289
Σωτῆρα. ιεʹκδʹ. 9Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἄρματα αὐτοῦ ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ, πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, ἁγνιζόμενοι, καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος. Κἀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι9, κ.τ.λ. Τὰς τῶν πιστευσόντων ἐπαγγελίας εἰπὼν, καὶ ὡς ἀπειλήσει τοῖς ἀπειθήσασι τὴν ἀπειλὴν, ἐκτίθεται νῦν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν, δηλῶν ὅτε ἥξει μετὰ τῆς δόξης τοῦ Πατέρος, καὶ τῶν ἀγγέλων αὐτοῦ, κρῖναι ζῶντας καὶ νεκρούς. Τὸ δὲ ὡς πῦρ, ἐν πυρὶ ἑρμήνευσαν οἱ λοιποί. Ἅρματα δὲ λέγων, τοὺς ἀγγέλους, καὶ τὰς περὶ αὐτὸν δυνάμεις δηλοῖ, κατὰ τὸ ἐν Ψαλμοῖς· "Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων." Ὡς καταιγὶς δὲ ἤξει τοῖς τιμωρίας ἀξίοις. Ὁ δὲ ἀποσκορακισμὸς δηλοῖ τὴν τούτων ἀποβολὴν, ἐροῦντος· "Πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον·" ἡ δὲ ῥομφαία τὴν τιμωρίαν σημαίνει, συνήθως ἅμα καὶ φοβερῶς τοῖς ἀκροωμένοις. Τοιοῦτον τὸ ἀποστολικόν· "Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν," καὶ τὰ ἐπὶ τούτοις. Ἐπιφέρει δὲ τίσιν ἡτοίμασται μᾶλλον τὸ πῦρ, καὶ εἰ μὲν πρὸ τῆς ἐπιδημίας, τοῖς μὴ κατὰ νόμον ἁγνιζομένοις φησὶ σποδῷ τε δαμάλεως, καὶ θυσίαις, εἰ δὲ μετὰ ταύτην, τοῖς ἀντὶ τοῦ θείου βαπτίσματος, ὕδατι κήπο ὑψιλῷ, ἢ καὶ μεμαγευμένῳ καθαιρομένοις, ἐν δρυμοῖς τε καὶ ἄλσεσιν ἔνθα καὶ τὰς λατρείας προσέφερον. Περιηγνίζοντο γὰρ πυρί τε καὶ ὕδατι, ψυχῆς μολυσμοὺς διὰ τούτων ἐκπλύνειν οἰόμενοι, οὓς ἐξ ἀσελγείας καὶ φόνων ἐναπεμάξαντο. Ἀντὶ δὲ τοῦ· Καὶ ἐν τοῖς προθύροις ἔσοντες κρέας ὕειον, ὁ Σύμμαχός φησιν· Ὀπίσω ἀλλήλων ἐν μέσῳ ἐσθιόντων τὸ κρέας τὸ χοίρειον, οὐκ αὐτοὺς λέγων ἐσθίειν, μεταξὺ δὲ ζῇν τῶν, ἐθνῶν, διὸ σὺν αὐτοῖς ἀπολοῦνται, τοῦ Θεοῦ μὴ μόνον πράξεις 2712 ὁρῶντος, ἀλλὰ καὶ λογισμούς. "Ὁποῖόν ἐστι τὸ, Ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀφθαλμοί σου." Τινὲς δὲ τὰ βδελύγματα, οὐκ ἐπὶ βρωμάτων, ἀλλ' ἐπ' εἰδώλων ἐδέξαντο, ὡς καὶ μῦν φασιν, ἴσως ἐν σηκοῖς ἔχειν σεβόμενον. Πλὴν τοὺς ἀρουραίους τινὲς εἰσέτι νῦν ἐσθίουσι μῦς. Συνάξειν δὲ πᾶσαν γλῶσσαν εἰπὼν, Ὄψονται, φησὶ, τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους. Ὃ σαφέστερον ἐν Εὐαγγελίοις φησίν· "Ὅτ' ἂν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατέρος αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι. μετ' αὐτοῦ, καὶ συνάξουσι πάντα τὰ ἔθνη," καὶ τὰ ἐπὶ τούτῳ. Ὡς ἂν δὲ δείξῃ τῶν ἐθνικῶν τοὺς κατ' ἀξίαν σωθησομένους, ἐπὶ τὴν πρώτην ἀνέδραμεν παρουσίαν· περὶ ἧς καὶ τὸ, συνάξω τὰς γλώσσας, τινὲς ἐξειλήφασιν ἀνακεφαλαίωσιν εἶναι τῆς ὅλης προφητείας, τὰ ἐντεῦθεν εἰπόντες τῆς μετὰ σαρκὸς οἰκονομίας τὴν δύναμιν ἀπ' ἀρχῆς, μέχρι τέλους, ὡς ἐν βραχεῖ περιέχοντα, δηλοῦντα τῶν ἐθνῶν τὴν κλῆσιν, ὡς καὶ τοὺς ἀποστόλους ἀναδείξας παρὰ παντὸς ἔθνους προσκυνηθήσεται. Ὁ μὲν γὰρ παλαιὸς νόμος ἓν ἔθνος, καὶ μίαν γλῶσσαν συνήγαγεν· Ὁ δὲ Χριστὸς πάντα μετὰ τῶν σωθέντων ἐξ Ἰσραὴλ λέγων· Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Οἳ καὶ τεθέανται τὴν δόξαν αὐτοῦ, μαθόντες διὰ τοῦ θείου κηρύγματος, ὡς ἴσος ἐστὶ τῷ Πατέρι, θαυματουργεῖ τε μέχρι καὶ νεκρῶν ἀναστάσεως, καὶ μὴ κατὰ τοὺς Ἰουδαίους εἰπόντες· "∆ιατί σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;" συμφώνως δὲ λέγοντες· "Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Ἐφ' ὧν καὶ τέθειται σημεῖον τοῦ τιμίου σταυροῦ· ἢ κατὰ Παῦλον εἰπόντα· "Ἐσφραγίσθημεν τῷ πνεύματι τῆς ἀπολυτρώσεως." Ἀπ' αὐτῶν δὲ, φησὶν, ἀποστελῶ ἐπὶ τὰ ἔθνη, δηλονότι τῶν ἀπολλυμένων, περὶ ὧν ἐλέγετο· Ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται. Ἐξ ὧν διασωθὲν τὸ κατάλειμμα πρὸς τὴν τῶν ἐθνῶν τῶνδε καὶ τῶνδε κλῆσιν ἀποσταλήσεται, καὶ ὄψονταί μου τὴν δόξαν, κατὰ τὸ ἤδη ῥηθέν· Οἷς οὐκ ἀνηγγέλη, περὶ αὐτοῦ ὄψονται· καὶ πάλιν· "Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν." Οἳ