Ὀδυσσεὺς καὶ παύσας τὴν διήγησιν καὶ ὑπομνήσας πάλιν περὶ δέους ἐν τῷ «ταῦτ' αἰνῶς δείδοικα κατὰ φρένα, μή οἱ ἀπειλὰς ἐκτελέσῃ θεός, ἡμῖν δὲ δὴ αἴσιμον εἴη φθίσθαι ἐνὶ Τροίῃ ἑκὰς Ἄργεος ἱπποβότοιο», ἐπάγει ῥητορικῶς ἀξίωσιν, εἰπὼν «ἀλλ' ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν τειρομένους ἐρύεσθαι ὑπὸ Τρώων ὀρυμαγδοῦ». (ῃ. 249) Εἶτα τῶν ἐναγωνίων κεφαλαίων γενόμενος λέγει πάνυ βιαίως, ὅτι «αὐτῷ τοι μετόπισθεν», ἤγουν ὕστερον, «ἄχος ἔσεται», εἰ μὴ νῦν ἐπαμύνῃς. (ῃ. 249-51) Καὶ ἐπιφέρει γνωμικῶς τὸ «οὐδέ τι μῆχος ῥεχθέντος κακοῦ ἔστιν ἄκος εὑρεῖν». Τὸ γὰρ γενόμενον μὴ γενέσθαι οὐ δύναται. «Ἀλλὰ πολύ», φησί, «πρίν», ἤγουν πρὸ τοῦ ῥεχθῆναί τι κακόν, «φράζευ ὅπως ∆αναοῖσιν ἀλεξήσῃς κακὸν ἦμαρ». Ἐπὶ δὲ τούτοις ἀναμιμνῄσκει δριμέως καὶ ὅπως ὁ πατὴρ Πηλεὺς τὴν τοῦ υἱοῦ φύσιν καταμαθὼν ἀνδρείαν μέν, ὀργίλην δὲ καὶ πλήρη φιλοτιμίας, καὶ πρὸς αὐτὴν τοὺς λόγους δεξιῶς ἁρμοττόμενος, παρῄνει ποτὲ αὐτῷ. (ῃ. 252-8) Καί φησι· «ὦ πέπον, ἦ μὲν σοί γε πατὴρ ἐπε 2.709 τέλλετο Πηλεὺς ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε· τέκνον ἐμόν, κράτος μὲν θεὸς δώσει αἴ κ' ἐθέλῃσι, σὺ δὲ μεγαλήτορα θυμὸν ἴσχειν ἐν στήθεσσι», τουτέστιν ἔπεχε τὴν μεγάλην ὀργήν, «φιλοφροσύνη γὰρ ἀμείνων. ληγέμεναι δ' ἔριδος κακομηχάνου, ὄφρα σε μᾶλλον τίωσιν Ἀργείων ἠμὲν νέοι ἠδὲ γέροντες». ταῦτα δὲ πάντα χρήσιμα εἰς ἄνδρα μεγαλόθυμον. (ῃ. 259 ς.) Ἐφ' οἷς εἰπὼν ὅτι «ὣς ἐπέτελλ' ὁ γέρων, σὺ δὲ λήθεαι», καὶ πάντῃ εὐσχημόνως τὸ ἀνηκουστεῖν λήθεσθαι ὀνομάσας, καὶ δείξας αὐτὸν ἀπειθοῦντα τῷ πατρί, ἱκετεύει λέγων· «ἀλλ' ἔτι καὶ νῦν παύεο, ἔα δὲ χόλον θυμαλγέα». Εἶτα οὕτω ταὐτολογικῶς, ὡς προέκκειται, ῥητῶς ἀπαριθμησάμενος τὰ ῥηθέντα δῶρα τοῦ βασιλέως μετὰ τὸ εἰπεῖν «σοὶ δ' Ἀγαμέμνων ἄξια δῶρα δίδωσι μεταλήξαντι χόλοιο», ἀξιοῖ ὡς, εἰ μὴ ταῦτα ἐθέλεις, ἀλλὰ μισεῖς καὶ τὸν Ἀτρείδην καὶ τὰ ἐκείνου, ἐλέησον γοῦν τὸ Πανελλήνιον, [ἵνα δηλαδὴ ὑπερτιμηθῇς. Οὐ γὰρ λανθάνει τὸν σοφὸν Ὀδυσσέα εἰς ὅσον Ἀχιλλεὺς ἥττηται τιμῆς, ὡς τοῖς Ὁμηρίδαις ἡ αʹ ῥαψῳδία ἐδήλωσε]. (ῃ. 300-3) Φησὶ γὰρ «εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον, αὐτὸς καὶ τοῦ δῶρα, σὺ δέ», ἀντὶ τοῦ ἀλλὰ σὺ ἢ σὺ δή, «ἄλλους περ Παναχαιοὺς τειρομένους ἐλέαιρε κατὰ στρατόν, οἵ σε θεὸν ὣς τίσουσιν. ἦ γάρ κέ σφιν», ἤγουν ὄντως γὰρ ἂν αὐτοῖς, «μάλα μέγα κῦδος ἄροιο», μονονουχὶ λέγων ὡς, εἰ μὴ δῶρα ἐθέλεις ἀλλὰ μάλιστα τιμήν, ἕξεις αὐτὴν μάλα πολλὴν ἐκ πάντων Ἀχαιῶν. (ῃ. 304-6) Παραρριπτεῖ δὲ καὶ αὖθις τὸν περὶ Ἕκτορος λόγον, ὡς ἂν ἐπὶ πλέον ἐρεθίσῃ, λέγων· «νῦν γὰρ Ἕκτορα ἕλοις, ἐπεὶ ἂν μάλα τοι σχεδὸν ἔλθοι, λύσσαν ἔχων ὀλοήν, ἐπεὶ οὔ τινά φησιν ὁμοῖον οἷ ἔμεναι ∆αναῶν, οὓς ἐνθάδε νῆες ἔνεικαν». Ἐνταῦθα δὲ καὶ προαναφωνεῖται ὁ τοῦ Ἕκτορος θάνατος πότε ἔσται, καὶ μέγας δὲ ἔπαινος ὑπολαλεῖται τοῦ Ἀχιλλέως, ὡς διὰ τοῦτο τοῦ Ἕκτορος περιόντος διὰ τὸ μὴ προσεγγίζειν τῷ Ἀχιλλεῖ. ἐγγίσας γὰρ πεσεῖται. καὶ τοιαῦτα μὲν Ὀδυσσεύς, ὡς συνελόντα εἰπεῖν. Ὁ δὲ Ἀχιλλεὺς ἀπηλεγέως ἀπειπὼν ἐρεῖ τὰ ἐφεξῆς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ τὸ «χαῖρε, δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς εἰμεν» καὶ ἑξῆς ἕως τοῦ «ἔργα μέμηλεν» ἐρεῖ ποτε ἂν ὁ καὶ ἀνενδεῶς ἔχων καὶ μηδὲ ἐθέλων φαγεῖν διά τι κατεπεῖγον. Εἰ δὲ καὶ κίνδυνος ἐπείγει, προσθήσει ἂν καὶ τὸ «ἀλλὰ λίην μέγα πῆμα» καὶ ἑξῆς, ὡς προγέγραπται. (ῃ. 227) Μενοεικέα δὲ λέγει δαῖτα, ᾗτινι τὸ μένος εἴκει διὰ τὸ αὔταρκες, ἢ τὴν ἐπαρκοῦσαν τῷ κατὰ φύσιν μένει. ἡ δ' αὐτὴ καὶ ἐπήρατος εἴη ἄν. (ῃ. 233) Τὸ δὲ «Τρῶες καὶ ἐπίκουροι» ἐρεθίζει τὸν Ἀχιλλέα, εἰ κατὰ τοσούτων ἀνδρίσεται. (ῃ. 234) Τὸ δὲ «κειάμενοι» διὰ διφθόγγου ἔχει τὴν 2.710 ἄρχουσαν ὡς ἀπὸ τοῦ κέω κῶ, οὗ παράγωγον τὸ καίω διὰ διφθόγγου, καθὰ πλατύτερον διείληπται ἀλλαχοῦ. (ῃ. 234 ς.) Τὸ δὲ «οὐδέ τί φασι σχήσεσθαι, ἀλλ' ἐν νηυσὶ πεσέεσθαι», ὅτι ἀμφίβολον ἔννοιαν ἔχει, ἤδη δεδήλωται. Φανεῖται δέ που καὶ ἐν τοῖς ἑξῆς τι ὅμοιον. (ῃ. 236 ς.) Ὅτι δὲ αἱ ἀστραπαὶ καὶ αἱ βρονταὶ δὲ σήματα ἐνδέξιά ποτε γίνεται, καὶ ὡς χρηστὰ τὰ ἐνδέξια, πολλαχοῦ δηλοῦται, καὶ ὅτι ∆ιόθεν ταῦτα λέγεται διὰ τὸ ἐξ ἀέρος