τέκος, οὐκ ἐθέλοιμι λείπεσθαι», καὶ ἐπάγει «οὐδ' εἴ κέν μοι ὑποσταίη θεὸς αὐτὸς γῆρας ἀποξύσας θήσειν νέον ἡβώωντα, οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα» καὶ ἑξῆς. (ῃ. 446) Καὶ ὅρα τὸ «ἀποξύσας» προσφυῶς ῥηθὲν τῇ τοῦ γεροντικοῦ δέρματος τραχύτητι, δι' ἣν καὶ πάγουρον αὐτὸν ἡ Κασάνδρα που καλεῖ. Ξύεται γὰρ τὸ τραχύ, ὡς ἂν εὐθετισθῇ πρὸς λειότητα. (ῃ. 445) Τὸ δὲ «ὑποσταίη θεός» ἀντὶ τοῦ ὑπόσχηται, ἐγγυήσηται, καθ' ὃ σημαινόμενον λέγει καὶ προϊών, ὅτι ὁ βασιλεὺς δῶρα τὰ μὲν διδοῖ, τὰ δὲ ὑπέστη, τουτέστιν ὑπέσχετο. [Τὸ δὲ «αὐτός» κατ' ἐξοχὴν ῥηθὲν ἐν τῷ «θεὸς αὐτός» διαστολὴν ἔχει πρὸς τὸν θέσει θεόν, ὁποῖός τίς ἐστιν ὁ ἔνθεος καὶ ὁ ἀγχίθεος]. (ῃ. 447) Σημείωσαι δὲ ὅτι νέος μὲν ὢν ὁ Φοῖνιξ ἐκ τῆς πατρίδος εἰς τὸν Πηλέα ἦλθεν, οὐ τοιοῦτος δέ, ὁποῖος ὁ Ἀχιλλεὺς πρὸς τοῦ Πηλέως παρετέθη τῷ Φοίνικι. Αὐτὸς μὲν γὰρ νήπιος οὔτε λόγων ἐπιστήμων οὔτε ἔργων, ὁ δὲ Φοῖνιξ οὐδέν τι τοιοῦτος ἀλλ' εὐδόκιμος, ὡς μετ' ὀλίγα φανεῖται. ∆ιὸ καὶ πλειόνων χαρίτων ὁ Ἀχιλλεὺς ὀφειλέτης τῷ Φοίνικι. (ῃ. 447 ς.) Ὅτι Ἑλλαδικὸς ἀνέκαθεν ὢν ὁ Φοῖνιξ εἶτα ὕστερον εἰς Φθίαν ἐξίκετο φυγὼν δι' αἰτίαν, ἥτις μετ' ὀλίγα ῥηθήσεται. Φησὶ γοῦν «ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα φεύγων νείκεα πατρὸς Ἀμύντορος Ὀρμενίδαο». Ὁ δὲ Γεωγράφος ἐκ τοῦ Θετταλικοῦ Ὀρμενίου τοῦ ἐν τῇ Βοιωτίᾳγραφέντος ἱστορεῖ δοκεῖν τισι τὸν Φοίνικα φυγεῖν εἰς Φθίαν. ∆ιό, φησί, τινὲς ἀντὶ τοῦ «οἷον ὅτε πρῶτον λίπον Ἑλλάδα καλλιγύναικα» γράφουσιν «οἷον ὅτε πρῶτον λίπον Ὀρμένιον πολύμηλον». Φασὶ γὰρ τὸ χωρίον ὑπὸ Ὀρμένου κτισθῆναι, υἱοῦ Κερκάφου, παιδὸς Αἰόλου, Ὀρμένου δὲ γενέσθαι Ἀμύντορα, οὗ Φοῖνιξ καὶ Εὐαίμων, οὗ Εὐρύπυλος, ὅθεν φυλαχθῆναι τὴν διαδοχὴν Εὐρυ 2.755 πύλῳ, ὡς ἀπελθόντος τοῦ Φοίνικος. Τινὲς δέ, φησί, Φωκέα ποιοῦσι τὸν Φοίνικα, νοοῦντες τὸν ἐν Ἐλεῶνι Ὀρμενίδην Ἀμύντορα, οὗ τὸν δόμον Αὐτόλυκος ἀντετόρησε, πατέρα τοῦ Φοίνικος ὄντα ἐξ Ἐλεῶνος τῆς περὶ Παρνασόν. [Ἰστέον δὲ ὡς οὔτε τὸ Ὀρμένιον οὔτε ὁ Ὄρμενος οὔτε ὁ ἐξ αὐτοῦ Ὀρμενίδης ἐξἀνάγκης ἐκ τοῦ ὁρμᾶν γίνονται, ἵνα καὶ δασύνωνται, ἀλλ', ὡς εἰκός, ἐκ τοῦ ὄρω, τὸ διεγείρω, οὗ παθητικὸν ὀρόμενος καὶ ἐν συγκοπῇ ὄρμενος]. (ῃ. 448-52) Ὅτι ἡ μήτηρ τοῦ Φοίνικος Ἱπποδάμεια παρευδοκιμουμένη ἔρωτι παλλακίδος τῆς Κλυτίας, ἧς ἤρα ὁ τοῦ Φοίνικος πατὴρ Ἀμύντωρ, καὶ δυσωπήσασα τὸν υἱὸν τὰ εἰς τὴν ῥηθησομένην ἐκδίκησιν, αἰτία γέγονεν αὐτῷ τοῦ ἐκ τῆς πατρίδος, ὡς ἐρρέθη, φυγεῖν. Ἱστορῶν γοῦν τὰ τοιαῦτα ὁ Ὁμηρικὸς Φοῖνίξ φησιν, ὅτι εἰς τὸν Πηλέα ἐξικόμην φεύγων νείκεα πατρός, ὡς εἴρηται, «ὅς μοι παλλακίδος πέρι χώσατο καλλικόμοιο, τὴν αὐτὸς φιλέεσκεν, ἀτιμάζεσκε δ' ἄκοιτιν, μητέρ' ἐμήν. ἣ δ' αἰὲν ἐμὲ λισσέσκετο γούνων παλλακίδι προμιγῆναι, ἵν' ἐχθήρειε γέροντα». Ἀφίσταται γὰρ γέροντος νέα γυνὴ πειραθεῖσα ἡβῶντος ἀνδρός. (ῃ. 453-6) Ὁ δὲ τοῖς τοκεῦσιν ὁμόνοιαν πραγματευόμενος ἐπείσθη τῇ μητρί. Φησὶ γὰρ ὁ Φοῖνιξ «τῇ πιθόμην», ἤγουν τῇ μητρί, «καὶ ἔρεξα», μιγεὶς δηλαδὴ τῇ Κλυτίᾳ, ἣν ὁ πατὴρ Ἀμύντωρ οὔπω μὲν ἔγνω, καθὰ οἱ παλαιοί φασιν, εἰς τοῦτο δὲ ἀνέτρεφε. ∆ιὸ οὐδὲ μιγῆναί φησιν ὁ Φοῖνιξ τῇ παλλακίδι ἀλλὰ προμιγῆναι, ἤτοι πρὸ ἐκείνου μιγῆναι, ἵνα ἐχθήρειε τὸν γέροντα. «Πατὴρ δ' ἐμός», φησίν, «αὐτίκ' ὀϊσθείς», ὅ ἐστι γνούς, «πολλὰ κατηρᾶτο, στυγερὰς δ' ἐπεκέκλετο Ἐριννῦς, μή ποτε γούνασιν οἷσιν», ὅ ἐστιν ἰδίοις, «ἐφέζεσθαι φίλον υἱὸν ἐξ ἐμέθεν γεγαῶτα», ἵνα δηλαδὴ ὁ λυπήσας πατέρα δυστυχήσῃ περὶ παιδὸς γονήν. «θεὸς δέ», φησίν, «ἐτέλειεν ἐπαράς». Καὶ καταντᾷ μετὰ πολλὰ ὁ λόγος τῷ διδασκάλῳ εἰς τὸ ἀντὶ υἱοῦ τὸν Ἀχιλλέα ἐκθρέψασθαι καὶ παῖδα ποιήσασθαι καὶ τηλικοῦτον θεῖναι ὁποῖος νῦν ἐστιν. Ἀναμνήσει δὲ καὶ ὅπως ἐπαιδαγώγει αὐτόν. Ἔνθα καὶ σημειοῦνται οἱ παλαιοί, ὡς οὐχ' ὑπὸ Χείρωνος Ὅμηρος οἶδε τραφῆναι τὸν Ἀχιλλέα, εἰ μὴ ἄρα ἴσως μόνην παιδευθῆναι τὴν ἰατρικήν. (ῃ. 496) Εἶτα εἰπὼν «ἀλλ', Ἀχιλλεῦ, δάμασον θυμὸν μέγαν» καὶ τὰ ἑξῆς, ῥητορεύσας δὲ καὶ περὶ λιτῶν τὰ ἐν τοῖς ἑξῆς ῥηθησόμενα, ἐπάγει καὶ ἱστορίαν τὴν κατὰ τὸν Μελέαγρον οἰκείως πάνυ τῷ πράγματι καὶ