τῇ ψυχῇ ἀεργὸς εἶναι. -, ἀλλὰ φρένα τερπόμενον φόρμιγγι τά τε ἄλλα ἐπαινετῇ καὶ ζυγὸν ἐχούσῃ, ὅ ἐστι πῆχυν, ἀργύρεον ἐπ' αὐτῇ. Φράζει γὰρ ὁ ποιητὴς οὕτω «τὸν δ' εὗρον φρένα τερπόμενον φόρμιγγι 2.694 λιγείῃ καλῇ δαιδαλέῃ, ἐπὶ δ' ἀργύρεον ζυγὸν ἦεν, τήν», φησίν, ἤγουν ἣν, «ἄρετο ἐξ ἐνάρων», ὅ ἐστι λαφύρων, «πόλιν Ἠετίωνος ὀλέσσας». Οὐ γὰρ ἐκ τῆς Ἑλλάδος ἦγεν ἐπίτηδες αὐτήν, ἐν λαφύροις δὲ βασιλικοῖς εὑρὼν κατὰ τὸ παρατυχὸν ἔλαβε βασιλεὺς νεανίας φιλόμουσος. Ἴσως μὲν οὖν καὶ ἐπιχαίρων τῇ τῶν Ἑλλήνων δυσπραγίᾳ μετὰ χεῖρας ἔχει νῦν τὴν κιθάραν, θυμοῦ καὶ λύπης παραμύθιον, μάλιστα δὲ νυκτὸς οὔσης, τόν τε θυμὸν οὕτω παρηγορεῖτο καὶ τὸν ζωπυρούμενον σπινθῆρα τῆς ἀνδρίας ἀνερρίπιζε, παλαιῶν πράξεων μεμνημένος ἡρώων καὶ ὧν ἐκεῖνοι κατώρθουν. (ῃ. 189) Φησὶ γὰρ «τῇ ὅ γε θυμὸν ἔτερπεν, ἄειδε δ' ἄρα κλέα ἀνδρῶν», οὐ μὴν γυναικῶν καταλόγου κλέα κατὰ τοὺς ἐν θηλυδριώδεσι κωμάζοντας μέλεσιν [ἢ καὶ κατὰ τὸν καλὸν Ἡσίοδον, ὃς Ὁμήρου, καθά τις παλαιὸς ἔφη, τὸν ἡρωϊκὸν ἀνδρῶνα σεμνύναντος, αὐτὸς ἐν τῷ τῶν ἡρωΐδων Καταλόγῳ τῆς γυναικωνίτιδος γέγονε]. Καὶ σημείωσαι ὅτι ἀείδων ὁ Ἀχιλλεὺς κλέα ἀνδρῶν ἀοιδίμους ἐκείνους φερωνύμως ἐποίει, καθάπερ αὐτὸν ὁ ποιητής. [Καλῶς ἄρα φιλεῖται τῷ ποιητῇ ὡς οἷα καί τινι ζηλωτῇ τῆς κατ' ἐκεῖνον μουσικῆς. Κλέα δὲ Ἀχιλλεὺς ᾄδει οὐ τὰ ἐξ ἀνάγκης ἔντιμα καὶ εὐκλεῆ, ἀλλὰ καὶ τὰ ἔμπαλιν. ἐπεὶ καὶ μέσῃ λέξις τὸ κλέος. Οὕτω καὶ Ὅμηρος ᾄδει δι' ὅλης αὐτοῦ τῆς ποιήσεως οὐ μόνα τὰ πρὸς εὔκλειαν ἐμμελῶς ἱστορῶν, ἀλλά που καὶ μὴ τοιαῦτα πολλά, οἷς οὐκ ἂν ἔχοιεν ἐλλάμπεσθαι τὰ μνημονευόμενα πρόσωπα, εἴτε ἀνθρώπινά εἰσιν εἴτε δαιμόνια]. (ῃ. 190 ς.) «Πάτροκλος δέ οἱ», φησίν, «οἶος», ἤγουν μόνος, «ἐναντίος ἧστο σιωπῇ», ὡς καὶ ἐχρῆν, «δέγμενος Αἰακίδην ὁππότε λήξειεν ἀείδων». Τῶν τις δὲ παλαιῶν φησι καὶ αὐτός, ὅτι μουσικὸς ὢν ὁ Ἀχιλλεὺς κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε καὶ ταύτῃ τὴν μῆνιν κατεύναζεν. Οὕτω, φασί, καὶ Κλεινίας ὁ Πυθαγόρειος ὅτε εἰς ὀργὴν προήχθη, λύραν ἁρμοσάμενος ἐκιθάριζε καὶ 2.695 ἔλεγεν οὕτω πραΰνεσθαι. Ἰστέον δὲ ὅτι τε [ἐπαινοῦνται οἱ ἥρωες οἷς καθήμενοι οἰνοπόταζον. Ἐπεὶ γάρ, φασί, τρυφᾶν ἤρξαντο, κατερρύησαν ἀπὸ τῶν δίφρων ἐπὶ τὰς κλίνας ὡς ἀνειμένως πίνειν], καὶ ὅτι καὶ δίσκον ἐκ τῶν τοῦ Ἠετίωνος λαφύρων ὁ Ἀχιλλεὺς ἔχων ἐν τοῖς ἑξῆς που εὑρεθήσεται, ναὶ μὴν καὶ ἵππον, ἐκεῖνον μὲν ὡς γυμναστικός, τοῦτον δὲ ὡς πολεμικός. (ῃ. 188) Τὸ δὲ «ἄρετο ἐξ ἐνάρων» ἐτυμολογικὸς τρόπος ἐστίν. ἀπὸ γὰρ τοῦ αἴρω τὰ ἔναρα γίνεται. (ῃ. 189) Τὸ δὲ «θυμὸν τέρπεν» ἐκ τοῦ «φρένα τερπόμενον» παραπέφρασται. [ ̔Ως δὲ τερπνὰ τὰ μέλη, δηλοῖ καὶ Ἀπόλλων, ὃς «φρένα τέρπετ' ἀκούων μολπῆς». Ἐκ τοῦ τρέπειν δὲ μετετέθη τὸ τέρπειν. τροπὴν γάρ τινα καὶ μεταβολὴν διαθέσεων ψυχῆς ἡ μουσικὴ ἐπιστήμη ποιεῖ]. (ῃ. 190) Τὸ δὲ «ἐναντίος» ἶσόν ἐστι τῷ ἀντικρύ. ἐξ αὐτοῦ δὲ καὶ ὁ ἀντιπροσώπως ἐναντιούμενος. Σιωπᾷ δὲ ἀκούων ὁ Πάτροκλος, καθὰ ἔδει, ὡς ἂν μὴ λαλῶν κολούῃ τὴν ἡδονὴν τὴν ἀκοῇ. [(ῃ. 189) Ἰστέον δὲ ὅτι τε ἐν τῷ «ἄειδε κλέα ἀνδρῶν» φιλῳδὸς ὁ Ἀχιλλεὺς φαίνεται εἶναι καὶ μελικός, καὶ ὅτι ἐν τοιούτοις κυριολεκτεῖται τὸ ᾄδειν. Αἱ δὲ παρὰ Θεοκρίτῳ ἀείδουσαι λίθοι ἐν τῷ προσπταίειν ἀρβύλαις βουκολικὴν ἔχουσιν ἀφέλειαν]. (ῃ. 192-8) Ὅτι ἐν τῷ τοὺς πρέσβεις πρόσθε στῆναι τοῦ Ἀχιλλέως («βάτην» γάρ, φησί, «προτέρω», ἤγουν προσωτέρω, «ἡγεῖτο δὲ δῖος Ὀδυσσεύς», ὡς καὶ προδεδήλωται, «στὰν δὲ πρόσθ' αὐτοῖο, ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεὺς αὐτῇ σὺν φόρμιγγι). τώ», ἤγουν οὕς, «καὶ δεικνύμενος προσέφη· χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον, ἦ τι μάλα χρεώ, οἵ μοι σκυζομένῳ περ Ἀχαιῶν φίλτατοί ἐστον». Καὶ ὅρα ὅτι ἄριστα ἐπελέξατο Νέστωρ τοὺς πρέσβεις. οὓς γὰρ αὐτὸς ἐπέκρινε, φιλτάτους ὁ Ἀχιλλεὺς ὡμολόγησε. (ῃ. 199-204) Καὶ ἔτι προτέρω ἄγων εἷσεν, ἤγουν ἐκάθισεν, ἐν κλισμοῖς τάπησί τε πορφυρέοισι, προσεῖπε δὲ Πάτροκλον «μείζονα δὴ κρητῆρα Μενοιτίου υἱὲ καθίστα, ζωρότερόν τε κέραιε, δέπας δ' ἔντυνον ἑκάστῳ. οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ». (ῃ. 193) Ἰστέον δὲ ὅτι τὸ μὲν «στάν»,