290
μετὰ τοῦ σημείου τοῦ ἐμοῦ πορευθέντες, τοὺς ἀπὸ τῶν ἐθνῶν ἀδελφοὺς ἀπεργάσονται, καὶ δῶρον προσάξουσι τῷ Θεῷ. ∆ιὸ καὶ καυχώμενοι, χαρὰν αὐτοὺς καὶ στέφανον ὀνομάζουσι. Τὸ δὲ ἄπονον τῆς τῶν ἐθνῶν ἐπιστροφῆς ἀπὸ μεταφορᾶς τῶν ἐν ὀχήμασι κομιζομένων παρίστησι, πάσης αὐτοὺς ἀναπαύλης ἀξιοῦντος Θεοῦ. Ἔσονται δὲ κεχαρισμένοι Θεῷ, ὡς θυσία νομίμως προσαγομένη μετ' ᾠδῆς, καὶ δοξολογίας. Ἀπ' αὐτῶν δὲ, φησὶ, λήψομαι ἱερεῖς καὶ Λευΐτας, καὶ τὸ ἐκ τῶν ἀποστόλων, καὶ τὸ ἐκ τῶν ἐθνῶν ἀληθέστερον. Λοιπὸν παραδειγματικῶς τὸ τῆς ἐλπίδος τῶν κεκλημένων ἀσάλευτον δείκνυσιν. Οὐρανοῦ 2713 γὰρ καὶ γῆς ὁ ἀνακαινισμὸς πέρας οὐχ ἕξει. Οὕτως ἔσται τὰ καθ' ἡμᾶς. Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. Τὸ συνεχὲς δὲ τῆς εὐσεβοῦς λατρείας διὰ τῶν ἐν νόμῳ παρίστησι τυπικῶν. Τινὲς δὲ τὸ ἄξουσι τοὺς ἀδελφοὺς, κατὰ τὸν καιρὸν τῆς συντελείας φασὶν ἐπὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ὅτεπερ ἐν ἀγγελικῷ, κατὰ τὸν Ἠλίαν, ἀναληφθήσονται ἅρματι, φωτὶ θείῳ περιλαμπόμενοι. Καὶ δῆλον ἐκ τῆς Ζαχαρίου προφητείας. Ἵππους γὰρ διαγράψας καὶ ἅρματα, δυνάμεις τινὰς ἀγγελικὰς συνῃνίττετο. Λαμπηναὶ δὲ ἡμιόνων τὰ τῆς ἀναστάσεως σημαίνουσι σώματα, διὰ τὴν ἐν αὐτοῖς ἐκλάμπουσαν δόξαν. Ἀντὶ δὲ τοῦ, ἐν λαμπηναῖς ἡμιόνων μετὰ σκιαδίων, ὁ Σύμμαχος, ἐφ' ἵπποις, καὶ ἐν ἅρμασι, καὶ ἐν λεκτίσι, καὶ ἐν καρούκαις, καὶ ἐν φορείοις, ἑρμήνευσεν, δι' ὧν σωματικῶς εἰρημένων διὰ τοὺς ἀκούοντας, ἡ δι' ἀέρος μετάρσιος εἰς οὐρανοὺς πορεία σημαίνεται, κατὰ τὸ, "Ἁρπαγησόμεθα ἐν νεφέλαις," τὰ νῦν ῥηθέντα σαφηνίζον ὀχήματα. Εἰς τὴν ἁγίαν δὲ πόλιν κομίζονται, περὶ ἧς φησιν· "Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν." Καί· "Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ." Ἀντὶ δὲ τοῦ μετὰ ψαλμῶν, ἐν σκεύει καθαρῷ ἑρμήνευσε Σύμμαχος. Ὡς γὰρ οἱ πάλα, φησὶ, τὰς νομικὰς θυσίας κατὰ νόμον ἐπὶ τῆς ἐπιγείου προσέφερον Ἱερουσαλήμ· οὕτως ἥξουσιν ἐκεῖνοι μετὰ τῶν ἰδίων καρπῶν δῶρα κομίζοντες, ἅπερ ἕκαστος ἐν ψυχῇ παρεσκεύασεν. Εἶτά φησιν· Καὶ ἀπ' αὐτῶν λήψομαι (ποίων, ἀλλ' ἢ τῶν κατειλεγμένων ἐθνῶν;) ἱερεῖς καὶ Λευΐτας. Εἰ γὰρ καινὸς οὐρανὸς ἔσται, καὶ γῆ καὶ Ἱερουσαλὴμ, ἀκόλουθον εἶναι καὶ καινοὺς λειτουργούς. ∆ι' ὅπερ ἔφασκεν· "Οὐ μὴ μνησθῶσι τῶν προτέρων, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν." Ἀπίθανον γὰρ ἐξ Ἰουδαίων εἰπεῖν, ἤδη παρ' αὐτοῖς τούτων προϋφεστώτων. Πῶς δ' ἂν ἐξ ἱερέων ἱερέας, καὶ ἐκ Λευϊτῶν εἰλήφει Λευΐτας, πάσης τῆς Λευῒ φυλῆς, ἐπὶ τούτους διῃρημένης, οὓς ἀπεικάζει οὐρανῷ τε καινῷ, καὶ γῇ; περὶ γὰρ τῶν πρώτων ἐῤῥέθη· "Ὁ οὐρανὸς, καὶ ἡ γῆ παρελεύσεται." Καὶ πάλιν· "Ἐλιγήσεται, ὡς βιβλίον, ὁ οὐρανὸς, καὶ φθορᾷ φθαρήσεται ἡ γῆ." Τοῦ δὲ μέλλοντος αἰῶνος ἀπαρχὴ Χριστός· ἔπειτα, οἱ τοῦ Χριστοῦ· εἶτα, οὐρανὸς καὶ γῆ καινά. Τούτων τῶν οὐρανῶν τὴν βασιλείαν τινῶν ἔφη μακαριζομένων εἶναι, καὶ ἄλλω τὴν κληρονομίαν τῆς γῆς. Τῶν γὰρ παρὰ τῷ Πατρὶ μονῶν τῶν μὲν οὐσῶν ἐλαττόνων, τῶν δὲ κρειττόνων, τῇ πρὸς ἀλλήλας δόξουσι σχέσει αἱ μὲν τῶν ὑπ' αὐτὰς 2716 οὐράνιοι, αἱ δὲ τῶν ὑπὲρ αὐτὰς γῆ. ∆ιηνεκεῖς δὲ πᾶσαι. Τὰ γὰρ βλεπόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Εἰ δὲ σύμβολα καὶ εἰκόνες τὰ νομικὰ, κατὰ τὸ, "Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·" ἀκόλουθον οὐρανίους νοεῖν, ἑορτὰς, καὶ μῆνας, καὶ Σάββατα, ἅπερ ἐξετάζειν οὐ τοῦ παρόντος καιροῦ. Πλὴν, ὥσπερ Ἰουδαῖοι πόλεις ᾤκουν πολλὰς, κρείττων δὲ Ἱερουσαλὴμ ἡ τὸ ἁγίασμα φέρουσα, εἰς ἣν, κατὰ καιροὺς, οἱ τὰς ἄλλας οἰκοῦντες ἀπήντων, τὴν θρησκείαν ἐπιτελέσοντες· οὕτω νοητέον ἐν οὐρανοῖς ἁγίασμα ὑπάρχειν ἐξαίρετον, πλὴν τοῦ ἀρχιερέως Υἱοῦ τοῦ Θεοῦ, ἄβατον ὑπάρχον τοῖς ἄλλοις, ᾧ μόνῳ θέμις τῇ τοῦ Πατρὸς πελάζειν θεότητι, εἴς τε κόλπους· τῶν ἄλλων καιροῖς τεταγμένοις (οἵτινές ποτε οἱ καιροὶ νοοῦνται οὗτοι, καὶ τὰ ἐν τῇ τακεῖ, ὧν τις προφήτης ἐν περινοίᾳ γενόμενος ἔλεγε· "Καὶ ἔτη αἰώνια ἐμνήσθην, καὶ ἐμελέτησα") διαβαινόντων ἐπὶ τὴν ἐξαίρετον οὐρανόπολιν, τῇ τοῦ Θεοῦ βασιλείᾳ ἀφωρισμένην