291
μονὴν, καὶ τοῖς εἰς ἄκρον μακαριότητος ἥκουσιν, ἧς οὐ στερήσονται οὐδὲ οἱ ὑποβεβηκότες, κατὰ δὲ περιόδους τινὰς ἐν οὐρανίοις ἑορταῖς ἀφικνούμενοι, ἐνθέου τε καὶ ἀλήκτου τινὸς εὐφροσύνης μεταλήψονται, ἀῤῥήτων ἀγαθῶν ἀπολαύσοντες, ὧν ἐμφορηθέντες εἰς μονὰς τὰς ἑαυτῶν ἐπανήξουσιν, ἐκεῖ Σαββατισμὸς ἀληθὴς καὶ ψυχῶν ἐστιν ἀνάπαυσις. Σὰρξ δὲ πᾶσα τὰ ἔθνη, κατὰ τὸ ῥηθέν· "Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ." Καὶ ἀλλαχοῦ· "Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν." Οὕτω δὲ λέγει, ἵνα μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι νομίσωσιν Ἰουδαῖοι· δι' ὃ πᾶν ἀνθρώπων γένος δηλοῖ. Ἀλλ' οὗτοι μὲν ἥξουσιν. Οἱ δὲ τῆς Ἱερουσαλὴμ ἐκείνης πολῖταί εἰσιν αἱ μυριάδες, κατὰ Παῦλον, ἀγγέλων, ἡ Ἐκκλησία πρωτοτόκων. Ἐκεῖ διὰ παντὸς ἔσονται λειτουργοὶ Θεοῦ ὄντες, ὑπ' ἀρχιερεῖ τῷ μεγάλῳ ταττόμενοι. Πάντες δὲ ὄψονται τῶν ἀσεβῶν τὴν ἀπώλειαν, ἐννοοῦντες οἵων ἀγαθῶν ἐστερήθησαν. Ἀντὶ δὲ τοῦ, τὰ κῶλα, τὰ ἔσχατα Σύμμαχος ἔφησεν. Τίνων δὲ τὰ κῶλα; περὶ ὧν ἔλεγε κατ' ἀρχάς· "Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν." Οὓς μακρὰν ἑαυτῶν ὄντας οἱ ἐκ τῆς Ἱερουσαλὴμ ἐξιόντες θεάσονται, καὶ ἐπὶ τὰς οἰκείας μονὰς ἐπανήξουσι. Σκώληκα δέ φησιν ἀτελεύτητον τὴν ἐν τῷ μετανοεῖν τῶν ἰδίων ἁμαρτημάτων συνείδησιν, ἐν τῷ τοιούτων ἀγαθῶν ἐστερῆσθαι δακνομένων ἀεὶ τὴν ψυχὴν, καὶ κατηγορούντων ἑαυτῶν ἐπὶ τῇ φθασάσῃ κακίᾳ. Πῦρ δὲ ἄσβεστον, τὸ ῥηθὲν ὑπὸ τοῦ Σωτῆρος, αἰώνιον, ἡτοιμασμένων τῷ διαβόλῳ· σαρκὶ δὲ εἰς ὅρασιν ἔσονται τῇ μὴ κολαζομένῃ, περὶ ἧς ἔφη· Ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου. Ἢ τὸ τῶν 2717 κολαζομένων ὄψεται τέλος αὐτὴ τῶν ἀγαθῶν ἀπολαύουσα. Τινὲς δὲ ταῦτα δηλοῦν ἔφασαν τὰς ἐπενεχθείσας Ἰουδαίοις συμφορὰς ὑπὸ τῆς Ῥωμαίων χειρὸς εἰς σφαγὴν δεδομένοις. Οἳ καὶ ἐν τῇ σαρκὶ γεγόνασι θεατοὶ, καὶ μονονουχὶ δίκην ἀτελεύτητον πάσχουσιν. Ἄλλοι δέ φασιν, ὡς διὰ χρηστῶν καὶ φοβερῶν ὁ Θεὸς τοὺς Ἰουδαίους προτρέπεται, ὅς γε καὶ παρουσίαν ἰδίαν κατεπαγγέλλεται. Ἡ δὲ παρουσία οὐ καθ' ἕνα τρόπον νοεῖται. "Καὶ γὰρ οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἂν ἔλθῃ, φησὶν, ὁ Υἱὸς τοῦ ἀνθρώπου." Ὅπερ εἶπεν οὐ δήπου τὴν ἔνδοξον αὐτοῦ παρουσίαν δηλῶν, τὴν δὲ κατ' ἐνέργειαν αὐτοῦ πρὸς αὐτοὺς ἐπιφοίτησιν, ὡς καὶ νῦν τὴν αὐτῶν ἐπίσκεψιν ὑπεδήλωσεν εἰς ἡμᾶς, λέγων, ὡς 9ἐπισυνάξει9 αὐτοὺς ἐκ πάντων 9τῶν ἐθνῶν9, εἰς ἃ διασπαρέντες τὰς ἐκείνων γλώσσας ἐξέμαθον, ἀθετησάντων δὲ αὐτῶν Χριστὸς 9τὰ ἔθνη συνήγαγεν9, οἵπερ 9ἥξουσι9 τοὺς καλέσαντας αὐτοὺς ἀποστόλους τῇ μνήμῃ φέροντες, καὶ ζηλωταὶ τούτων γινόμενοι. Ὧν τὴν εὐθυμίαν διὰ τῶν ὀχημάτων δηλοῖ, ἥτις ἐδηλοῦτο πρώτως διὰ τοῦ εὐνούχου [λείπει].