286
ἐπήγγελται. Πειθομένων γὰρ, φησὶν, εὐλογημένον ἔσται τὸ σπέρμα. Εἰρηνεύσει τε πρὸς ὑμᾶς τὰ θηρία καὶ αὐτὰ πρὸς ἑαυτά. Τὸ δὲ ὁ οὐρανός μοι θρόνος, τοῦτ' ἔστιν, ἀνάπαυσις τὰ ἅγια. Τὸ δὲ ἡ γῆ ὑποπόδιον, ὑπεξουσίαν καὶ τὰ μὴ ἅγια. Τῶν δύο δὲ ἡμίσεος φυλῶν οἰομένων διαφεύγειν τὴν ἅλωσιν, διὰ τὴν πρὸς τὸν ναὸν τοῦ Θεοῦ, ἀλλ' οὐ διὰ τρόπων ἀρετὴν, καὶ εὐσέβειαν, δείκνυσιν ὡς οὐκ αὐτῷ ταῦτα, δι' ἐκείνους δὲ χρήσιμα, ὅπως τοῖς νομίμοις ἐμμένοντες, εἶεν ἄξιοι τοῦ αὐτὸν οἰκεῖν ἐν αὐτοῖς. Ἐπεὶ καὶ τὰς θυσίας ἀποστρέφομαι μὴ γινομένας ἀπ' ὀρθοῦ λογισμοῦ. Ποιοῦντες γὰρ αὐτῶν τὰ θελήματα, καὶ προσκυνοῦντες εἰδώλοις, ἐμοὶ μετὰ τούτων προσέρχονται. εʹιδʹ. 9Ἀκούσατε ῥήματα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε ἀδελφοῖς ἡμῶν τοῖς μισοῦσιν ὑμᾶς, καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδίδοντος ἀνταποδίδοσιν τοῖς ἀντικειμένοισ9, κ.τ.λ. Πάντα καινὰ κατὰ τὸν καιρὸν εἰπὼν ἔσεσθαι τῶν 2701 ἐπαγγελιῶν τοῖς ταῦτα προμαθοῦσι κατὰ τὸν ἐνεστῶτα βίον, ἀκολούθως ταῦτά φησιν· Ἀκούσατε οἱ τρέμοντες τοὺς λόγους αὐτοῦ, περὶ ὧν ἔφασκεν· "Ἐπὶ τίνα δὲ ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;" οἷς εὐαγγελικὸν παράγγελμα [δίδ]ωσιν οὐδὲν διαφέρον τοῦ· "Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ Πατέρος ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς." Οὐ γὰρ τὸ τρέμειν τοῦ Θεοῦ τοὺς λόγους, πρὸς τελειότητα μόνον ἀρκεῖ· ἀρετῆς δὲ ἐπ' ἄκρον ἀνάληψις ἀγαπητικὴ πρὸς τοὺς θλίβοντας γνώμη, Ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν. ∆ι' ὧν γὰρ ἐπ' αὐτοῖς ἀντὶ μίσους εὐφραίνεσθε, Θεὸς δοξάζεται, κατὰ τό· "Ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς." Καὶ αὐτοὶ δὲ τυχὸν τοῦ Θεοῦ ὑμῶν δοξάσουσι τοὔνομα, οὕτω πρὸς αὐτοὺς διακειμένους ὁρῶντες, καὶ τῇ χρηστότητι τῇ περὶ αὐτοὺς εὐφραινόμενοι. Σύμμαχος δὲ, Καὶ ὀψόμεθα ἐν τῇ εὐφροσύνῃ ὑμῶν ἐξέδωκεν, ὡς ἂν ἐν τῷ τέλει τῆς ἐκδικήσεως τούτων μὲν ἐκδήλως εὐφραινουμένων· ἐκείνων δὲ λίαν ἐφ' οἷς ὁρῶσιν αἰσχυνουμένων. Ἐπιστήσεται γὰρ ὁ τῆς ἀνταποδόσεως ὅσον οὔπω καιρὸς, ὅτε φωναὶ τῶν κολασθησομένων ἀκουσθήσονται, τῶν μὲν οἰκητόρων βοώντων ἐκ τῆς πόλεως, τῶν δὲ λειτουργούντων ἐκ τοῦ ναοῦ. Βοήσεται δὲ καὶ διὰ τῶν πραγμάτων ὁ Κύριος, ὡς αὐτοῦ κρίσει γίνεται τὰ δεινά. Εἰδέναι δὲ χρὴ ὡς εὐαγγελικῶς παραγγείλας ἀδελφοὺς νομίζειν τοὺς ἐθνικοὺς, νομικὴν ἔλυσεν ἐντολήν. Φησὶ γὰρ ὁ νόμος· Οὐ λαλήσεις αὐτοῖς εἰρηνικά. Καὶ πᾶσαν ἐπιγαμίαν ἀπείρηκε πρὸς αὐτοὺς, ὡς ἂν μὴ παρ' αὐτῶν πεισθέντες εἰς εἰδωλολατρείαν ἐκπέσωσιν· ἀλλ' ἐν Χριστῷ γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασιν. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. Τινὲς δὲ πρὸς τοὺς ἀποστόλους εἰρῆσθαί φασιν, ὡς μέλλοντας ὑπὸ Ἰουδαίων κακοῦσθαι, καὶ μάλιστα τῶν ἐν Ἱερουσαλὴμ, ὧν οἱ ἄρχοντες τοὺς ἀποστόλους ᾐκίσαντο, θάνατον ἀπειλήσαντες, εἰ τὸν σωτήριον λόγον κηρύττοιεν. Καὶ τί δεῖ λέγειν, ὡς ἡ μὲν τῆς εὐφροσύνης ἐπαγγελία τοῖς Χριστοῦ γέγονε μαθηταῖς, δι' αὐτῶν πανταχοῦ συνισταμένων Ἐκκλησιῶν. Ἡ δὲ τοῦ Θεοῦ τοὺς κακώσαντας αὐτοὺς, μετῆλθεν ὀργὴ, περιστάντων αὐτοὺς πολεμίων. Καὶ ταῦτα μὲν ἐκείνοις. Τὸ δὲ θεοσεβὲς πολίτευμα, καὶ ἡ νέα Σιὼν, ἡ Ἐκκλησία δι' ὑμῶν συστησομένη, τοσοῦτον ἀθρόως γεννήσει πλῆθος λαῶν, ὡς ἐκπλαγῆναι τὸν ἀκούοντα. Ὡς γὰρ ἂν αἰφνίδιον κατὰ γαστρὸς ἔχουσα γεννήσει γυνὴ, μηδεμιᾶς ὠδῖνος ἡγησαμένης· τὸ δὲ τεχθὲν, ἄρσεν. Οὕτως ὁλόκληρον ἀθρόως ἡ νέα 2704 γεννήσει Σιὼν, ὅπερ ἐπ' ἄλλων οὐ γέγονε. Πᾶν γὰρ ἔθνος, καὶ τὸ Ἰουδαίων, ἐξ ὀλίγων κατ' ὀλίγον αὐξηθὲν, ἔθνος ἐγένετο. Οἷον ἐξ Ἰακὼβ, οἱ δώδεκα πατριάρχαι. Εἶτα παῖδες ἔκγονοι, καὶ πάλιν ἀπόγονοι. Καὶ ἡ κατὰ βραχὺ προσθήκη πρὸς ἔθνος μέγα κατήντησεν. Ὁ δὲ τοῦ Θεοῦ