βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης· κἀντεῦθεν πολλοὺς τῶν Βαρβάρων καὶ Χριστιανῶν ἀπατήσας καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐπῄει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθάπερ τι θηρίον ἀλλό κοτον καὶ πολύμορφον, ποικίλον τε καὶ πολυκέφαλον, τὰ πολυειδῆ γένη τῶν ἐθνῶν συναθροίσας, καὶ οἷά τις ἄλλος Σεναχερὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ καθοπλισάμενος ἐμεγαλαύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν, ὡς ἔοικε, νοήσας, ὅτι "οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ 696 γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ, καὶ ψευδὴς ἵππος εἰς σωτηρίαν·" καί· "Κύριος διασκεδάζει βουλὰς ἐθνῶν" καὶ τὰ ἑξῆς. Εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις ̣176b οὐκ εἶχεν Ἐζεκίαν, εὐσεβῆ φημὶ καὶ ἐνάρετον βασιλέα, ἀλλ' οὐ παρεῖδεν ὁ τοῦ παντὸς πρύτανις καὶ φιλάνθρωπος Κύριος πολιορ κουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ· ἀλλ' ἕνεκεν "τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων," ἔφη καὶ τότε "Νῦν ἀναστήσομαι καὶ ὑπερασπιῶ τῆς πόλεώς μου καὶ τοῦ λαοῦ μου," οὐ "∆ι' ἐμὲ καὶ διὰ ∆αυῒδ, τὸν δοῦλόν μου," ὡς τότε καὶ νῦν φησι, ἀλλὰ "∆ι' ἐμὲ καὶ τὸν ἐκ σπέρματος ∆αυῒδ φύντα Υἱόν μου καὶ διὰ τὴν νέαν Ἰερουσαλὴμ, ἣν ἐξελε ξάμην. ̣4 ̣ Καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαὰβ, τοῦ Σύ ρου πολλὰς μυριάδας κατ' αὐτοῦ συνειληχότος καὶ βρενθυομένου καὶ λέγοντος· "Εἰ ἐκποιήσει Σα μάρεια παντὶ τῷ λαῷ, τοῖς πεζοῖς μου," διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βασιλέως ὁ φιλοικτίρ μων Θεὸς τὸ δέος, "Ἰδοὺ, λέγων, ἐγὼ δίδωμι αὐ τὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ Κύ ριος·" ὅπερ καὶ γέγονε· καὶ δὴ παραυτίκα δέδειχε τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν ∆αυῒδ ἀληθεύοντα· "Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ." Τῆς γὰρ συμπλοκῆς γενομένης, δύο καὶ δέκα τῶν ἀντιπά 110.1004 λων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν ὡς θεήλατος ἡ πληγὴ, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατέχωσε χιλιάδας κζʹ. 697 ̣5 ̣ Ταύτῃ τοίνυν τῇ ἀλαζονείᾳ τοῦ Σύρου καὶ τοῦ Ἀσσυρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινούπολιν, μᾶλλον δὲ Θεουπό λιν, ἐφ' ἕνα χρόνον ἐπόρθει, τῶν πολιτῶν γεν ναίως ἀντιπαραταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούντων· τὰς γὰρ πλείστας αὐτῶν ναῦς ἐπυρπόλησαν, καὶ τοὺς λογάδας τῶν πολεμίων αὐτῶν ἐτροπώσαντο. Ὁ δὲ, ἀμηχανίᾳ ληφθεὶς, τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει, ταύτην ληϊζόμενος· λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ' οὐχ ὡς ἤλπιζεν, ἀλλ' ὡς ἡ θεία Πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν· καὶ γοῦν οὐ μόνον εἰς ἐναντίωσιν αὐτῷ παρέστη καὶ περιετράπη καὶ παρέβη τὸ σπούδασμα, ἀλλά γε καὶ ὅπερ ἔχειν ἐδόκει καὶ κατεφαντάζετο κλέος καὶ σθένος ἀπεγυμνώθη μικροῦ δεῖν καὶ διό λωλεν. ̣6 ̣ Οἱ γάρ τοι πολῖται, ὡς εἴρηται, γενναίως τε καὶ σφοδρῶς ἀντιπαραταξάμενοι τῇ ῥοπῇ καὶ συμμαχίᾳ τοῦ κρείττονος καὶ μετὰ τοιαύτης ἐλπί δος τειχομαχοῦντες, καὶ πεζομαχοῦντες, καὶ ναυμαχοῦντες ἀνδρικῶς καὶ καρτερῶς, ἅπαν σχεδὸν τὸ σαθρὸν αὐτοῦ φρύαγμα κατέλυσαν· τὰ γὰρ ὀχυρώματα, ἐφ' ὧν πεποιθὼς ἀνοήτως ἄγαν ἐνηβρύνετο καὶ κατεθρασύνετο, τὰς ναῦς αὐτοῦ λέγω τὰς πλείστας πυρπολήσαντες καὶ τοὺς λογά δας τῶν πολεμίων καὶ στρατοπεδάρχας τροπωσά μενοι, σκοτοδινία πολλὴ καὶ ἀμηχανία περιέσχε τὸν εὐρίπιστον καὶ κουφότατον Θωμᾶν· ναὶ μὲν ἀλλὰ καὶ τὰς πολυμηχάνους αὐτοῦ καὶ πολυτρόπως ἐξευρημένας ἑλεπόλεις πάσας, ἀκαταμαχήτους οὔ σας, ὡς ᾤετο, καὶ δυσαλώτους, διέφθειραν 698 καὶ κατέλυσαν εὐπετῶς ἄρδην. Καὶ οὕτως "ὁ μὲν οἶκος ∆αυῒδ," ἤγουν ἡ τοῦ Χριστοῦ πόλις, "ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ," ἤτοι τῶν πολεμίων τὸ στῖφος, "ἐπορεύετο καὶ ἠσθένει" τῷ ὄντι, καὶ Θεὸς ἐδοξάζετο, καὶ ἦν ἰδεῖν ἐναργῶς ὄντως ἐπ' αὐτῷ πληρούμενον τὸ ἱερὸν λόγιον· "Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐ τοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν," ̣177a καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ· ἔνθεν τοι καὶ οἱ τῆς πόλεως ἔψαλλον· "Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν