ἐν σπονδαῖς. [ ̓Ενταῦθα δὲ ἐνθυμητέον καὶ τὸ «μελίζωρον ποτόν», ὃ δή τις ἔφη, καὶ τὸ ζωρέστερον. Ὁμήρου γὰρ ἀναλόγως εἰπόντος ζωρότερον ἐκ τοῦ ζωρόν, παρὰ τοῖς ὕστερον εὕρηται καὶ ζωρέστερον κατὰ τὸ ἀκρατέστερον, ὥσπερ καὶ ἀνιηρέστερον καὶ αἰδοιέστερον ἐν Ὀδυσσείᾳ, καὶ κοινῶς πλησιέστερον, καὶ παρ' Αἰσχύλῳ ἀφθονέστερον, καὶ εὐωνέστερον παρὰ Ἐπιχάρμῳ. Λέγει δὲ καὶ Ὑπερίδης «ῥαδιεστέραν πόλιν». Τινὲς δὲ ζωρότερόν φασι τὸ θερμὸν ἀπὸ τῆς ζέσεως, ἄλλοι δὲ εὔκρατον]. Ἰστέον δὲ ὅτι τῶν τινα ἀντιγράφων τὸ «κέραιε» κέραιρέ φασιν, ὀλίγα μέντοι καὶ οὐδὲ τὰ ἀκριβέστερα, ἵνα γίνηται τὸ μὲν κέραιε ἀπὸ τοῦ κερῶ κεραίω, ὡς ἀγῶ ἀγαίω, τὸ θαυμάζω καὶ μέμφομαι, τὸ δὲ κέραιρε ἀπὸ τοῦ κερῶ κεραίρω, ὡς σπῶ σπαίρω καὶ ἀσπαίρω. καὶ ὅτι μᾶλλον ἐπὶ ἀκράτου νοεῖται τὸ ζωρόν, ὡς παραδηλοῖ καὶ Ἡρόδοτος ἐν οἷς φησιν· ἐπὰν ζωρότερον βούλωνται οἱ Σπαρτιάται πιεῖν, ἐπισκύθισον λέγουσιν, ὡς ἀπὸ τῶν Σκυθῶν, οἵ, φησίν, εἰς Σπάρτην ἀφικόμενοι πρέσβεις ἐδίδαξαν τὸν Κλεομένην ἀκρατοποτεῖν. Ἰστέον δὲ ὅτι καὶ ἐχρῆν ἀνδράσι καμοῦσιν ἄκρατον ἐγκερασθῆναι διὰ ὄνησιν, ὥς που καὶ ἡ Ἑκάβη γενέσθαι ἠθέλησε κεκμηκότι τῷ υἱῷ Ἕκτορι. Ἄκρατος γὰρ καὶ ἐκεῖ ὁ οἶνος ἦν, ὡς δηλοῖ τὸ ἐθέλειν σπεῖσαι ἐξ αὐτοῦ τῷ ∆ιΐ. Ὥστε μείζων μὲν ἵσταται ἄρτι κρατὴρ διὰ τὸ πλείους συνελθεῖν, ζωρότερος δὲ διὰ τὸ κεκμηκότας εἶναι τοὺς παραβαλόντας 2.700 φίλους. [Εἰς δὲ τὸ νοεῖσθαι ζωρὸν τὸ ἄκρατον συντελεῖ καὶ ∆ιφίλου τὸ «ἔγχεον πιεῖν εὐζωρότερον. τὸ γὰρ ὑδαρὲς ἅπαν τοῦτ' ἔστι τῇ ψυχῇ κακόν». Ἐμπεδοκλέους μέντοι τὸ «αἶψα δὲ θνητὰ φύοντο, τὰ πρὶν μάθον ἀθάνατ' εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα», ζωρὸν εἶναι δηλοῖ τὸ κεκραμένον, ᾧ πάντως ἀντίκειται τὸ ἄκρατον. Εἴρηκε δέ τις καὶ ῥῆμα ἐκ τοῦ ζωρὸν τὸ ζωροποτεῖν, ἐπιγράψας οὕτω «τοῦ πολυκώθωνος τοῦτ' ἠρίον Ἀρκαδίωνος, ὃς θάνεν ἐκ χανδῆς ζωροποτῶν κύλικος». Ἔνθ' ὅρα τὸ χανδῆς, οὗ ἡ ἀρσενικὴ αἰτιατικὴ ποιεῖ τὸ χανδόν ἐπίρρημα. Ὅτι δὲ πολλοὶ ἀκρατοποτοῦντες ἔθνῃσκον, δηλοῦσιν αἱ παλαιαὶ ἱστορίαι. Πρόμαχος γοῦν τις δίχα τῶν ἄλλων ἐν ἀγῶνι ἀκρατοποσίας νικήσας καὶ πιὼν μέν, φασίν, ἀκράτου χοὰς τέσσαρας, τάλαντον δὲ λαβὼν εἰς ἔπαθλον, ἀπέθανε βιοὺς ἡμέρας τέσσαρας. Μέτρον δέ τι παλαιὸν οἱ χοεῖς, ὧν εὐθεῖα ὁ χοεύς, οὗ γενικὴ χοέως χοῶς, ὡς Πειραιέως Πειραιῶς, αἰτιατικὴ ἑνικὴ χοέα χοᾶ, ὡς Πειραιᾶ, πληθυντικὴ χοέας χοᾶς. Ἐντεῦθεν δὲ καὶ ποτήριον δίχουν τὸ χωροῦν τοιούτους δύο χοᾶς. Σημείωσαι δὲ καὶ ὅτι ζωρὸν οἶνον τὸν πολυετῆ ἐνόησάν τινες, οὐκ ἀπὸ τοῦ ζῆν ἢ ζέειν, ἀλλ' ἐκ τοῦ ζῷον καὶ τοῦ ὦρος, ὧν ὦρος μὲν ὁ ἐνιαυτός, εἴτ' οὖν ἔτος, ζῷον δὲ ἀντὶ τοῦ μέγα καὶ πολύ, ἃ δὴ σημαίνεται, φασί, διὰ τῶν ζῴων]. (ῃ. 203) Τὸ δὲ «δέπας ἔντυνον ἑκάστῳ» φιλοτιμίαν μόνην δηλοῖ σκευῶν συμποσιακῶν. Τὸ δὲ «ἔντυνον» ταὐτὸν τῷ ὅπλισον, ἐπεὶ καὶ ἔντεα δαιτὸς τὰ εἰς αὐτὴν σκεύη κατὰ τὸ «οἳ δ' ἀπεκόσμεον ἔντεα δαιτός». Γίνεται δὲ ἀπὸ τοῦ ἐντύω ὁμοίως τῷ θύω θύνω καὶ τοῖς ὁμοίοις. (ῃ. 197) Ἰστέον δὲ ὅτι τε φιλικῆς δεξιώσεως καὶ τὸ «χαίρετον, ἦ φίλοι ἄνδρες ἱκάνετον», καὶ τὸ «οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ», καὶ ὡς Ἀχιλλεὺς μὲν μετρίως λέγει πρὸς τοὺς πρέσβεις «ἦ τι μάλα χρεώ», ἀντὶ τοῦ χρεία τις ἐμοῦ γέγονε τοῖς Ἀχαιοῖς, Ὀδυσσεὺς δὲ προϊὼν φιλαλήθως λέγει, 2.701 ὅτι λίαν μέγα πῆμα εἰσορῶντες δεδίαμεν. Καὶ χρὴ οὕτω ποιεῖν καὶ μὴ ἐθέλειν ψεύδεσθαι φίλοις καὶ ταῦτα ἐφ' οἷς ἴσασιν. Ὅρα δ' ἐν τοῖς εἰρημένοις καὶ ἢ σχῆμα σύνηθες τὸ κατὰ τὸ σιωπώμενον ἢ ἁπλότητα ἡρωϊκήν. Οὐ γὰρ πυλωροὶ τῷ Ἀχιλλεῖ, οὐ μνήμονες, οὐ θεραπεία κολακική, οὐκ ἄλλο οὐδὲν τῶν ὅσα ἐκ τρυφῆς παρεισήρρησεν ὕστερον, ἀλλ' ἁπλῶς οὕτω οἱ πρέσβεις ἐνέτυχον τῷ μεγάλῳ ἥρωϊ, ὡς εἰ καί που καθ' ὁδὸν ἐσκηνεῖτο ἀφύλακτος. (ῃ. 206-8) Ὅτι ἐν τῷ «Πάτροκλος κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ», [μετὰ τὸ καταστῆσαι δηλαδὴ τὸν κελευσθέντα κρατῆρα ὡς εἰς ἑτοιμασίαν τοῦ κιρνᾶν], «ἐν δ' ἄρα νῶτον ἔθηκ' ὄϊος καὶ πίονος αἰγός, ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ», κρεῖον τὸ κρεωδόχον ἀγγεῖόν φασιν οἱ πλείους τῶν παλαιῶν.