283
γραφικὴν, ὡς τὸ, Ἐγενήθητέ μοι εἰς πλησμονήν. Ὁ γὰρ κόρος ἀποστροφὴν ἀπεργάζεται. Βδέλυγμα τοίνυν ἔσεσθε, φησὶ, καὶ λεγόμενοι [υἱοί], οἱ δὲ δίκαιοι, λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, κατὰ τὴν Πέτρου φωνήν. Καὶ ταῦτα, εἰ πρὸς ἐθνικοὺς καὶ εἰδωλολάτρας ὁ λόγος· εἰ δὲ πρὸς τοὺς ἐξ Ἰσραὴλ ἀπειθήσαντας, ὅτι ὅπερ ἦσαν αὐτοὶ, τέκνα, καὶ λαὸς, καὶ κλῆρος Θεοῦ χρηματίζοντες, τοῦτο οἱ ἐξ ἐθνῶν πεπιστευκότες γενήσονται· καὶ τοῦτο τὸ διὰ φωνῆς Ὠσηέ· Καὶ καλέσω τὸν λαόν μου οὐ λαόν μου. 2692 Τὸ δὲ, εἰς πλησμονὴν, εἰς ὅρκον ἐξέδωκαν οἱ λοιποὶ, εἰωθότων ἡμῶν ὅρκον ποιεῖσθαι, τὸ μὴ παθεῖν, ἅπερ οἱ ἀνήκεστα πάσχοντες, ὧν τις καὶ τοὔνομα λεγόμενον ἀποτρέπεται. Ὑμᾶς δὲ ἀνελεῖ Κύριος· ὃ δὴ τῶν κακῶν ἔσχατον, οὐ τοσοῦτον σημαῖνον ψυχῆς ἀπὸ σώματος χωρισμὸν, ὅσον στέρησιν Θεοῦ, καὶ τῆς ἀθανάτου ζωῆς. Ταῦτα μὲν οὖν ὑμῖν, τοῖς δ' ἐμοὶ δουλεύουσιν, ἐξ οἵου τύχωσιν ἔθνους, τὰ ἐπηγγελμένα. Κἂν μαθεῖν τίνες εἶεν ἐθέλετε, τοὔνομα μὲν οὔπω λελέξεται, ἀρκεῖ δὲ γνῶναι μόνον, ὅτι ἔσται καινὸν, μηδενί πω τεθέν· ὃ εὐλογηθήσεται αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. Ἀντευλογήσουσι δὲ καὶ αὐτοὶ τὸν αὐτοὺς Θεὸν εὐλογήσαντα, ἐν ᾧ γέγονε πάντα καινὰ, λατρεία, καὶ ζωὴ, καὶ ὀνομασία. Τελοῦμεν γὰρ αὐτῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν, καὶ λατρείαν, καὶ ἐν καινότητι ζωῆς εὐαγγελικῆς πρόσιμεν τῷ Χριστῷ, καὶ τὴν ἀπ' αὐτοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, Χριστιανοὶ χρηματίζομεν. Ἀνθ' ὧν καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν τὰς δοξολογίας· κἂν εἰ γένοιτό πως ἀνάγκη, τῆς δι' ὅρκων πίστεως αὐτὸν προβαλλόμεθα κατὰ τὸ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Τινὲς δέ φασιν ὅτι ὄνομα καινὸν, ὡς τοῖς πατριάρχαις αὐτοῖς ἐπαγγέλλεται, μὴ πεισθέντων δὲ, τοῖς ἔθνεσι τὸ καινὸν Χριστιανῶν ἀπέδωκεν ὄνομα. Τὸ δὲ ῥητὸν, μέχρι τοῦ· Θεὸν τὸν ἀληθινὸν, ὁ μὲν Ἀκύλας οὕτως ἑρμήνευσε· Καὶ τοῖς δούλοις καλέσει ὄνομα ἕτερον, ᾧ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένος. Ὁ δὲ Σύμμαχος· Τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ Θεῷ. Ἀμήν. Ἀπαλλαγέντες οὖν τῶν ψευδωνύμων θεῶν, γνώσονται παρὰ τοῦ Σωτῆρος αὐτῶν τὸν ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλεν Κύριον Ἰησοῦν Χριστόν. Οὗπερ γεγονότος, ἐπιληθήσονται τὴν θλίψιν, ἣν ὑπέμενον τοῖς πονηροῖς λατρεύοντες δαίμοσιν, θύειν καὶ τὰ τέκνα πρὸς ταῖς ἄλλαις θυσίαις ἐπιταττόμενοι. Προσῆν δὲ καὶ τὸ ἀναριθμήτοις θύειν, διὰ τὴν ἐκ τῶν ἠμελημένων ἐπιβουλὴν ἐνεργοῦσαν κατὰ τῶν σκέπην οὐκ ἐχόντων τὴν ἐκ Θεοῦ. Τινὲς δὲ τοῖς ἐξ Ἰσραὴλ εἰρῆσθαί φασι τὸ μηκέτι πείσεσθαι, ἅπερ ἀσεβοῦντες ὑπέμενον. Τοσαύτη δὲ ἡ πρὸς τὸ κρεῖττον ἔσται μεταβολὴ, ὡς καὶ τὰ στοιχεῖα μεταβεβλῆσθαι δοκεῖν. Τοῖς γὰρ χαίρουσι πάντα φαιδρότερα φαίνεται, τῶν ἐν συ καὶ ἐν σταθερᾷ μεσημβρίᾳ σκοτοδινιώντων. Ἢ ὅτι ἄλλως πρότερον ὁρῶντες τὸν οὐρανὸν, καὶ τὴν γῆν, ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα· νῦν δὲ καινὰ ταῦτα βλέψονται, ἡνίκα Θεοῦ γνώσονται δημιουργήματα. ∆ιό φησιν· 2693 Οὐκέτι μεμνήσονται τῶν προτέρων, τὰς δόξας, ἃς εἶχον, ὡς περὶ θεῶν ἀποβάλλοντες. Ἀγαλλίαμα δὲ, φησὶν, εὑρήσουσιν ἐν αὐτῇ, δηλαδὴ τῇ νέᾳ Ἱερουσαλὴμ, Ἐκκλησίᾳ, περὶ ἧς ἐπιφέρει· αὐτὸ γὰρ τὸ ἀγαλλίαμα, καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς Ἱερουσαλήμ. Ἢ ὅτι Ἐμαυτοῦ εὐφροσύνην θήσωτὴν Ἱερουσαλὴμ, ἐνευφραινόμενος τῷ λαῷ, ᾧ τὸ καινὸν ὄνομα κατεπήγγελμαι. Τοιαῦτα γὰρ πράξει τούτων ἡ πολιτεία, ὡς μηκέτι πράξεις ἐν αὐτοῖς ἀκούεσθαι κλαυθμοῦ καὶ κραυγῆς ἀξίας. Ὡς ἐκ διαβολῆς δὲ τῆς αἰσθητῆς Ἱερουσαλὴμ ὑφαίνει τὸν λόγον, ἧς οἱ ἡγούμενοι μετὰ δώρων κρίνοντες ἀθώων κατεψηφίζοντο, μετὰ κραυγῆς αὐτοὺς θρηνεῖν ἀναγκάζοντες, περὶ ἧς Ἱερεμίας φησίν· "Ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ," καὶ τὰ ἑπόμενα. Καὶ ἄλλος δέ φησι προφήτης· "Ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν." Ἡ δὲ Χριστοῦ