αἴσιον. Καταχρηστικῶς δὲ νῦν ἔφαμεν ἀναπόμπιμον, κυρίως γὰρ ἀναπόμπιμα τὰ πεμφθέντα μέν, αὖθις δὲ ἀναστραφέντα διὰ τὸ δυσαρεστηθῆναι, οἷς ἐοίκασι καὶ τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀγαμέμνονα ὑπὲρ λύτρου τῆς θυγατρός]. Τὸ δὲ «τίω δέ μιν ἐν καρὸς αἴσῃ», ὡς Ἀμερίας καὶ Νεοπτόλεμος οἱ γλωσσογράφοι φασίν, ἀντὶ τοῦ ἐν μισθοφόρου τίθεμαι τάξει καὶ ἶσον αὐτὸν ἔχω Καρὶ ἀνδρί. Ἐλοιδοροῦντο γὰρ καὶ δι' 2.734 ἀτιμίας ἤγοντο οἱ καὶ ἐν τῇ Βοιωτίᾳ κείμενοι Κᾶρες, ὡς πρῶτοι μισθοφορήσαντες, ἤγουν μισθὸν ὑπὲρ μάχης λαβόντες καὶ χρημάτων ἀποδόμενοι ψυχὰς καὶ τὴν εὐγενῆ ἐπικουρίαν καπηλεύσαντες καὶ πρὸ τοῦ πολέμου ἀνδραποδισθέντες τῇ μισθοφορᾷ καὶ χρήμασιν ἤδη ἀπαχθέντες αἰχμάλωτοι. Καὶ μήν, ὥς φησιν Ἀπίων, οὐ καλῶς ἂν ὁ Ἀγαμέμνων Καρὶ ἐοικέναι λέγοιτο, ἀλλὰ μᾶλλον ὁ Ἀχιλλεύς, ὁ πρὸς ὑποσχέσεις μαχόμενος καὶ εἰπὼν τὸ «ἐκ γὰρ δή μ' ἀπάτησε». Καὶ ἄλλως δέ, εἰ καὶ ἐμισθοφόρησαν, φησίν, οἱ Κᾶρες, ἀλλ' οὐκ ἐπὶ τῶν Τρωϊκῶν οὐδὲ πρὸ τοῦ Ὁμήρου. πόθεν οὖν, φησίν, οἶδεν ὁ Ἀχιλλεὺς μισθοφόρους τοὺς Κᾶρας. Ἐφ' οἷς λέγει ὁ αὐτός, ὅτι τινὲς ἓν μέρος λόγου ἀκούσαντες καὶ προπαροξύναντες «ἔγκαρος» ἔγραψαν καὶ τὸν φθεῖρα ἀπέδωκαν, ἵνα λέγῃ ὁ Ἀχιλλεύς, ὅτι ἐν αἴσῃ ἔγκαρος, ἤγουν φθειρός, τίθεμαι τὸν Ἀγαμέμνονα, ὡς ἀπὸ εὐθείας τῆς ἔγκαρ, ὡς μάκαρ μάκαρος. οἷς πάλιν αὐτὸς ἀντιλέγων ἐρωτᾷ τοὺς ταῦτα λέγοντας, ὅτι πόθεν ἔγκαρος ὁ φθείρ; Ἕτεροι δὲ εἰς δύο τε μέρη διαιροῦσι τὴν λέξιν ταύτην καὶ ὀξύνουσι τὴν λήγουσαν καὶ τὴν αὐτὴν αὖθις ἀποδιδόασιν ἔννοιαν, λέγοντες, ὡς τιμῶ αὐτὸν ἐν μοίρᾳ καρός, ὅ ἐστι φθειρὸς τοῦ περὶ τὴν κεφαλήν, τουτέστι τοῦ μηδενὸς τιμῶμαι αὐτόν, μάλιστα δέ, τοῦ εὐτελεστάτου. Τὸ γὰρ ἀξιοῦν τινα τοῦ μηδενὸς ἄλλως ἔστι φράζεσθαι, οἷον ὡς Σοφοκλῆς «τἆλλα ἐγὼ καπνοῦ σκιᾶς οὐκ ἂν πριαίμην», ὃ δοκεῖ ἐκ Πινδαρικοῦ ῥητοῦ παρεξέσθαι τοῦ «σκιᾶς ὄναρ ἄνθρωπος». Τὸ δέ γε ὀλίγου τινὸς τιμᾶσθαί τινα καὶ ὀβολοῦ τιμᾶσθαι οἱ ὕστερον ἔλεγον Ἀττικοί, καὶ τοιαῦτά τινα. ἐξ ἧς ἐννοίας καὶ ἁλώνητα δουλάρια παρὰ τοῖς παλαιοῖς τά, ὡς εἰπεῖν, εὔωνα. Λέγεται δὲ ὁ ἄτιμος καὶ οὐκ ἐν ἀριθμῷ κεῖσθαι, ὁμοίως οὐδὲ ἐν λόγῳ εἶναι. Ὧ ἶσον τὸ «οὐκ ἂν πριαίμην οὐδενὸς λόγου» τὸν δεῖνα. Ἄλλοι δὲ γράφουσι μὲν καὶ αὐτοὶ προπαροξυτόνως «ἔγκαρος», καὶ κλίνουσιν ἔγκαρ ἔγκαρος, τὴν δὲ λέξιν ἐπὶ ἐγκεφάλου νοοῦσιν, ὅν φασιν ὑπὸ Ἀθηναίων μὴ ἐσθίεσθαι, ἵνα λέγῃ ὅτι ἀποτροπιάζομαι τὸν βασιλέα ὥς τινες τὸν ἔγκαρα, ὃν ὁ Λυκόφρων ἔγκαρον λέγει, ὡς εἴ τις εἴποι καὶ τὸν μάρτυρα μάρτυρον καὶ τὸν ἀλάστορα ἀλάστορον. οὗ χρῆσις παρὰ Σοφοκλεῖ ἐν τῷ «ἀλαστόροισιν ὀμμάτων κύκλοις». Καὶ τοῦτο μὲν ἕτεροι, ἐν οἷς καὶ ὁ Πλούταρχος, ἱστορῶν καὶ αὐτὸς ἐν Συμποσιακοῖς, ὅτι ἐπεὶ ἐγκέφαλον οὐκ ἤσθιον οἱ παλαιοί, διὰ 2.735 τοῦτο εἶπεν Ὅμηρος τὸ «τίω δέ μιν ἔγκαρος αἴσῃ», τὸν ἐγκέφαλον οὕτω προσειπὼν διὰ τὸ ῥίπτειν, φησί, καὶ ἀποβάλλειν μυσαττομένους αὐτόν, [καὶ μάλιστα, εἴπερ χοίρου ἦν. χοιρείου γὰρ ἐγκεφάλου θέμις, φασίν, οὐκ ἦν ἐσθίειν διὰ τοὺς δοξάζοντας ἶσον εἶναι μεταλαμβάνειν αὐτοῦ καὶ κυάμων τρώγειν καὶ κεφαλῶν οὐ μόνον τοκήων ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων. Εἰς ἐπίτασιν δὲ τοῦ κατὰ τὸν ἐγκέφαλον μύσους ἔδοξέ τισιν, ὧν καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος, οὐδ' ὀνομάζεσθαι τὸν ἐγκέφαλον πρός τινος τῶν παλαιῶν. Σοφοκλῆς γοῦν, φησίν, ἐν Τραχινίαις λευκὸν μυελὸν αὐτὸν εἶπε, ἐκκλίνων τὸ μὴ ὀνομαζόμενον, Εὐριπίδης δέ που περὶ Ἀστυάνακτος ἔφη «ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵν' αἰσχρὰ μὴ λέγω». Ἄλλ' αὐτὸς μὲν οὕτω σημειωσάμενος οὐκ εὐστόχησε. πολλὴ γὰρ χρῆσις τῆς λέξεως παρά τε ἄλλοις καὶ τῷ εἰπόντι, ὡς οὐδ' ἂν ἐγκεφάλων ἔσθων λίποι. Ὡς δὲ καὶ ἱερὸν ἡ κεφαλὴ ἐνομίζετο καί τινες δι' αὐτὸ ἀπείχοντο μυελοῦ, δῆλον, φασίν, ἐκ τοῦ καὶ κατ' αὐτῆς ὀμνύειν πολλοὺς καὶ ἐν πταρμοῖς δὲ προσκυνεῖσθαι αὐτήν, καὶ μάλιστα διὰ τὸ ἁπάσας ἐν αὐτῇ αἰσθήσεις εἶναι. καὶ τοιάδε μὲν καὶ ταῦτα]. Οἱ δὲ ἀκριβέστεροι τὸ «καρός» ἀντὶ τοῦ κηρός καὶ θανάτου φασὶ συστολῇ τοῦ ˉη εἰς ˉα, [καθ' ὃ καὶ μάκαρες θεοὶ λέγονται οἱ μὴ καρὶ