κατάρχεσθαι δαιτὸς διὰ τοὺς πρέσβεις θύειν ἐπιτάττει, καὶ ὁ Πάτροκλος ἐν πυρὶ βάλλε θυηλάς, ἀπόμοιραν δηλαδή τινα τῶν ὀπτηθέντων κρεῶν κατά τινα λόγον ἀπαρχῆς. Τοιοῦτον δέ τι καὶ ἐν Ὀδυσσείᾳ ὁ καλὸς Εὔμαιος ποιεῖ, παιδεύοντος Ὁμήρου κατάρχεσθαι καὶ τῶν τοιούτων τοῖς κρείττοσιν. [Ἡ δὲ ἀναλογία τῆς θυηλῆς, ἤτοι θυσίας, κατὰ τὴν γαμφηλήν ἐστι καὶ τὰ τοιαῦτα, ἐν οἷς καὶ ἡ θηλή, τὸ ἄκρον τοῦ μαστοῦ. οὗ, φασίν, ἡ πρώτη ἐν τῷ ἡβάσκειν αὔξησις κύαμος λέγεται. Ἐν τούτοις δὲ κεῖνται καὶ δύο περιώνυμοι ἀμφιβολίαι, μία μὲν τὸ «θεοῖσι δὲ θῦσαι ἀνώγει», ἥπερ, ὡς καὶ ἄλλοθι δηλοῦται, ἀδιάφορός ἐστιν εἴτε θεοῖσι τρισυλλάβως νοηθείη εἴτε δισυλλάβως «θεοῖς», εἶτα «ἰδὲ θῦσαι» ἀντὶ τοῦ καὶ θῦσαι. Ἑτέρα δὲ οὐκ εὔχαρις τὸ «θῦσαι ἀνώγει» Πάτροκλον. Ἐπηρεάζων γάρ τις ἐρεῖ ἀμφιβόλως ἔχειν εἴτε ἀνώγει τῷ Πατρόκλῳ θῦσαι θυηλὰς εἴτε ἄλλῳ τινὶ ἀνώγει θῦσαι οἷά τι θῦμα τὸν Πάτροκλον]. (ῃ. 223) Ὅτι μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἔνευσεν ὁ Αἴας τῷ Φοίνικι. Νοήσας δὲ Ὀδυσσεύς, ᾧ καὶ ἐπέτελλε μάλιστα 2.707 ὁ Νέστωρ, ἁρπάζει τὴν δημηγορίαν καὶ πρωτολογεῖ λογισάμενος, ὡς εἰκός, ἢ πείσειν τὸν Ἀχιλλέα καὶ ἀποίσεσθαι τὸ τῆς πειθοῦς ἀριστεῖον, ἢ εἰ μὴ πείσει, ἀλλὰ τότε δὴ ὥσπερ δευτέρᾳ τινὶ καὶ τρίτῃ μηχανῇ κατασεῖσαι τὸν τοῦ θυμοῦ πύργον τῷ Ἀχιλλεῖ τῇ τῶν οἰκειακῶν δημηγορίᾳ, τοῦ Φοίνικος καὶ τοῦ Αἴαντος. (ῃ. 224) Πλησάμενος οὖν δέπας οἴνου ἐδεξιοῦτο τὸν Ἀχιλλέα. Τοῦτο γὰρ δηλοῖ τὸ «δέδεκτο», ἐξ οὗ καὶ τὸ δεικνύμενος γίνεται, ὡς προσεχῶς προείρηται. (ῃ. 225-8) Καὶ εἰπὼν «χαῖρ' Ἀχιλεῦ», [ὃ δὴ φιλοφροσύνης ἐστὶ προσφώνημα, ὡς καὶ πρὸ βραχέων σεσημείωται], εἶτα πορίζεται συνήθως προοίμιον ἐξ αὐτοῦ τοῦ καιροῦ ὑπογυίως, τουτέστιν ἐκ τοῦ συμποσίου, καί φησι «δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς εἰμεν», ἤγουν ἐσμέν, «ἐνὶ κλισίῃ βασιλέως ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθαι. ἀλλ' οὐ δαιτός» καὶ ἑξῆς. (ῃ. 228-31) Εἶτα τῆς διηγήσεως ἀρξάμενος ὁμολογεῖ ὡς «ἐν δοιῇ», τουτέστιν ἐν δισταγμῷ, ἐσμὲν δηλαδή, «σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν», ἣν ἄρτι δηλαδὴ ἐκδεδύσθαι δοκεῖς. ᾧ παρόμοιον καὶ τὸ «ἐπιειμένος ἀλκήν». Ἐν οἷς ὅρα τὸ καὶ ἁπλοῦν τῆς διηγήσεως καὶ ἀληθές. Οὐ γὰρ ἐθέλει ψεύδεσθαι τῷ φίλῳ διά τε αὐτὸ τὸ δέον καὶ ὅτι οὐδὲ ἔχει λαθεῖν. προφανὴς γὰρ ὁ κίνδυνος. ∆ιὸ καὶ τὰ πυρὰ τῶν Τρώων καταλέγει καὶ τὰ ἐνδέξια σήματα τῶν ἀστραπῶν. οὐδ' αὐτὰ γὰρ πάντως τὸν Ἀχιλλέα ἐλάνθανεν. Ἔστι δὲ ὁ περὶ τούτων Ὁμηρικὸς λόγος τοιόσδε «ἀλλ' οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα, διοτρεφές, εἰσορόωντες δείδιμεν. ἐν δοιῇ δέ», ὡς ἐρρέθη, «σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν». Ἐν οἷς ὅρα τὸ «δείδιμεν», οὗ ἐντελὲς τὸ δεδίαμεν, καὶ τὸ «ἐν δοιῇ», ἐξ οὗ τὸ ἐνδοιάζειν ῥῆμα παρῆκται, καὶ τὸ «σαωσέμεν ἢ ἀπολέσθαι νῆας», ἀνακολούθως σχηματισθὲν διὰ τὸ τοῦ λέγοντος ἐναγώνιον. Τὸ γὰρ ὀρθὸν σωθῆναι ἢ ἀπολέσθαι νῆας, ἢ καὶ ἄλλως σαωσέμεν ἡμᾶς νῆας ἢ ἀπολέσθαι. (ῃ. 232-5) Εἶτα παροξύνων ῥητορικῶς τὸν ἥρωα εἰς θυμὸν τὸν κατὰ τῶν πολεμίων λέγει καὶ ὅτι «ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες 2.708 ὑπέρθυμοι καὶ ἐπίκουροι, κειάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδέ τί φασι σχήσεσθαι, ἀλλ' ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι», τουτέστιν οὔ φασιν ἡμᾶς ὑπομεῖναι καὶ ἀντιστῆναι, ἀλλὰ φεύγοντας ἐμπεσεῖν ταῖς ναυσίν, ἢ καὶ ἑτέρως· οὔ φασι σχήσεσθαι μάχης, ἤγουν ἐφέξειν ἑαυτούς, ἀλλὰ διώκοντας ἐμπεσεῖσθαι ταῖς ναυσί. (ῃ. 236-43) Λέγει δὲ καὶ ὅτι ὁ Ζεὺς αὐτοῖς ἐνδέξια σήματα φαίνων, τὰ πολλαχοῦ ἑρμηνευθέντα, ἀστράπτει, καὶ ὅτι Ἕκτωρ «μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος ∆ιΐ, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς», [οἷα καὶ ἀσεβὴς καὶ εἰς ἀνθρώπους ὑπέρφρων], «κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι ἠῶ δῖαν. στεῦται γάρ», ὅ ἐστι διαβεβαιοῦται, «νηῶν ἀποκόψειν ἄκρα κόρυμβα, αὐτὰς δ' ἐμπρήσειν μαλεροῦ πυρός, αὐτὰρ Ἀχαιοὺς δῃώσειν παρὰ τῇσιν», ἤγουν παρ' αὐταῖς, «ἀτυζομένους» ἤ «ὀρινομένους ὑπὸ καπνῷ». (ῃ. 244-8) Καὶ τοιαῦτα εἰπὼν