287
λαὸς ὑφ' ἕνα καιρὸν τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπλήρωσεν. Τινὲς δὲ οὕτως ἀπέδωκαν· προαναφωνήσας τὴν ἅλωσιν Ἱερουσαλὴμ, δείκνυσιν ὡς τὸ κατάλειμμα σωθήσεται. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἀνάληψιν, ἐκάλουν οἱ μαθηταὶ καὶ τοὺς ἀπεκτονότας αὐτὸν εἰς μετάνοιαν, Πέτρου λέγοντος· Οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε. Καὶ ἐπιφέροντος, μετανοήσατε οὖν, καὶ ταῦτα λέγοντος, προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Εἶτα τοιαῦτα διδασκόντων χρόνου διελθόντος, ἡ τῆς πόλεως ἅλωσις γέγονεν, ἤδη τῶν ἐπιεικεστέρων προσδραμόντων τῇ πίστει. Καὶ τοῦτο δηλοῖ τὸ πρὶν ἐπιστῆναι τὰς τῆς πόλεως ὠδῖνας. καὶ τὰς συμφορὰς, τεκεῖν ἄρσεν. Οὐ γὰρ θηλύνεται ὁ ἐν Χριστῷ λαὸς πρὸς μαλακισμούς. Ἐν ἡμέρᾳ δὲ μιᾷ, διὰ τὰς τρισχιλίας, λέγει ψυχάς. Ἐγὼ δέ φησιν ὁ ποιήσας (ἐνήργησε γὰρ διὰ τῶν ἀποστόλων) καὶ δοὺς τὴν προσδοκίαν ταύτην. ∆ιὰ προφητῶν γὰρ αὐτῇ Θεὸς τὴν πολυπαιδίαν ἐπήγγελται, σωτηρίας αὐτῆς εἵνεκα. Ἀλλ' οὐκ ἐμνήσθη μου, φησὶν, οὐδὲ τοῖς ὀφθαλμοῖς ἰδοῦσά με, πεπίστευκεν. Καί τοι στείραν, καὶ γεννῶσαν ἐγὼ πεποίηκα. Οὐκ ἂν οὖν γέγονεν ἄπαις, ἐμοῦ γόνιμον δυναμένου ποιεῖν, εἰ πιστεύειν ἠθέλησεν. Τοιγαροῦν ἡ πιστεύσασα στείρα, πολύπαις ἐγένετο, ἡ τῶν ἐθνῶν Ἐκκλησία. Τὸ δὲ σὺ οὐκ ἐμνήσθης μου εἶπεν Κύριος, οὐ κεῖται παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς. Κατὰ δὲ Σύμμαχον, οὕτως εἴρηται· Μὴ ἐγὼ ὁ καθίζων ἐπὶ τὸ τεκεῖν, οὐκ ἐκτοκίζω, εἶπεν Κύριος; ἢ ἐγὼ ὁ συνεκτοκίζων, καὶ συνέξω, εἶπεν ὁ Θεός σου; Ὁ γὰρ τῆς σωματικῆς γεννήσεως αἴτιος ὢν, πῶς τὴν μέλλουσαν ἀθρόως τὸ καθόλου ἔθνος γεννᾷν, οὐκ ἐκτοκιῶ, πρὸς τὸ θεῖον αὐτῆς γέννημα προελθεῖν ἀβλαβῶς; ἢ πῶς συνέξω τὸν τόκον, ὡς ἀφανισθῆναι ταύτης τὸ γέννημα; ἀλλὰ γὰρ λείπεται, φησὶ, τὴν νέαν χαίρειν Σιὼν, συγχαίρειν δὲ καὶ τοὺς ἐν αὐτῇ, καὶ ἀγαπῶντας αὐτήν. Λέγει δὲ τοὺς πολυτρόποις αὐτὴν διδασκαλίαις στηρίζοντας, καὶ ὅσοι πενθοῦσιν ἐπ' αὐτῆς κατὰ τό· "Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι αὐτοὶ παρακληθήσονται. Τὸ δὲ πένθος, τὴν μετ' ἱδρώτων σημαίνει τῶν ἀνδραγαθημάτων κατόρθωσιν, ἵνα τῶν θείων ἀπολαύσονται δωρεῶν. ∆ιό φησιν, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς. Τῇ δὲ περὶ γυναικὸς ἐπιμένει τροπῇ, καὶ τὴν πνευματικὴν ἐν αὐτῇ παράκλησιν μαστοῖς ἀπεικάζει, καὶ γάλακτι. Εἴρηται γὰρ πρὸς τὴν νύμφην· Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον. 2705 Τινὲς δὲ τοῦτο πρὸς τὰς δύο διαθήκας ἐδέξαντο, ἀκολούθως εἶναι λέγοντες τὴν ἀθρόως λαὸν γεννήσασαν ἄρσενα τῷ Θεῷ, καὶ γάλακτος εἰς ἐκτροφὴν τῶν αὐτῆς πληροῦσθαι νηπίων, ὃ δὴ λογικὸν Γάλα ἐκ τῶν δύο ῥεύσει διαθηκῶν. Αὐταὶ γὰρ αὐτῆς οἱ δύο μαστοὶ ἀγαθοὶ ὄντες ὑπὲρ οἶνον. Παρακλήσεως δέ φησιν, ἐπειδήπερ οἱ παρακλητικοὶ λόγοι τῶν ἀτελεστέρων ψυχῶν γάλα κυρίως ὠνομάσθησαν, τῆς στερεᾶς τροφῆς ἐν δόγμασιν μυστικοῖς νοουμένης, ἥτις πρέπει τοῖς εἰς ἄνδρα προήκουσι τέλειον, μὴ ἐναπομείνασι τῷ νηπίῳ· διὸ προσέθηκεν, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς· τοῦτ' ἔστιν ἔξω θήλης γεγονότες, καὶ ἀπογεγαλακτισμένοι. Καὶ δόξαν μὲν αὐτῆς ὀνομάζει Χριστὸν, ὡς καὶ ∆αβὶδ, "Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν." Εἴσοδον δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. Οἱονεὶ γὰρ διὰ σαρκὸς εἰς τοῦτον τὸν κόσμον εἰσβέβηκεν. Τρυφῶσι τοίνυν οἱ τὸν ἐπὶ τούτῳ λόγον μεμαθηκότες. ∆ιὸ καὶ ὁ προφήτης παρεζευγμένως τὴν ἐμφάνειαν αὐτοῦ τὴν μετὰ σαρκὸς ἐναργῆ ὡς ἂν αὐτοῦ λέγοντος· Ἰδοὺ ἐγὼ ἐκκλίνω ἐπ' αὐτοὺς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν, πάλιν κἀνταῦθα τὴν τῶν ἐθνῶν δόξαν συνάπτων τῇ προλεχθείσῃ νέᾳ Σιὼν, καὶ ποταμῷ παρεικάζων τὴν δεδομένην τούτοις εἰρήνην. Καὶ ἀλλαχοῦ δέ φησιν· "Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων." Καί· "Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ." Καὶ πάλιν· "Καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς." ∆όξαν δὲ τῶν ἐθνῶν τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ, κατὰ τὸ, "Οὓς δὲ ἐκάλεσεν, τούτους καὶ ἐδόξασεν." Ἐξέκλινεν δὲ εἰς τὰ ἔθνη, τῶν ἐξ Ἰσραὴλ μὴ δεξαμένων αὐτὸν, πρὸς οὓς