οὖν ὁ γέρων κιρνᾷ τὸ προοίμιον, παρρησιάζεταί τε ἐπὶ πλέον καὶ ἐντρέπει ὀνειδίζων καὶ ἀφελῶς δὲ λαλεῖ, τῆς βρεφικῆς τοῦ Ἀχιλλέως μεμνημένος ἡλικίας, ἔτι δὲ καὶ ἱστορικήν τινα ὁμοιότητα παραφέρει, καὶ ὅλως πολυειδῶς ποικίλλεται πρὸς πλείω πιθανότητα, καθὰ προϊοῦσι τῷ λόγῳ φανεῖται, οὐχ' ὅτι ῥητορικώτερος Ὀδυσσέως ἐστίν, ἀλλ' ὅτι οὐδὲν τῶν τοιούτων ἔπρεπε τῷ Ὀδυσσεῖ, ἀλλ' αὐτῷ καὶ μόνῳ, οἷα καὶ διδασκάλῳ τοῦ Ἀχιλλέως καὶ πατρὶ κατὰ θέσιν, ὡς ἐν τοῖς ἑξῆς δειχθήσεται. Ἰστέον δὲ ὅτι καὶ ὁ Φοῖνιξ ἐκ τοῦ παρόντος, καθὰ ποιεῖν Ὁμήρῳ σύνηθες, καὶ ἀπ' αὐτῶν τῶν, ὅ φασι, παρὰ πόδας λαμβάνει τὸ πρεσβευτικὸν προοίμιον, ὡς καὶ Ὀδυσσεὺς πρὸ αὐτοῦ. (ῃ. 432-8) Εἰπόντος γὰρ Ἀχιλλέως ὅτι ὁ Φοῖνιξ αὐτόθι «κατακοιμηθήτω, ὄφρα μοι ἐν νήεσσι φίλην ἐς πατρίδα ἕπηται αὔριον, ἢν ἐθέλῃσιν, ἀνάγκῃ δ' οὔ τί μιν ἄξω», ὁ Φοῖνιξ ὀψὲ μετέειπε, δάκρυα ἀναπρήσας, ἤγουν δακρύσας, ἐξ αὐτοῦ προοιμίου, ὡς εἴρηται, «πέρι γὰρ δίε νηυσὶν Ἀχαιῶν. Εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ' Ἀχιλλεῦ, βάλλεαι, οὐδέ τι πάμπαν ἀμύνειν νηυσὶ θοῇσι πῦρ ἐθέλεις ἀΐδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ, πῶς ἂν ἔπειτ' ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην οἶος;» ἤγουν πῶς ἄν σου μεμονωμένος ἀπολιποίμην; Ὅρα δὲ καὶ ὡς τῷ γέροντι περὶ νηυσὶ δεδιότι προέδραμε τῆς δημηγορίας τὸ δάκρυον, οἶκτον πολὺν ἐφελκόμενον. Ἐπεὶ καὶ ἀριδάκρυες 2.750 κατὰ τὴν παροιμίαν οἱ ἀγαθοί. ∆ιὸ καὶ συγχέει τῷ μαθητῇ τὸν θυμόν, ὡς ἐκεῖνος ἐν τοῖς ἐφεξῆς ἐρεῖ, καί πως τέγγει τὴν ἐκείνου σκληρότητα. Καὶ ὅτι εἰρωνεύεται κατὰ ἤθους βαρύτητα, ἐν οἷς φησι «πῶς ἂν ἀπολιποίμην σου». Τὸν γὰρ Ἀχιλλέα μᾶλλον ἐχρῆν εἰπεῖν· πῶς ἄν σου λιποίμην, ᾧ με συνέστησεν ὁ πατήρ. οὐ γὰρ κελεύειν ἐχρῆν ἀλλὰ κελεύεσθαι ὑπὸ τοῦ διδασκάλου οὐδὲ ἡγεῖσθαι τοῦ ἀπόπλου ἀλλ' ἕπεσθαι. (ῃ. 433) Τὸ δὲ «ἀναπρήσας» ἀντὶ τοῦ ἀναπεράσας ἐκ τοῦ ἐγκεφάλου ἢ ἀναφυσήσας, ὡς ἀπὸ τοῦ πρήθω ῥήματος, καὶ γεμίσας τοὺς ὀφθαλμούς. ὅθεν καὶ τὸ «ἄνεμος ἱστίον ἔπρησε». Τοῦ δὲ «δίε περὶ νηυσίν», ὅ ἐστιν ἐφοβεῖτο, ἐνεστὼς τὸ δίω διὰ μόνου διχρόνου. ἐξ οὗ κατὰ ἀναδιπλασιασμὸν καὶ τὸ δεδιέναι καὶ ἡ δειδία καὶ ὅσα τοιαῦτα. Εἰ δὲ καὶ τὸ ἐπιτρέχειν τῷ κατὰ δέος φεύγοντι διώκειν λέγεται παρὰ τὸ δίειν ὦκα, ὁμώνυμον ἄρα τὸ δίειν, δηλοῦν καὶ τὸ φεύγειν καὶ τὸ κατατρέχειν τῶν δειλαινομένων. ∆οκεῖ δὲ διφορεῖσθαι τὸ δίειν, καθὰ καὶ τὸ φθίειν. καὶ τοῦ μὲν γραφομένου ἐν μόνῳ διχρόνῳ ἰδοὺ ἡ χρῆσις πέφηνεν. Ὡς δὲ καὶ ἐν διφθόγγῳ γράφεται δείω, φαίνεται ἐκ τοῦ δέος, ἐν ᾧ ἀπὸ διφθόγγου ἀνεφάνη τὸ ˉε, καθὰ ἐκ τοῦ νείφω τὸ νέφος, ἔτι δὲ καὶ ἐκ τοῦ δείδω, γενομένου πλεονασμῷ τοῦ ˉδ ἐκ τοῦ δείω, καὶ ἀπὸ τοῦ δείμου δὲ τοῦ δηλοῦντος τὸν φόβον. (ῃ. 434 ς.) 2.751 Τὸ δὲ «ἐν φρεσὶ βάλλεαι» Ἀττικῶς ἐγράφη ἀντὶ τοῦ βάλλεις, τίθης. Τὸ δὲ «οὐδέ τι πάμπαν» ἶσον ἔστι τῷ οὐδαμῶς, οὐδ' ὅλως. Τὸ δὲ «ἀμύνειν νηυσὶ πῦρ» κατὰ τὸ πλῆρες πέφρασται, καθὰ καὶ τὸ «ἀλεξήσῃς κακὸν ἦμαρ». Ἄλλως δὲ τὸ ἀμῦναι μόνον καὶ μόνον τὸ ἀλεξῆσαι ἐλλιπές ἐστι. (ῃ. 436) Πῦρ δὲ ἀΐδηλον τὸ μὴ ἵζον καὶ οἷον καθήμενον ἀλλὰ προϊὸν καὶ νεμόμενον τὰ παρατυχόντα, ἵνα ᾖ ἀΐζηλον καὶ συνήθει τροπῇ τοῦ ˉζ εἰς δ ἀΐδηλον. Τὸ δὲ «ἐπεὶ χόλος ἔμπεσε θυμῷ» πολεμίου δηλονότι δίκην, πάνυ ἐντρεπτικῶς εἶπεν ὁ Φοῖνιξ, αἰσχύνων τὸν ἥρωα ὡς ὀργίλον, οὐ μήν, ὡς ἐκεῖνος οἴεται, φιλότιμον. Τὸν δὲ χόλον τοῦτον προϊὼν θυμὸν μέγαν ἐρεῖ. [Ἐπιεικῶς δὲ εἴρηται καὶ ἀμφότερα. Οὐ γὰρ ἀληθῶς χόλος ταὐτὰ καὶ θυμός, ἀλλὰ μῆνις αὐτόχρημα, εἰ μὴ ἄρα καὶ κότος]. Ἀστείως δὲ πάντως εἴρηται τὸ «ἐνέπεσε θυμῷ», ἀντὶ τοῦ πολεμικῶς ἐπῆλθεν. Οὕτω Τρῶες ἐμπίπτουσι ταῖς τῶν Ἀχαιῶν νηυσὶ καὶ πῦρ δὲ ὕλῃ καὶ ἕτερα βλαπτικὰ ἑτέροις τισί. (ῃ. 438-43) Λέγει δὲ ὁ Φοῖνιξ τῷ Ἀχιλλεῖ καὶ ὅτι «σοὶ δέ μ' ἔπεμπε γέρων ἱππηλάτα Πηλεὺς ἤματι τῷ, ὅτε σ' ἐκ Φθίης Ἀγαμέμνονι πέμπε νήπιον, οὔ πω εἰδόθ' ὁμοιΐου πολέμοιο οὐδ' ἀγορέων, ἵνα τ' ἄνδρες ἀριπρεπέες τελέθουσι. τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆρ' ἔμεναι πρηκτῆρά τε ἔργων», ἤγουν διδάσκαλον λόγων τε καὶ ἔργων τῷ Ἀχιλλεῖ. Φασὶ γάρ τινες νεώτατον τὸν Ἀχιλλέα εἰς τὸν Τρωϊκὸν ἐλθεῖν πόλεμον,