βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
κεφαλὴν, ἀπέστειλε κατὰ τοῦ βασι λέως. Συμβαλόντων δὲ πόλεμον, ἡττηθεὶς ὁ βασι λεὺς ἔφυγε καὶ μετ' αἰσχύνης ὑπέστρεψε, μόλις διασωθείς. Ὁ δὲ ἀμερουμνῆς, ἀπελθὼν μετὰ δυνά μεως πολλῆς, περιεχαράκωσε τὸ Ἀμόριον, καὶ πολέμους πολλοὺς ποιήσας, οὐκ ἴσχυσεν αὐτὸ ἐκ πορθῆσαι, γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. Μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσό φου ἦν ἐν τῷ κάστρῳ 713 καὶ, βουληθέντος ὑποχωρῆσαι τοῦ ἀμερουμνῆ, διά τινος ἐμήνυσεν αὐτῷ ὁ ἀστρονόμος, ὅτι "Εἰ προσκαρτερήσεις δύο ἡμέρας τῷ κάστρῳ, ἐκπορθήσεις ἡμᾶς· ὃ καὶ γέγονε· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊ δίτζη καὶ τοῦ Μανικοφάγου. Κατεσχέθησαν δὲ τῶν ὀνομαστῶν ἄνδρες οὐκ ἀγενεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος, καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ Ἀέτιος καὶ Θεόδωρος, πρωτο σπαθάριος εὐνοῦχος, ὁ Κρατερὸς, καὶ Κάλλιστος τουρ μάρχης, καὶ Κωνσταντῖνος δρουγγάριος, καὶ Βασ σόης ὁ δρομεὺς, καὶ ἄλλοι πολλοὶ καὶ ἄρχοντες τῶν ταγμάτων, οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγ 110.1025 κασθέντες ἀρνήσασθαι τὴν αὐτῶν πίστιν καὶ τοῦτο μὴ πεισθέντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν, ἀντὶ τῆς παρούσης ζωῆς τὴν αἰώνιον ἀνταλλαξάμενοι. ̣23 ̣ Ὁ δὲ, τὴν αἰσχρὰν σωτηρίαν τῆς καλλίστης ἀνταλλαξάμενος, ὁ τοῦ φιλοσόφου Λέοντος μαθητὴς, προσρυεὶς τῷ ἀμερουμνῇ ἠρωτήθη παρ' αὐτοῦ περὶ τῆς ἐπιστήμης αὐτοῦ. Ὁ δὲ εἶπε μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. Οὗτός τε ὅστις ὁ Λέων ἐστὶν καὶ οἷος μαθὼν, αὐτὸν ἐπεθύμει ἐκεῖνον ἰδεῖν, καὶ δή τινι τῶν αἰχμαλώτων δοὺς γράμματα, πρὸς Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινου πόλει, ὑποσχόμενος αὐτῷ, εἰ ἐξέλθοι ὁ αὐτὸς Λέων, ἀπ' ἐκείνου αὐτὸν εἶναι ἐν τιμῇ. Ὁ Λέων δὲ τὰ γράμματα ἀπολαβὼν καὶ φοβηθεὶς μήπως διαγ νωσθῇ, ἀνήγαγε ταῦτα Θεοφίλῳ τῷ βασιλεῖ. Ὁ δὲ, γνοὺς τὰ τῆς ἐπιστήμης αὐτοῦ καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πολιτείᾳ αὐτοῦ ἔχει, προσλαβό μενος αὐτὸν εἶχεν ἐν τῷ παλατίῳ τῆς Μαγναύρας, παραδοὺς αὐτῷ διδάσκειν καὶ μαθητὰς, παρέχων αὐτῷ τὰ πρὸς ὑπηρεσίαν ἅπαντα, ὃς καὶ μητροπο λίτης ἐν Θεσσαλονίκῃ γέγονεν. ̣24 ̣ Ὁ δ' αὐτὸς κτίζει τὸ ̣181a Τρίκογχον ἐν τῷ παλατίῳ καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβά θρας, ἔνθα οἱ 714 δῆμοι ἵστανται, στήσας καὶ φιάλην, ἐν ᾗ γίνεται τὸ Σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων μετὰ χρυσῶν σαγισμάτων. Ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησε τὸ λεγόμενον Μυστή ριον, ἐν ᾧ τῇ μιᾷ γωνίᾳ ὃ ἐὰν εἴπῃ τις, ἐξακούε ται ἐν τῇ ἑτέρᾳ.
ΣΞΖʹ. Περὶ Θεοδώρου καὶ Θεοφάνους τῶν αὐτα δέλφων. ̣35̣ Μαθὼν δὲ ὁ αὐτὸς Θεόφιλος, ὅτι Θεοφά νης ὁ ποιητὴς καὶ Θεόδωρος ὁ αὐτάδελφος αὐτοῦ, καθ' ἑαυτοὺς ζῶντες, τὴν ἀσέβειαν αὐτοῦ κωμῳ δοῦσι καὶ διελέγχουσιν, ἀποστείλας μετ' ὀργῆς ἤγαγεν αὐτοὺς πρὸς ἑαυτὸν εἰπὼν τάδε· "Πόθεν ἐστέ;" Οἱ δὲ εἶπον· "Ἐκ Παλαιστίνης." Ὁ δὲ ἀλιτήριος· "Καὶ διὰ τί τὴν γῆν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθαρχεῖτε τῇ βασι λείᾳ ἡμῶν; Τῶν δὲ μηδὲν ἀποκριναμένων, ἐπέτρεψε παίεσθαι τὰς ὄψεις αὐτῶν σφοδρῶς· εἶτα μετὰ τοῦτο βουνευρήσας αὐτοὺς μέχρι θανάτου, μετὰ θυμοῦ καὶ τραχείας φωνῆς πρὸς τὸν ὕπαρχον ἔφη· "Ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ γράψον τὰ πρόσωπα αὐτῶν ἐγκολάψας τούσδε τοὺς στίχους· Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, Ὅπου πάναγνοι τοῦ Θεοῦ λόγου πόδες Ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀτοπίας Πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, 715 Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. 110.1028 Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες Οὐκ ἐξαφῆκαν τὰς ἀθεμίτους μωρίας. Ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν Κατακρίνονται καὶ διώκονται πάλιν· προσθεὶς ὅτι "Κἂν μὴ ὦσι καλοὶ, μή σοι μελέτω." Τοῦτο δὲ εἶπεν εἰδὼς αὐτοὺς ὡς σοφωτάτους καὶ ἄριστα ἠσκημένους τῶν ποιητικῶν σχημάτων τὴν ἀκρίβειαν, ἐπειπόντος τινός· "Οὐδὲ ἄξιοί εἰσιν, ἵνα καλοὶ