εὔλογον τῶν Μυρμιδόνων, ὡς οὐχὶ ἀκόντων ἀλλὰ σὺν προθυμίᾳ πολλῇ ἀποπλεόντων κατὰ πολλὰ τὰ αἴτια. Πλουτοῦσί τε γὰρ οἷς ἐληΐζοντο καὶ κινδύνων ἐξάντεις γίνονται καὶ ἀχαρίστων ἀνδρῶν ἀπαλλάττονται]. (ῃ. 362 ς.) Ὅτι μετρῶν χωρογραφικῶς τὸν ἀπὸ Τροίας πλοῦν εἰς Φθίαν ὁ Ἀχιλλεὺς λέγει ὡς, εἴπερ εὐπλοΐην, ἤγουν εὔπλοιαν, θεὸς δῴη, «ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἱκοίμην». Οὕτω καὶ ὁ φιλόμηρος Σοφοκλῆς, φιλοτιμησάμενός που ἐν στενῷ περιηγήσασθαι, μετρεῖ τὸν ἀπὸ Σκύρου πλοῦν εἰς τὸ Σίγειον, ἔνθα τὸ Ἀχαιϊκὸν ναύσταθμον ἦν, εἰπὼν «ἦν ἦμαρ ἤδη δεύτερον πλέοντί 2.730 μοι», ὅτε δηλαδὴ καὶ κατέσχεν εἰς τὸ Σίγειον. Καὶ τὸν ἐκ Λήμνου δὲ πλοῦν εἰς τὰ τοῦ Φιλοκτήτου ἱστορῶν «ἡμέρας» φησί «μόχθος οὐχ' ὅλης μιᾶς». Ὅλως δὲ ποιηταῖς ἔθος καὶ τοιούτοις φιλομαθίας χάριν ἐμφιλοχωρεῖν. (ῃ. 364) Ὅτι ἀλλαχοῦ μὲν ὁ ποιητὴς κεῖσθαι τὸν Ἀχιλλέα φησὶν ἐν ταῖς ναυσίν, ἤγουν διὰ τὴν μῆνιν ἀπρακτεῖν, αὐτὸς δὲ Ἀχιλλεὺς τὸ ἐν Τροίᾳ ζῆν ἔρρειν φησὶν εἰπὼν «τὰ κάλλιπον ἐνθάδε ἔρρων», ὡς τοιούτου ὄντος τοῦ κενῶς κοπιᾶν. Τῇ αὐτῇ δὲ λέξει καὶ ὁ βασιλεὺς ἐν τοῖς ἑξῆς που χρήσεται περὶ ἑαυτοῦ λύπην πάσχων. Προϊὼν δὲ Ἀχιλλεὺς ἄλλως ἐν κατευχῇ λέγει περὶ τοῦ βασιλέως, ὅτι ἕκηλος ἐρρέτω. Ὅτι δὲ τὸ ἔρρειν καὶ ἐπὶ τοῦ χωλεύειν τίθεται, ἡ τοῦ Ἡφαίστου ὁπλοποιΐα δηλώσει. Παραγωγὴ δὲ τοῦ ἔρρω ἁπλοϊκὴ μὲν τὸ εἰπεῖν ἐκ τῆς ˉἐˉν προθέσεως καὶ τοῦ ῥῶ, τὸ φθείρω, γίνεσθαι ἔνρω, καὶ τροπῇ ἀναλόγῳ τοῦ ˉν εἰς τὸ ἐφεξῆς ἀμετάβολον ἔρρω, ποικίλη δέ, εἴ τις φαίη ἐκ τοῦ φθείρω εἶναι αὐτὸ καθ' Ἡρακλείδην, εἰπόντα ὅτι τὰ τῶν λέξεων πρῶτα σύμφωνα αἴρειν εἰώθασιν Ἴωνες καὶ Αἰολεῖς, ἄν τε ἓν ᾖ, οἷον λαιψηρός αἰψηρός, ἄν τε δύο, οἷον τὸ παρὰ πλευρὰν ἑστάναι πλάγιον εἶπεν ἐν ποιότητι Ὅμηρος εὐρὰξ «στῆ δ' εὐράξ», ἀντὶ τοῦ πλευράξ. Οὕτω καὶ ἡ πλάνη καὶ τὸ πλανᾶσθαι ἀπελεύσει τῶν καταρχόντων δύο συμφώνων ἄλη γίνεται καὶ ἀλᾶσθαι ἀντιθέσει τοῦ ˉν εἰς ˉλ, ᾧ ἀντιστοιχοῦσι ∆ωριεῖς ἐν τῷ φίλτατος φίντατος, ἦλθεν ἦνθεν, Φίλτις Φίντις παρὰ Πινδάρῳ, ἕλετο ἕντο, καὶ ∆ωρικῶς γέντο, κέλετο κέντο παρὰ Ἀλκμᾶνι. Τούτων οὕτως ἐχόντων, οἱ Αἰολεῖς, φησί, τὰ εἰς ˉρ βραχύτονα, ἔχοντα τὴν ˉεˉι δίφθογγον παρατέλευτον μετατιθέντες τὸ ˉι εἰς ἕτερον ˉρ προφέρονται τὸ κείρω κέρρω λέγοντες καὶ τὸ δείρω δέρρω. οὕτως οὖν καὶ φθείρω φθέρρω καὶ ἄρσει τῶν πρώτων δύο συμφώνων ἔρρω. Καὶ οἱ Ἀριστάρχειοι δέ, φησί, συνᾴδουσι τῇ τοιαύτῃ δηλαδὴ ἐκ τοῦ φθείρω παραγωγῇ. τὸ γὰρ 2.731 «ἐρρ' ἐκ νήσου» ἐξηγεῖται «μετὰ φθορᾶς ἄπιθι». Ὡς δὲ ἐκ τοῦ φθείρω καὶ τὸ ῥαίω γίνεται κατὰ τὸν αὐτὸν Ἡρακλείδην, ἐν οἰκείῳ τόπῳ ῥηθήσεται. Ὡς δὲ τὸ πληθυντικὸν τοῦ ἔρρε προστακτικοῦ τὸ ἔρρετε διὰ δύο ˉλ γλῶσσά τις, φησί, Καλλίμαχος δηλοῖ ἐν τῷ «ἔλλατε, βασκανίης ὀλοὸν γένος». (ῃ. 364-9) Ὅτι ἀνενδεῆ δεικνὺς ἑαυτὸν ὁ Ἀχιλλεύς φησιν «ἔστι δέ μοι μάλα πολλά», ἐν Φθίῃ, «τὰ κάλλιπον ἐνθάδε», ὡς ἐρρέθη, «ἔρρων. ἄλλον δ' ἐνθένδε χρυσὸν καὶ χαλκὸν ἐρυθρόν», ἤγουν πυρρόν, «ἠδὲ γυναῖκας ἐϋζώνους πολιόν τε σίδηρον ἄξομαι, ἅσσ' ἔλαχόν γε», ὡς εἷς δηλαδὴ τῶν τοῦ πλήθους, τοιοῦτον γὰρ τὸ λαχεῖν. «γέρας δέ μοι», ὅπερ ὡς ἐξαίρετον ἦν δίχα τοῦ λαχεῖν, «ὥς περ ἔδωκεν, αὖτις ἐφυβρίζων ἕλετο Ἀτρείδης». Ἐν οἷς ὅρα ὅτι τε τὸ ἄξομαι κυριολεκτεῖται μὲν ἐπὶ γυναικῶν ὡς ἐμψύχων, συλληπτικῷ δὲ τρόπῳ ἐξακούεται καὶ ἐπὶ χρυσοῦ καὶ χαλκοῦ καὶ σιδήρου τῶν ἀνωτέρω ῥηθέντων, καὶ ὅτι τὸν χρυσὸν μὲν δίχα ἐπιθέτου προήγαγεν, ὃν ἐν ἄλλοις εἶπε τιμήεντα, τὸν δὲ χαλκὸν ἐρυθρὸν ἐπωνόμασε, τὸν δὲ σίδηρον πολιόν, ἢ ὡς ἔντιμον ἢ ὡς χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ὁμοίων ὑλῶν χρειωδέστερον καὶ πολιτικώτερον. καὶ ὅτι τὸ «ὥς περ ἔδωκεν, αὖτις ἐφυβρίζων εἵλετο» δηλοῖ ῥᾷον ἀφαιρεθῆναι τὸ γέρας, ὥσπερ καὶ ἐδόθη, ἢ ὅτι, ὥσπερ μὴ δεομένῳ μοι ἐδωρήθη, οὕτω καὶ ἀνενδεοῦς ὄντος ἀφῄρηται, ἢ καὶ ὅτι ὁ νῦν κατὰ ὕβριν ἀφελόμενος ἔοικεν οὐδὲ διδοὺς κατὰ τιμὴν ἀληθῆ δοῦναι, ἀλλὰ μόνον ἀφοσιούμενος. Ὡς γοῦν ἔδωκεν, οὕτω καὶ ἀφείλετο, οὔτε τότε τιμῶν οὔτε νῦν. (ῃ. 369-73) Ἐπὶ τούτοις ὁ Ἀχιλλεὺς καλεῖ καὶ ὧδε τὸν βασιλέα