Εὐφορίων δὲ κρεῖον αὐτὸ τὸ κρέας νοεῖ, ὥς φησιν Ἀπίων καὶ Ἡρόδωρος,διὰ τὸ τὸν ποιητὴν κατωτέρω μηδαμοῦ μεμνῆσθαι κρεῶν ἑφθῶν ἐν ἀγγείῳ, ἀλλὰ μόνων ὀπτῶν. Καὶ συντελεῖ πρὸς τοῦτο καὶ τὸ «ἐν πυρὸς αὐγῇ». οὐ γὰρ ἐξ ἀνάγκης πυρὸς αὐγή αὐτὸ τὸ πῦρ, περὶ ὃ αἱ χύτραι τίθενται τῶν ἑφθῶν, ἀλλὰ τὸ ἐγγὺς τοῦ πυρός, ἔνθα ἔστιν ὀπτᾶσθαί τι, ὡς καὶ ἡ Ὀδύσσεια δηλοῖ. Παυσανίας δὲ κανοῦν παραδίδωσι τὸ κρεῖον ἢ ἄλλο τι, ἐφ' οὗ τὰ κρέα κόπτεται. Ὥσπερ δὲ ἀπὸ τοῦ κρέας τὸ κρεῖον, οὕτω καὶ ἡ κρεάγρα καὶ ὁ κρεανόμος. τὴν δὲ κρεάγραν καὶ ἅρπαγα καὶ λύκον ὁ Παυσανίας καλεῖσθαί φησι. Τὸ δὲ «κάββαλεν» ἢ ἁπλῶς ἀντὶ τοῦ ἔβαλεν, ὅ ἐστιν ἔθετο, ἢ βαστάξας ἄνω εἶτα κατέθετο. Οὕτω καὶ παλαιστὴς καταβάλλει τὸν ἀντίπαλον. (ῃ. 207 ς.) Τὸ δὲ «ἐν δ' ἄρα νῶτον ἔθηκεν ὄϊος, ἐν δὲ συὸς ῥάχιν», [ἔνθα φανερὰ διαφορὰ νώτου καὶ ῥάχεως], σχῆμα μέν ἐστι σύνηθες ἐπαναφορᾶς, δηλοῖ δὲ διὰ τοῦ ἐνέθηκεν, ὅ ἐστιν 2.702 ἐνέβαλεν, ἀγγεῖον εἶναι τὸ κρεῖον, ᾧ τὸ νῶτον καὶ τὴν ῥάχιν ἐνέθετο. [Τούτου δὲ οὕτω νοουμένου, δυσχέρειά τις ὕπεστιν ἐν τοῖς εὐθὺς ἐφεξῆς. Εἰ γὰρ ἐνετέθη, ἤγουν ἐνεβλήθη, τῷ κρείῳ πρὸς ἀφέψησιν τὸ νῶτον τοῦ ὄϊος καὶ τῆς αἰγὸς καὶ ἡ ῥάχις τοῦ συός, ἔστιν ἀπορῆσαι πῶς αὐτὰ τέμνονται αὐτίκα καὶ μιστύλλονται καὶ πείρονται ἀμφ' ὀβελοῖς, εἶτα καὶ ὀπτῶνται. Ἢ τοίνυν τὸ κρεῖον οὐκ ἔστι κρεωδόχον ἀγγεῖον, ἢ ἀλλὰ νοητέον ὡς ἐξ ἄλλης ἀρχῆς, ὅτι ἐντεθέντων τῶν εἰρημένων κρεῶν ἑψήσεως χάριν τῷ κρείῳ, εἶτα ἕτερα ταμόντες οἱ ἥρωες καὶ μιστύλαντες καὶ πείραντες ὤπτησαν. καὶ οὕτω μὲν ταῦτα. Εἰ δὲ τὸ κρεῖον νοηθείη κανοῦν, τότε δὴ τὸ «ἐν δ' ἄρα νῶτον ἔθηκε» καὶ ἑξῆς, ληφθήσεται ἀντὶ τοῦ ἔθηκεν ὁ Πάτροκλος καὶ τὸ κανοῦν ἐν τῷ τόπῳ ἐκείνῳ καὶ τὰ ἐπαγόμενα κρέα, ὧν αὐτουργοὶ πρὸς ὄπτησιν ὁ Αὐτομέδων, ὁ Πάτροκλος, καὶ ὁ Ἀχιλλεύς. ∆ύνανται δὲ τὰ τοιαῦτα καὶ πρὸς τὸ κρεῖον, ὅπερ ἐστὶ κατά τινας κρέας, συμβιβάζεσθαι ἀσφαλέστερον ἤπερ ἐπὶ τοῦ κρεῖον, τὸ κρεωδόχον ἀγγεῖον]. Σίαλος δὲ χοῖρος ἐντρόφιος παρὰ τὸ ἅλις σιτεῖσθαι. [Αὐτὸ δὲ τὸ συὸς σιάλοιο ψευδοπαρηχεῖται, καθὰ καὶ ἄλλα γέγραπται ἀλλαχοῦ. Ἡ δὲ ῥάχις τὰς ῥάχιας παράγει πέτρας, ἴσως δὲ καὶ τὰ βράχεα πλεονασμῷ τοῦ ˉβ κατὰ τὸ ῥάκος βράκος καὶ τὰ ὅμοια]. Ἀλοιφή δὲ τὸ λίπος, ἤτοι ἡ πιμελή. (ῃ. 209-17) Ὅρα δὲ ὅτι κἀνταῦθα, ὡς καὶ ἀλλαχοῦ, αὐτουργοῦσιν ἥρωες. «ἔχε μὲν γάρ» φησίν, «Αὐτομέδων», τὰ κρέατα δηλαδή, «τάμνε δ' ἄρα δῖος Ἀχιλλεύς. καὶ τὰ μὲν εὖ», ὡς καὶ ἀλλαχοῦ κεῖται, «μίστυλλε καὶ ἀμφ' ὀβελοῖσιν ἔπειρε. πῦρ δὲ Μενοιτιάδης δαῖε», τουτέστιν ἀνῆπτε, «μέγα ἰσόθεος φώς. αὐτὰρ ἐπεὶ κατὰ πῦρ ἐκάη καὶ φλὸξ ἐμαράνθη, ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τάνυσσε, πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας. αὐτὰρ ἐπεί ῥ' ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκεν», ἢ «ἔχευε», τουτέστιν ἐν ταῖς 2.703 μαγειρικαῖς τραπέζαις ἐξήπλωσε, «Πάτροκλος μὲν σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ καλοῖς ἐν κανέοισιν. ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς». (ῃ. 212) Ὅρα δὲ τὸ «ἐμαράνθη» λεχθὲν ἐπὶ σβέσεως φλογός. Καὶ σημείωσαι ὅτι τὸ μαίρειν, ἐξ οὗ τὸ μαραίνειν καὶ τὸ ἐμαράνθη, ὑφεῖσθαι δοκεῖ πρὸς τὸ φλέγειν καὶ τὴν φλόγα, εἴγε φλογὸς μαρανθείσης ὑπομένει ἀνθρακιά. Ἐντεῦθεν δὲ καὶ ἐπὶ ἀνθέων τὸ μαραίνεσθαι λέγεται καὶ ἐπὶ ἀνθρώπων, οἳ τοῦ ζαφλεγέες εἶναι ἐκπέσωσιν. Ἐφερμηνευτικὰ δὲ ἀλλήλων τὸ «κατὰ πῦρ ἐκάη» καὶ «φλὸξ ἐμαράνθη». Ἐν οἷς ὅρα ὡς οὐ μόνον ξύλα καίονται, ἀλλ' ἰδοῦ καὶ πῦρ κατακαίεται σβεσθείσης φλογός. (ῃ. 213) Ἀνθρακιά δὲ ἀναλόγως ἔχει τῷ μυρμηκία, πυρκαΐα, ἀχυρμία. [Ἔστι δὲ τύπου περιεκτικοῦ. Ὡς γὰρ ἡ ἀχυρμιὰ περιέχει ἄχυρα καὶ μύρμηκας ἡ μυρμηκιά, οὕτω καὶ ἄνθρακας ἡ ἀνθρακιά]. Τὸ δὲ στορέσας καιρία λέξις κἀνταῦθα ὡς ἐπί τινος στρώματος, οὕτω δὲ καὶ ἐπὶ πόντου ὅτε γαληνιᾷ. Εἰ δέ τινι καὶ θυμὸς καταστορεσθῆναι ῥηθείη, ἐκ τῆς Ὁμηρικῆς ταύτης λέξεως εἴρηται. [Ἰστέον δὲ ὅτι πρωτοτύπου ὄντος τοῦ στορέω στορῶ, ἐξ αὐτοῦ κατὰ συγκοπὴν μὲν ἐν ἀνομοιότητι συζυγίας, ὥσπερ μολῶ μολήσω, εἶτα βλῶ βλώσω, οὕτω καὶ στρῶ στρώσω, ἐξ οὗ καὶ στρῶμα 2.704 καὶ στρωμονή, ὅθεν ἡ στρωμνή, καὶ στρῶται βασιλικοί. Ἐκ δὲ τοῦ