284
Ἐκκλησία τούτων ἀπήλλακται, ἐν ᾗ οὐκ ἔσται ἄωρος, καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἄωρον μὲν τὸν ἐξ ἐθνῶν λέγει λαὸν, περὶ οὗ φησι καὶ ∆αβίδ· "Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον." Οἷς καὶ Παῦλός φησιν· Ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε. Πρεσβύτην δὲ, τὸν ἐκ περιτομῆς, ὡς τῷ χρόνῳ κατὰ τὴν Ἐκκλησίαν πρεσβύτερον, ἐν ᾗ οὐκ ἔσται φησὶν οὐδετέρου διαφορά. Πάντες γὰρ ἔσονται τέλειοι, εἰς μέτρον ἡλικίας ἀναβαίνοντες τοῦ πληρώματος τοῦ Χριστοῦ. Τοῦτο γὰρ ὁ ἑκατοστὸς παρίστησιν ἀριθμὸς, ὅτε καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος ἔσται τοῖς ἔχουσιν, εἰ μὴ Χριστῷ προσέλθωσιν διὰ πίστεως, ἐν ᾗ βαπτισθέντες τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβόμεθα μολυσμούς. Οὐκοῦν κἂν εἴ τις ἑκατὸν ἐτῶν ὑπάρχων τὴν ἐν νόμῳ λαβὼν τελειότητα, καὶ τελευτήσειεν ἁμαρτωλὸς, τὴν ἐν Χριστῷ μὴ προσηκάμενος πίστιν, ἔσται ἐπικατάρατος, ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος ὢν, ἐν ᾧ μηδεὶς τοσοῦτον κατώρθωσεν, ὡς ὑπὸ παράβασιν μὴ πεσεῖν. "Πάντες γὰρ, φησὶν, ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι." Τοιγαροῦν ἐν τῷ νόμῳ Παῦλος τελειωθεὶς, σκύβαλα ἡγήσατο τὰ ἐν νόμῳ, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ' ἔστι τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Καὶ τοὺς Ἰουδαίους μεμφόμενος λέγει· "Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν βουλόμενοι στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι." Καὶ πάλιν· "Εἰδότες δὲ, ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν πεπιστεύκαμεν." ∆ιὸ κατάρα Χριστὸς ἐλέχθη τῆς τοῦ νόμου κατάρας ῥυόμενος, ἐν ᾧ ἐστι τὸ, "Ἐπι 2696 κατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τούτῳ, τοῦ ποιῆσαι αὐτά." Τινὲς δὲ τὸ, Οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρεσβύτης, οὕτως ἐξηγήσαντο· Πάντες γὰρ τυχόντες τῆς ἐμῆς ἀναστάσεως, ἔσονται τέλειοι, καὶ τὰς ψυχὰς ἀκμαῖοι, ὡς μηδὲν ἀτελές τε καὶ νήπιον, μήτε δὲ γεγηρακὸς εἶναι, ἡλικιῶται δὲ πάντες, ὡς ὑφ' ἕνα καιρὸν τευξόμενοι τῆς ἀναστάσεως, καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. Τέλειος οὖν ὁ σωζόμενος ἔσται νέος, καὶ τῆς αὐτῆς ἡλικίας ἕξει τὸν ἀπολλύμενον. Ἅμα γὰρ πάντες ἀναστάντες, σωτηρίᾳ καὶ κολάσει διαιρεθήσονται, τῶν ἐν κακίᾳ τελείων καταράτων ἐσομένων, καὶ τῇ ἰδίᾳ τελευτώντων ἁμαρτίᾳ. Ὅτε καὶ πάντες, ἃς διὰ τῶν ἔργων ἑαυτοῖς προεξένησαν, κομιοῦνται μονὰς, καὶ τῶν ἰδίων ἀπολαύσονται πόνων, καρποὺς ἰδίους τρεφόμενοι, μηκέτι δεδιότες μήπως ἀλλότριοι τοὺς πόνους αὐτῶν ἀφαρπάσωνται. Ἐν ἀτελευτήτῳ δὲ διάξουσιν εὐζωΐᾳ, κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς· ὃ καὶ δηλοῖ τὰς ἐπαγγελίας ἐν τῷ παραδείσῳ γενήσεσθαι, καὶ τὸν τυχόντα τούτων ὑπάρξειν ἀθάνατον, μὴ παλαιούμενον· ἢ δι' ἑτέραν αὖθις μετάστασιν ἑτέροις τοὺς ἑαυτῶν καταλιπόντες πόνους. Τινὲς δὲ καὶ ταῦτα τῷ καιρῷ τῆς πρώτης ἐπιδημίας ἀπέδωκαν, ὅτε πάντες εἰρήνης ἀπολαύουσι, καὶ χρηστότητος, οἱ ἐν Χριστῷ διὰ πίστεως κατηραμένοι, μηκέτι πολέμοις καὶ συμφοραῖς δι' ἀσέβειαν, ὡς οἱ πάλαι, παραδιδόμενοι, μηδὲ ζημίαν ὑπομένοντες τῶν αὐτοῖς πεπονημένων, πνευματικῶς ἐντρυφῶντες δὲ τοῖς ἑαυτῶν κατορθώμασιν. Οὓς οὐδεὶς ἀπελάσει τῆς παρὰ τῷ Πατέρι δεδομένης μονῆς ζωὴν ἔχοντας ἁγίαν, κατὰ τὴν πρὸ τῆς Ἀδὰμ παραβάσεως. Καὶ τὰ ἔργα, φησὶ, τῶν πόνων αὐτῶν οὐ παλαιώσουσιν· τοῦτ' ἔστιν, ἀμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Ἡ γὰρ νομικὴ, σκιώδης οὖσα, μεταβολὴν ἐκ τύπων εἰς ἀλήθειαν ὑπεδέξατο. Ἡ δὲ κατὰ Χριστὸν ὁδὸς, ὡς ἀληθὴς, ἀμετάβλητος· τῆς μὴ παλαιότητος ἐνταῦθα τὸ διηνεκὲς δηλούσης, ὅπερ οὐκ ἔσχον ἐκεῖνοι. Πρὸς γὰρ Χριστὸν εἴρηται τὸ, "Ἡ δικαιοσύνη σου, δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια." Ταῦτα δὲ Θεὸς οὐ τοῖς τυχοῦσιν ἐπαγγέλλεται, οὐ δὲ τοῖς κλητοῖς. Πολλοὶ γὰρ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί· δι' ὅνπερ φησίν· Οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενόν. Οἱ γὰρ πάλαι τῶν Ἰουδαίων καθηγηταὶ, διδάσκοντες ἐντάλματα ἀνθρώπων,