288
ἦλθε προηγουμένως. Εἰρήνη δὲ βαθυτάτη πολλῷ τῷ ῥεύματι τὴν Ἐκκλησίαν ἐπέκλυσεν, πνευματικοῖς νάμασι τοὺς ταύτης ἐπάρδων υἱούς. ∆ιὰ γὰρ τοῦ σωτηρίου κηρύγματος, τὴν εἰρήνην τὴν πρὸς τὸν Πατέρα, δι' αὐτοῦ κεκερδάγκασιν, ὅτε τιθηνοί τινες τοὺς αὐτῆς νηπίους ὑποβαστάξουσι, διδάσκαλοί τινες Ἐκκλησίας, ἢ ἄγγελοι, κατὰ τὸ, "Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατέρος μου τοῦ ἐν τοῖς οὐρανοῖς." Οἱ μὲν οὖν τέλειοι, τοὺς εἰσαγομένους ἐπ' ὤμων καὶ γονάτων, δίκην τιθηνοῦνται μητέρος. Ἐγὼ δὲ, ὡς πάντων Πατὴρ, παρακαλέσω τοὺς τῶν ὑποδεεστέρων παρακλήτορας. ∆ιό φησιν ὁ Ἀπόστολος· "Εὐλογητὸς ὁ Θεὸς, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως, ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, πρὸς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει, διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ." Ὧν οὕτω γινομένων, ὄψεσθε, φησὶ, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἢ 2708 καὶ αὐτὸν τὸν Θεὸν, τὸ ἐφετὸν, καὶ χαρᾶς ἀνάμεστον τέλος. Καὶ ὁ Σωτὴρ δὲ μακαρίζει τοὺς καθαροὺς τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ τὰ ὀστᾶ ὑμῶν, φησὶ, πόας δίκην ἀνθήσει. Ἐγερθήσονται γὰρ οἱ νεκροὶ, καὶ ἀναστήσονται οἱ ἐν τοῖς μνημείοις, τὴν παρὰ Χριστοῦ πλουτήσαντες δρόσον, τὸ πνεῦμα δηλαδὴ τὸ ζωοποιόν. Περὶ ὧν ὁ Ψάλλων φησίν· "Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὡς τὰ ἐν ἀγροῖς ἀνθήσαντα πίπτει, καὶ πάλιν ἀνίσχει τοῦ ἔαρος. Οὕτω δὲ καὶ γνωσθήσεται πᾶσιν, ὡς οὐκ ἀνθρωπίνη ταῦτα πεποίηκε δύναμις, Θεοῦ δὲ χεὶρ, ὁ Μονογενὴς, δι' οὗ καὶ ἡ τῶν νεκρῶν ἀνάστασις· Ἣ καὶ γνωσθήσεται τοῖς φοβουμένοις αὐτόν. Φόβον γὰρ ἀνειληφότες Θεοῦ τὸν ἐκ σοφίας (Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου) νοήσουσιν, ὡς οὐκ ἄνευ χειρὸς Θεοῦ, τοσαύτη χάρις εἰς ἀνθρώπους ἐνήργησεν. Τοῖς δὲ μὴ τοιούτοις ἀπειλήσει τὰ ἐπαγόμενα. Τινὲς δὲ ἀπὸ τοῦ, φωνὴ Κυρίου, οὕτως ἐξηγήσαντο. Πάντα γὰρ πανταχόθεν βοᾷ τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, πολεμίων μὲν καταστρεφομένων, Ἐζεκίου δὲ ἐκ τοῦ ναοῦ ἐπανιόντος, μὴ κηρύττοντος τοῦ Θεοῦ τὴν μεγαλειότητα, καὶ τῶν ἀντικειμένων Θεῷ τιμωρουμένων. Ἐκφεύξονται δὲ τὴν δίκην μετανοήσαντες καθὰ καὶ γυνὴ τεκοῦσα ἄρσεν. Ἐπιλανθάνεται γὰρ τῶν ὠδίνων, παραμύθιον ἔχουσα τὸ τεχθὲν, κατὰ τὸ, Ὅτ' ἂν δὲ γεννήσῃ, χαρᾷ χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος ἐπὶ τῆς γῆς εἰς τὸν κόσμον. Προληπτέον οὖν, φησὶ, τῇ μετανοίᾳ τὸν καιρὸν τῶν ὠδίνων. Καὶ ὥσπερ παῖδα, τὴν ἑαυτῶν σωτηρίαν ἀποκυήσατε. Ἐπὶ δὲ τῆς Ἱερουσαλὴμ ταῦτα γεγενῆσθαί φασιν ἐν βραχεῖ χρόνῳ ἅπαν τὸ ἔθνος, καὶ τοὺς ἰδίους ἀπολαμβανούσης οἰκήτορας. Θεὸς γὰρ ὁ στείρωσιν διδοὺς, καὶ γονήν. Προεστιαθεὶς δὲ τὴν ψυχὴν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς, τῇ πόλει εὐφράνθητι, φησὶν, Ἱερουσαλὴμ μὴ πενθοῦσα τὴν καταστροφὴν, τὴν μετὰ ταῦτα δὲ δόξαν λογιζομένη. Καὶ ὡς ἀπὸ μαστῶν τρέφε τοὺς παῖδάς σου, διότι ἐπισκέψεται Κύριος αὐτοὺς, πλείστην εἰρήνην διδοὺς, καὶ πάντων ποταμηδὸν εἰς αὐτὴν συῤῥεόντων. Τῶν γὰρ ἐθνῶν αὐτοῖς χαριεῖται τὴν δόξαν, ὡς τοὺς υἱοὺς αὐτῆς, καὶ θυγατέρας ἐπ' ὤμων φέρειν εἰς Ἱερουσαλὴμ, Θεοῦ, δίκην μητέρος, τὴν ἑαυτοῦ κηδεμονίαν παρέχοντος, ἐπὶ τῇ προλαβούσῃ παρακαλοῦντος αὐτοὺς συμφορᾷ, καὶ τρόπον τινὰ πάλιν ἀναβιῶναι ποιήσαντος, κατὰ τὰ παρὰ τῷ Ἰεζεκιὴλ ὀστᾶ. Βαστάγματα δὲ αὐτῶν τὴν ἀπὸ τῶν ἐθνῶν νόει τιμὴν, κατὰ πρόταξιν Κυρίου, καὶ ∆αρείου μετὰ δορυφορίας παραπέμψαντος αὐτοὺς ἐν εὐωχίᾳ τε καὶ εἰρήνῃ, τῶν ἱερῶν αὐτοῖς σκευῶν ἀποδεδομένων, καὶ μετὰ τοῦ ναοῦ ἀνοικισθείσης τῆς πόλεως. Ὃ καὶ μετὰ τὴν τοῦ Σωτῆρος φαίνεται παρουσίαν. 2709 Τὴν ἀληθῆ γὰρ πάντες μεταδιώκομεν Ἱερουσαλὴμ φέροντες τοὺς ἀληθεῖς Ἰουδαίους ἐπ' ὤμων, καὶ γονάτων, ὅτε μετὰ χεῖρας ἔχομεν τοὺς μακαρίους προφήτας, ἐπὶ τὸν Θεὸν ἐλπίζοντες Ἀβραάμ· ἔτι δὲ καὶ τῶν ἀποστόλων μετὰ τοῦ Σωτῆρος τὰ βιβλία ταῖς χερσὶ περιφέρομεν· καὶ ἐπὶ τῆς ἐνταῦθα δὲ Ἱερουσαλὴμ ἀληθὴς ὁ λόγος, εἰς ἣν σπεύδουσι βασιλεῖς καὶ ἔθνη διὰ τὸν