282
κωλύοι τμηθῆναι βότρυν ἔχοντα τὸν ἕνα ῥῶγα, εὐλογίαν ἔχειν εἰπὼν, οὕτω μέχρι πέντε δικαίων ὁ Θεὸς ὑπέσχετο σώζειν τὰ Σόδομα. Νῦν δὲ κατ' ἐπίτασιν ἀγαθότητος, δι' ἕνα [ῥῶγα] λέγει τὸν βότρυν σωθήσεσθαι, δηλαδὴ πόλιν, ἢ κώμην. Καὶ τὴν ἐπάνοδον γὰρ πεποίηκε διὰ Ζοροβάβελ, Ἰησοῦν τε καὶ Ἔσδραν, καὶ εἴ τις τοιοῦτος. Καὶ νῦν δὲ ἐξελοῦμαι, ἤγουν ὑψηλὸν ἀποδείξω τὸ ἐξ Ἰούδα σπέρμα καὶ Ἰακώβ. Τὸ δὲ σπέρμα δηλοῖ τὸ εἰς ἑτέρων καρποφορίαν συντελέσαι δυνάμενον· ὁποῖον τὸ, "Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα," ὃ τὸν ἀποστολικὸν σημαίνει χορόν· ὃ, τῶν ἄλλων ἀπολλυμένων, τὸ ἅγιον ἐκληρονόμησεν ὄρος· φάσκοντες, Προσεληλύθαμεν Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, ἤγουν τὴν Ἐκκλησίαν κατὰ τὸ, Πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ, δι' ὧν ἐπληροῦτο καὶ τὸ, Ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις. ∆ρυμὸν συνήθως λέγων τῶν ἀλλοφύλων τὸ πλῆθος, παρ' οἷς Ἐκκλησίαι κατέστησαν, ἐπαύλεις καλούμεναι, καὶ φάραγξ Ἀχώρ. Τοῦτ' ἔστιν, ὥσπερ αὐτὴ γέγονεν ἀνατεθηματισμένη παγγενεὶ, τοῦτο ἀνάθημα κλέψαντος ἐμβληθέντος αὐτῇ· τοιαύτη τις ἦν ἡ χώρα τῶν ἀθέων ἐθνῶν, ἥτις εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ ἐκζητήσαντί με λαῷ, ὃς ἦν ὁ ῥὼξ καὶ τὸ σπέρμα τὸ εἰρημένον, οἱ ἐκλεκτοί τε δοῦλοι. Συστήσονται γὰρ οὗτοι βουκόλιά τε καὶ ποίμνια, οὐκ ἐν τῷ Ἰσραὴλ, ἀλλ' ἐν τῷ δηλωθέντι δρυμῷ, καὶ τῇ φάραγγι τοῦ Ἀχὼρ, ὃς ἑρμηνεύεται, φασὶν, εὐρυχωρία. Ταῦτα μὲν τούτοις· τοῖς δὲ τὸ ἅγιον ἐγκαταλιποῦσιν ὄρος, καὶ συναφθεῖσι τοῖς ἐθνικοῖς, ὡς παρασκευάζειν τῷ μὲν ἀγάλματι τῆς τύχης τράπεζαν, τῷ δὲ δαίμονι κέρασμα τῷ ἐν αὐτῷ, ἐπαχθήσεται μάχαιρα. Κἂν ἐρωτήσῃς, Ἀνθ' ὅτου τἄλλα παρεῖς; ἐρῶ ὅτι δι' ἐμαυτοῦ καλῶν παρεγενόμην ὑμᾶς, ὑμεῖς δὲ οὐκ ὑπηκούσατε. Καθὰ προεῖπεν. Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τινὲς δὲ τὰ τελευταῖα ταῦτα πρὸς τοὺς ἐξ ἐθνῶν ἀπειθήσαντας εἰρῆσθαί φασιν. Ὡς γὰρ οὐ γέγονεν ἀζήμιον τοῖς ἐξ Ἰσραὴλ τὸ ἀπειθῆσαι Χριστῷ (δέδοται γὰρ εἰς σφαγὴν, ἐλέῳ Θεοῦ σωθέντος τοῦ καταλείμματος), οὕτως ἐν τῇ τῶν ἐθνῶν κλήσει οἱ μὴ πεισθέντες παραδοθήσονται πρὸς σφαγὴν 2689 κατιόντες εἰς ᾅδου, καὶ τὴν διὰ πυρὸς ὑπομένοντες κόλασιν, οὓς καὶ τιμᾷν φησι τὴν τύχην, καὶ τὸ δαιμόνιον. ιγκεʹ. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγωνται· ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίωνται· ὑμεῖς δὲ διψήσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται· ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ9, κ.τ.λ. Εἰπὼν τὸ κατ' ἐκλογὴν σπέρμα τοῦ Ἰσραὴλ, καὶ τὰς δι' αὐτῶν συστάσας Ἐκκλησίας· τοῖς δὲ ἀπολλυμένοις, κατὰ μέν τινας Ἰσραηλίταις, καθ' ἑτέρους δὲ ἐθνικοῖς, τὰς καταλλήλους εἰπὼν τιμωρίας· πρὸς τοὺς αὐτοὺς λέγει καὶ τὰ προκείμενα, διδάσκων ὡς δίκαιος ὢν ὁ Θεὸς, τοὺς πανταχόθεν αὐτῷ δουλεύοντας, ἀλλ' οὐ πάντως ἐξ Ἰσραὴλ ὑποδεξαμένους δώσει αὐτοῖς εἰς τροφὴν τὸν εἰπόντα, Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, οὗπερ οἱ μὴ δουλεύοντες στερηθήσονται· καὶ οἱ μὲν τὸν μυστικὸν πίονται οἶνον, ἤγουν τὸ ὕδωρ, περὶ οὗ φησιν· Ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ," καὶ τὰ ἑξῆς, οἱ δὲ τούτῳ διψήσουσιν. Καὶ ἀναλόγως οἱ μὲν εὐφρανοῦνται. Καθαιρεῖ γὰρ ἁμαρτίας τὰ μυστικὰ, καὶ τὸν ἐπὶ τοῖς ἡμαρτημένοις ἐξίστησι φόβον, καὶ ἀγαθὰ δίδωσιν ἐλπίζειν τὰ μέλλοντα· οἱ δὲ αἰσχυνθήσονται· καὶ οἱ μὲν ἀγαλλιάσονται, τούτων τυχόντες, οἱ δὲ τούτους ὁρῶντες οὐ σῶμα πονήσουσι, μικρὸν γὰρ τοῦτο, τὴν δὲ καρδίαν ὀδυνηθήσονται, τοῦ κριτοῦ τὰ πρὸς ἀξίαν αὐτοῖς ἀπονέμοντος. Τινὲς δέ φασιν, ὡς συγκαταβαίνων τοῖς Ἰουδαίοις, ἐξ ὧν ὡρίζοντο τὴν μακαριότητα, καὶ τὴν δίκην ὁρίζεται. Ἐν γαστρὶ γὰρ τὸ πᾶν ἐτίθεντο τῆς ἀπολαύσεως. Ὅθεν ἐπιστρέψαι βουλόμενος, τὴν τούτων στέρησιν ἐπῄνει, καὶ τὸ μηδὲ ὄνομα τούτων φέρεσθαι, ἀντεισαγομένων εἰς τὸν κλῆρον αὐτῶν, τῶν δικαίων, οὓς καὶ κλῆρος, καὶ ὄνομα πατέρων περιλελείψεται. Τὸ δὲ εἰς πλησμονὴν, εἰς μῖσος δηλοῖ, κατὰ συνήθειαν