ γὰρ ἑλόντες τὴν Ἱερουσαλὴμ θεοὺς μὲν τοὺς ἰδίους ἐδόξαζον, ἀσθενείας δὲ τὸν ταύτης ᾐτιῶντο Θεόν. ΚΕΦΑΛ. ΞΕʹ. αιβʹ. 9Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐναντίον ἐμοῦ διαπαντὸς, αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις, ἂ οὐκ ἔστιν9, κ.τ.λ. Τῶν μὲν ἐξομολογησαμένων δι' εὐχῆς, τῶν δὲ ὀνειδισάντων ὡς πλανήσαντι τῷ Θεῷ, ἀποκρίνεται δυνάμει λέγων· Πῶς ἂν παρεῖδον εὐχομένους, ὁ μὴ τὸν 2685 θάνατον τοῦ ἁμαρτωλοῦ ζητῶν, ὡς τὴν μετάνοιαν; Πῶς δ' ἂν ἐπλάνησα, ἐπιστρέφειν πάντας παρακαλῶν, καὶ ἀνίστασθαι πίπτοντας; πῶς δ' ἂν ἐσκλήρυνον ὑμᾶς, ὁ καὶ τοῖς μακρὰν ἀφεστῶσιν ἐμοῦ διὰ φιλανθρωπίαν ἐπιτρέχων αὐτόματος, ὡς καὶ τοὺς ἀλλοφύλους γινώσκειν ἐμὲ, μηδὲν εἰς τοῦτο μοχθήσαντας, ἐμαυτὸν αὐτοῖς ἐπιδείξαντος; Ὁ δὲ περὶ τοὺς ἀλλοτρίους τοιοῦτος, πῶς περὶ ὑμᾶς ἀπηνής; Καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς χάριτος, καλῶν εὐμενῶς, καὶ οἷα χερσὶν ἐκτεταμέναις γνησίους παῖδας περιλαβεῖν ἐπειγόμενος, καὶ μισοῦντας ὑμᾶς ἀγαπῶν. Τινὲς δὲ λέγουσιν, ὡς αὐτούς φησι μὴ ἐπερωτήσαντας. Ἀφ' ἑαυτοῦ γὰρ εἰς τὰς συναγωγὰς εἰσέτρεχεν, κηρύσσων καὶ θεραπεύων, ἔλεγέν τε αὐτοῖς· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ, Εἴτις διψᾷ, ἐρχέσθω πρός με. Ἀλλ' ἠκολούθουν ταῖς ἑαυτῶν ἁμαρτίαις. Καί τοι γεγωνότος ἐμοῦ· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Τινὲς δὲ πρὸς τὰ ἐν Αἰγύπτῳ, καὶ κατὰ καιροὺς λυπηρὰ, τὸν λόγον ἐδέξαντο, ὅτι μὴ κληθεὶς αὐτοῖς ἐβοήθει. Ἐγὼ γὰρ, ὁ καὶ διὰ Μωσέως χεῖρας ἐκπεταννὺς, πρὸς τὸ τοὺς μὲν οἰκειώσασθαι διὰ νίκης, τὸν δὲ Ἀμαλὴκ ἀπολέσαι, καί τοι κεχηνότων πρὸς εἴδωλα, καὶ ταῖς ἑαυτῶν ἐπιθυμίαις ἀκολουθούντων, ἀλλ' οὐ νῦν πρῶτον. Ὑμεῖς γὰρ οἱ ἐκ παντὸς αἰῶνός με παροξύναντες, θύοντες ἐνώπιον ἐμοῦ τοῦ πάντα ἐφορῶντος Θεοῦ, καὶ εἰπόντος· Μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι [ἐναντίον ἐμοῦ] ἤγουν ἐν τῷ μοι ἀφιερωθέντι ναῷ; Καὶ διὰ Ἱερεμίου γὰρ ἔφη· "Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;" οὕτω τῆς Γραφῆς καλούσης τὸ εἴδωλον. Τὸ δὲ καὶ οὐκ εἰσὶ, περὶ τῶν δαιμόνων φησὶν, ὡς οὐκ ὄντων θεῶν, οἷς ἔθυον ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις βωμοῖς. Ἤγουν ἐπείπερ, ἡνίκα τοῖς δαιμονίοις εὔχοντο, τόπους πλίνθοις ἐοικότας διέγραφον, ἐφ' ὧν ἵσταντο. Ἐν μνήμασι δὲ λέγει, διὰ τὰς νεκυομαντείας, ἐν δὲ σπηλαίοις, ἔνθα ἵστων ἐπ' ὄρους ἀγάλματα, ἢ καὶ τελετὰς ἐπετέλουν τινὰς, ὑπὸ δένδρεσι μεγάλοις θυσίας προσάγοντες. Καὶ τοῖς ἔθνεσιν [φησὶν] ὁμοιούμενοι χοιρείων ἐνεφορεῖσθε κρεῶν, καὶ ἐκ τῶν θυσιῶν, ὧν προσεφέρετε δαίμοσιν, ἔψοντες τὰ περιττὰ, πᾶν σκεῦος ἐμολύνετε. Καὶ τοιαῦτα δρῶντες πυρὶ καὶ ὕδατι περιαγνιζόμενοι καθαροὺς ἑαυτοὺς ὠνομάζετε. Ἃ δὲ πάντα καπνός εἰσι τοῦ θυμοῦ μου. Πρὸ γὰρ τῆς ἐπιδημίας ἀρχή πως ἦν τῆς θείας ὀργῆς. Τὸν δὲ θυμὸν ἐξῆψαν τὰ κατὰ τοῦ Σωτῆρος τολμήσαντες. Ὁ δὲ καπνὸς εἰς πῦρ μετεβάλλετο. Ἐπειδὴ δὲ τοῖς ἀνθρώποις βοήθεια πρὸς λήθην τὰ γράμματα, τροπικῶς ἐκ τούτων δείκνυσι τὸ ἀνεπίληστον τοῦ Θεοῦ· ὁποῖον καὶ παρὰ ∆ανιὴλ τὸ, Βίβλοι ἀνεῴχθησαν, σημαῖνον τὴν πάντα γνῶσιν περιλαμβάνουσαν τοῦ Θεοῦ. Ἐπὶ δὲ τῶν βουνῶν ὠνείδισάν με, φησί. Οὐ 2688 γὰρ ἂν ἔθυον ἑτέροις, μὴ καταφρονοῦντες ὡς εὐτελοῦς, καὶ μηδὲ ὄντος Θεοῦ. Τὸ δὲ, Οὐ μὴ σιωπήσω, ἐπιμενόντων αὐτῶν δηλονότι. Τοιγαροῦν εἰ εὑρεθείη τις ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα, τούτων ἔξω γενήσεται. Εἰ γὰρ καὶ ὁ ἀμπελὼν Κυρίου ἀντὶ σταφυλῆς ἀκάνθας ποιήσας, ἀφανισθήσεται· ἀλλ' εἴπου τις εὑρεθήσεται σπάνιος ὡς ἐν ξηρῷ βότρυϊ ῥὼξ ὑγιὴς, ὡς εὐλογίας μετέχων, σωθήσεται· ὡς εἰ καὶ δεσπότης ἀγροῦ