285
πατέρες μὲν ἐγένοντο κατὰ μάθησιν, ἀλλ' εἰς κενὸν καὶ κατάραν. ∆ιὸ ταλανίζων αὐτοὺς ἔλεγεν ὁ Σωτήρ· ὅτι Περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον. Καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης. Οὐχ οὕτως οἱ τοῦ 2697 Χριστοῦ. Σπέρμα γὰρ εὐλογημένον ἔσται τὸ σπέρμα αὐτῶν. Τινὲς δὲ καὶ τοῦτο κατὰ τὴν παλιγγενεσίαν ἐδέξαντο. Εἰ γάρ τινες ἔσονται τότε κόποι, σωτήριοι, καὶ λίαν ἡδεῖς, οἵους ὑπομένουσιν ἄγγελοι. Ἀλλὰ μισθὸς αὐτοῖς θησαυρίζεται. Οὐδὲ τὰ γεννήματα αὐτῶν εἰς κατάραν, τοῦτ' ἔστιν οἱ λογισμοὶ, κἂν ἐπὶ τῶν ἀποστόλων δὲ νοήσωμεν, ὧν καρπὸς ἡ καθόλου τῆς γῆς Ἐκκλησία, καὶ τέκνα τὰ διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας παράθεσιν ἔχει πρὸς τὰ ἐξ Ἀδὰμ, οὗ πρὸς τὴν γυναῖκα λέλεκται τὸ, "Ἐν λύπαις τέξῃ τέκνα·" κατὰ σάρκα γὰρ ἐγέννων· τὸ δὲ σπέρμα τῶν ἀποστόλων εὐλογημένον, ὃ κατέσπειραν ἐν πάσαις ταῖς Ἐκκλησίαις, οἷς δὴ καὶ λέλεκται· Πρὶν κεκράξαι αὐτοὺς, ἐπακούσομαι αὐτῶν. Ὅπερ ἐγίνετο θαυματουργούντων αὐτῶν ἐν ταῖς Πράξεσιν εἰς ἐπιστροφὴν τῶν καλουμένων εἰς πίστιν, ὅτε πάντες οἱ πρὶν ἁρπακτικοί τε καὶ θηριώδεις τὴν αὐτὴν εἶχον ἐν Ἐκκλησίᾳ τοῖς ἡμέροις τροφὴν, Γραφὴν τὴν θείαν νεμόμενοι. Καί τις ἰώδη τρόπον ἔχων, τούτου παυσάμενος τροφὴν ἐτρέφετο λογικὴν, ἀντὶ γῆς. Τοιοῦτοι δὲ γεγονότες, πῶς ἔτι βλάπτειν ἠδύναντο. Ἔστι δὲ διὰ τούτων καὶ τῶν δύο λαῶν νοεῖσθαι τὴν εἰς ἓν συνδρομήν. Τὰ μὲν γὰρ ἱερὰ ζῶα, καὶ θυσίαις κατὰ τὸν νόμον ἁρμόδια, σημαίνει τὸν Ἰσραήλ. Τὰ δὲ ἀνίερα, καὶ θηρία, τοὺς ἐθνικοὺς ὁμοῦ τρεφομένους τά τε θεῖα μαθήματα, καὶ τὸν οὐράνιον ἄρτον. Τήρει δὲ, ὡς οὐκ εἴρηται, τὰ ἥμερα τῆς τῶν θηρίων μεθέξειν τροφῆς, ἀλλὰ τοὐναντίον. Ἀκολουθεῖν γὰρ ἔδει τὰ χείρω τοῖς κρείττοσιν, ὡς τοῖς ἀποστόλοις τὰ ἔθνη. Πρὸς δὲ τοὺς οἰομένους τὰ ἔθνη τούτων τυχεῖν Ἰουδαίους ἐν τῇ παλαιᾷ Ἱερουσαλὴμ, ἐροῦμεν ὡς οὐδαμοῦ αὐτῶν ἐν τούτοις ἐπ' ἀγαθοῖς μνήμη, ἀλλ' ἀσεβημάτων ὀνειδισμοί. Τί δὲ τὸ ἀναγκαῖον ἐν τῷ ἁγίῳ ὄρει θηρία τυγχάνειν; Ἢ πῶς τοῦτο θείας ἄξιον ἐπαγγελίας; ὄρους δὲ μνησθεὶς ἁγίου φησίν· Ὁ οὐρανός μοι θρόνος, καὶ τὰ ἐπ' αὐτῷ. ∆ι' ὧν προδήλως παραινεῖται τὴν ἐπὶ γῆς Ἱερουσαλὴμ, [ἢν] ἀκόλουθον τοιαύτην εἶναι φαντάζεσθαι. Καὶ λαὸν γὰρ καινὸν ἔφη, καὶ ὄνομα καινόν. Ἄλλως τε καὶ εἶπεν οὐ μὴ μνησθῶσι τῶν προτέρων ἔτι. ∆ιὰ δὲ τῶν ἐξῆς, καὶ τὰ θυσίας αὐτῶν ἀποστρέφεται, δι' ὧν ἐνόμιζον εὐσεβεῖν, τὸν ταπεινὸν, καὶ ἡσύχιον μόνον ἀποδεχόμενος. Πρὸς δὲ τὸ παρὸν ῥητὸν ἔφασάν τινες, ὡς ἱκανῶς μυσταγωγήσας τοὺς ἐθνικοὺς, μεθίσταται λοιπὸν ἐπ' αὐτὸν ἤδη τὸν Ἰσραὴλ, ἀποίσων αὐτὸν τῆς σκιᾶς. ΚΕΦΑΛ. Ξʹ. αδʹ. 9Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον 2700 οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου9; κ.τ.λ. Ἀνθρωπίνως δὲ τὸ θρόνος, καὶ τὸ ὑποπόδιον εἴρηται. Περὶ δὲ τῶν θηρίων συμφώνως ψάλλει ∆αβίδ· "Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω; ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ," καὶ τὰ ἑπόμενα. Ὁ δὲ προφήτης τὰς θυσίας ἀποβαλὼν, τὴν εὐαγγελικὴν εἰσήγαγεν πολιτείαν, τὸ ταπεινὸν, καὶ πρᾶον, καὶ εὐλαβὲς προτιμῶν. οὐ κεῖται δὲ κατὰ τοὺς λοιποὺς, ὁ δὲ ἄνομος, ἀλλ' ὁ δὲ σφαδάζων μόσχον. Τὴν δὲ τῆς ἀποβολῆς τοῦ Ἰσραὴλ αἰτίαν καί τοι πρωτοτόκου γεγονότος, ἐπάγει λέγων· Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, οὐκ ὀρθοὶ γεγονότες ἐν ἀναγκαίοις πράγμασι δικασταὶ, δέον εἰσηγουμένῳ πειθαρχῆσαι Χριστῷ. Εἶτα καὶ πρὸς τὴν ἀρχαίαν ἀνατρέχων ἀσέβειαν, καὶ τὰ βδελύγματα, φησί· ∆ιὸ κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν· τοῦτ' ἔστι, τοὺς ἐμπαίζοντάς τε καὶ ἐμπαροινοῦντας αὐτοῖς, δηλονότι Ῥωμαίους. Ἡ δὲ αἰτία, διότι ἐκάλεσα αὐτοὺς, καὶ οὐκ ἐπήκουσάν μου, ὃ καὶ πρὸ τούτων ἐλέγετο. Ἡ δὲ κλῆσις· "∆εῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς." Τὰ δὲ περὶ τῶν ἐτῶν εἰρημένα, τινὲς ἁπλῶς εἰρῆσθαί φασιν ἐπὶ πολυχρονίου ζωῆς, εἴγε τοῖς αὐτοῦ νόμοις ἐμμέννοιεν. Καὶ τὴν χώραν γὰρ ἀπόρθητον ἕξουσιν, καὶ καρποὺς, ὡς ἐν παραδείσοις ἀειθαλεῖς, ἃ προῤῥηθέντα διὰ τὴν αὐτῶν ἀπειθείαν οὐ γέγονεν. Μετανοοῦσι γὰρ