βασιλεὺς τὰ περὶ τῶν γυναικῶν ῥηθέντα ἐπαναλαβών, ἵνα εὐόδως εἰσαγάγῃ τὸ περὶ Βρισηΐδος, ἐπάγει «τὰς μέν οἱ δώσω, μετὰ δ' ἔσσεται ἣν τότ' ἀπηύρων κούρην Βρισῆος», ἤτοι σὺν αὐταῖς ὀγδόη ἔσσεται ἡ Βρισηΐς. Ζηνόδοτος μέντοι τοῦτο εἰς ἀμφιβολίαν ἔρριψεν. οὐ γὰρ ὀγδόην ἐκεῖνος ἐνόησε τὴν Βρισηΐδα μετὰ τὰς ἑπτά, ἀλλὰ καὶ αὐτὴν ταῖς ἑπτὰ συνεισήγαγε. Τοῦ δὲ ποιητοῦ λύσαντος τὸ ἀμφίβολον ἐν τοῖς ἐφεξῆς, ὅτε εἴπῃ «ὀγδοάτην Βρισηΐδα καλλιπάρῃον», Ζηνόδοτος πειρᾶται μεταγράφειν τὸν στίχον ἐκεῖνον, ἵνα φυλάξῃ τὴν οἰκείαν πεισμονήν. (ῃ. 129 ς.) Ἐν τούτοις δὲ καὶ σχῆμα παρηχήσεως τὸ «ἃς ὅτε Λέσβον ἕλεν αὐτός, ἐξελόμην». Ἔνθα καὶ ὅρα διαφορὰν τοῦ ἑλεῖν καὶ ἐξελέσθαι. Ἑλεῖν μὲν γὰρ νῦν τὸ αἰχμαλωτίσαι, ἐξελέσθαι δὲ τὸ ἁπλῶς ἐπιλέξασθαι. Τὸ μέντοι χάριν ἑτέρου ἐκλέξασθαι ἐξελεῖν ἀλλαχοῦ φησιν ἐνεργητικῶς ἐν τῷ «ἐξεῖλον Ἀτρείδῃ», τουτέστιν ὡς ἐξαίρετον ἔδωκαν τὴν Χρυσηΐδα. Τοῦ δὲ «ἐξελόμην» ἑρμηνεία εὐθὺς κεῖται τὸ «αἳ κάλλει ἐνίκων». Ἰστέον δὲ ὅτι τὸ νικᾶν ἀποκαίνυσθαι ἐν Ὀδυσσείᾳ φησίν, ἐπὶ ἀνδρὸς μέντοι ἐν τῷ «ἀπεκαίνυτο φῦλ' 2.677 ἀνθρώπων». Λέσβος δέ, ἡ νῦν Μιτυλήνη, ἀπὸ μέρους, ἤτοι ἀπὸ Λέσβου μιᾶς τῶν ἐν τῇ νήσῳ πόλεων, ὥσπερ καὶ ὕστερον ἡ αὐτὴ ὅλη νῆσος Μιτυλήνη καλεῖται, ὡσαύτως ἀπὸ ἑτέρας μιᾶς τινος τῶν ἐν αὐτῇ ποτε πέντε πόλεων. Ἰστέον δὲ καὶ ὅτι δοκεῖ οὐκ ἀγαθοὺς ἀνθρώπους ἡ Λέσβος ἐνεγκεῖν. Ὅθεν καὶ λεσβιάσαι τὸ αἰσχρῶς μολῦναι τὸ στόμα κατὰ Αἴλιον ∆ιονύσιον, ὃς καὶ τὸν τῆς παροιμίας Λέσβιον ᾠδὸν Τέρπανδρόν φησιν ἢ Εὐαινετίδην ἢ Ἀριστοκλείδην. Καὶ Ἀριστοτέλης δὲ ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ τὸ «μετὰ Λέσβιον ᾠδόν» τὸν Τέρπανδρόν φησι δηλοῦν. Ἐκαλοῦντο δέ, φασί, καὶ ὕστερον εἰς τὴν ἐκείνου τιμὴν πρῶτον μὲν ἀπόγονοι αὐτοῦ, εἶτα εἴ τις ἄλλος παρείη Λέσβιος, εἶθ' οὕτως οἱ λοιποί, «μετὰ Λέσβιον ᾠδόν», τὸν ἁπλῶς δηλαδὴ Λέσβιον. Χρῆσις δὲ τοῦ, ὡς ἐρρέθη, λεσβιάζειν καὶ παρὰ τῷ Κωμικῷ. [Ἰστέον δὲ ὅτι περὶ τοῦ, ὡς ἐρρέθη, λεσβιάζειν, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ, ἔνθα κεῖται τὸ «αὕτη ποθ' ἡ Μοῦσ' οὐκ ἐλεσβίαζε», γράφουσιν οἱ παλαιοὶ καὶ ταῦτα. Εἰσὶ βλασφημίαι καὶ ἀπὸ ἐθνῶν καὶ πόλεων καὶ δήμων πολλαὶ ῥηματικῶς πεποιημέναι· ἐθνῶν μέν, οἷον κιλικίζειν καὶ αἰγυπτιάζειν, τὸ πονηρεύεσθαι, καὶ κρητίζειν, τὸ ψεύδεσθαι, ἐκ πόλεων δέ, οἷον λεσβιάζειν, τὸ αἰσχροποιεῖν. Εἶτα παραγαγόντες Φερεκράτους χρῆσιν ἐν ἰάμβῳ τὸ «δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίας», ἐπάγουσιν ἀμοιβαῖον τὸ «καλόν γε δῶρον ἕπτ' ἔχειν λαικαστρίας», ὡς τοιούτων οὐσῶν τῶν Λεσβίων γυναικῶν. Ἐκ δήμων δὲ βλασφημία τὸ αἰξωνεύεσθαι, ἤγουν κακολογεῖν. Αἰξωνεῖς γὰρ δημόται Ἀττικοὶ σκωπτόμενοι ὡς κακολόγοι, καθὰ καὶ οἱ Σφήττιοι ἐπὶ ἀγριότητι. ὅθεν ὁ Χαιρεφῶν Σφήττιος ἔσκωπται. Ἔτι ἰστέον καὶ ὅτι αἱ ῥηθεῖσαι λαικάστριαι, τουτέστι πόρναι, ἐκ ῥήματος παράγονται τοῦ λαικάζειν, αὐτὸ δὲ παρὰ τὸ ˉλˉα ἐπιτατικὸν γίνεται καὶ τὸ κάζειν, ὅ ἐστι κοσμεῖν. Σκώπτεται γὰρ καὶ τὸ ἀκαίρως ὡς 2.678 ἐπὶ φαύλῳ ἔρωτι κοσμεῖσθαι. ∆ιὸ καὶ κασωρίς, ἡ πόρνη, διὰ τὸ κάσαι, ὅ ἐστι 2.678 κοσμῆσαι, τὴν ὥραν οὐ δεόντως. Ἀντιφάνης δέ, φασί, κασωρῖτιν ἔφη τὴν ἐπὶ τέγους προεστῶσαν, οὕτω δὲ καὶ Ἱππῶναξ. Τὴν δὲ αὐτὴν κασωρίδα καὶ κασωρῖτιν ἔλεγόν τινες καὶ κασαλβάδα παρὰ τὸ κάσαι καὶ τὸ ἄλλος καὶ τὸ βάζειν, οἱονεὶ ἡ ἐν τῷ κοσμεῖσθαι ποτὲ μὲν ἄλλον, ποτὲ δὲ ἄλλον βάζουσα, ἤγουν φωνοῦσα καὶ καλοῦσα εἰς ἑαυτήν. Ἐλέγετο δὲ διὰ τὴν τοιαύτην καὶ τὸ λοιδορεῖν κασαλβίζειν. Οἱ δὲ γράφοντες καλσαβάς φασιν, ὅτι ἴσως ἀπὸ τοῦ καλεῖν εἰς ἑαυτὴν καὶ σοβεῖν τοὺς ἐραστάς.] Ἔτι ἰστέον καὶ ὅτι Ἱμερτὴ καὶ Πελασγία ἡ αὐτὴ Λέσβος ἐκλήθη ποτὲ κατὰ τὴν παλαιὰν ἱστορίαν, καὶ ὅτι ἀπ' αὐτῆς τὰ Λεσβιακὰ περιᾴδονται, περὶ ὧν πολλοὶ ἔγραψαν, καὶ ὅτι, ὥσπερ Λέσβος, οὕτω καὶ Ἴσσα ἡ αὐτὴ νῆσος ἐκ μιᾶς τῶν περὶ αὐτὴν πέντε πόλεων, ὡς καὶ ὁ Λυκόφρων ἐμφαίνει. (ῃ. 131) Τὸ δὲ «ἥν ποτ' ἀπηύρων» φιλαλήθη καὶ αὐτὸ δεικνύει τὸν βασιλέα. Εἰπόντος γάρ που Ἀχιλλέως, ὡς ἑλὼν Ἀγαμέμνων ἔχει γέρας αὐτὸς ἀπούρας, ἐνταῦθα ἐκεῖνος δοκεῖ συνθέσθαι, ὡς οὕτω πεποίηκε. (ῃ. 132) Τὸ δὲ