οἰχόμενον. Γίνεται δὲ ἡ Περσεφόνεια ἐκ τοῦ Περσεφόνη κατὰ Ἰωνικὴν παραγωγὴν τῆς ληγούσης, ὡς τὸ Πηνελόπη Πηνελόπεια καὶ τὰ λοιπά, ὅσα καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ κεῖται. Ἰστέον δὲ καὶ ὅτι ἐν πολλοῖς τῶν παλαιῶν ἀντιγράφων Φερσεφόνη φέρεται ὡς ἀπὸ τοῦ εἰρημένου φθέρσαι, τοῦ ˉθ ἐλλείψαντος. Ἡ δὲ καλλιφωνία τὸ ἀρκτικὸν δασὺ ἀλλά 2.762 ξασα Περσεφόνην πεποίηκεν, [ᾗ σύστοιχος καὶ ἡ Περσέφασσα. Ὡς γὰρ παρὰ τὸ φθείρειν καὶ φονεύειν Φθερσεφόνη καὶ εὐφωνώτερον Φερσεφόνη καὶ ἔτι ἐμμελέστερον Περσεφόνη, οὕτω παρὰ τὸ αὐτὸ φθείρειν καὶ τὸ φάζειν, ὅ ἐστι φονεύειν, Φθερσέφασσα ἢ κατὰ τὸ κάλλιον Φερσέφασσα καὶ ἔτι λειότερον Περσέφασσα]. Ἐπαινὴ δὲ οὐ μόνον ἡ αἰνή, ὡς ἐρρέθη, ἀλλὰ καὶ ἡ αἰανὴ διὰ τὸ ἐν σκότῳ εἶναι. (ῃ. 462 ς.) Ὅτι ὁ βαρηθεὶς οἴκαδε μένειν ἐρεῖ ἂν τὸ «ἔνθ' ἐμοὶ οὐκέτι πάμπαν ἐρητύεται ἐν φρεσὶ θυμὸς κατὰ μέγαρα στρωφᾶσθαι». [̓Ενταῦθα δὲ σημείωσαι ὡς, εἴπερ κατά τινα τῶν ἀντιγράφων γράφεται κατὰ μέγαρα στροφάασθαι διὰ μικροῦ ˉο, ἔχοι ἂν μεγάλην ἀπορίαν καὶ δύσλυτον ἡ τοιαύτη γραφή]. (ῃ. 464 ς.) Ὅτι ἐν τῷ «ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες», ἤγουν κύκλῳ περὶ ἐμέ, «αὐτοῦ», ὅ ἐστιν ἐκεῖ, «λισσόμενοι κατερήτυον ἐν μεγάροισι» φιλικὴ δηλοῦται δεξίωσις. Λέγει δὲ ἔτας μὲν πάντας τοὺς συνήθεις ὡς ἀπὸ τοῦ ἔθος, ἀνεψιοὺς δὲ τοὺς τοῦ γένους ὡς ἀπὸ μέρους τῶν ἀνεψιῶν. ἀνεψιοὶ δὲ οἱ παρὰ τοῖς ὕστερον ἐξάδελφοι. Πόθεν δὲ γίνεται ἀνεψιός, καὶ ὡς τὸ ἔτης ἄλλοι μὲν ἐδάσυνον, ἄλλοι δὲ ἐψίλουν, ἐν ἄλλοις γέγραπται. (ῃ. 466-9) Ὅτι πολυτελοῦς δαιτὸς ἔνδειξις τὸ «πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ», ὅ ἐστι 2.763 πίονες, «εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο, πολλὸν δ' ἐκ κεράμων μέθυ πίνετο». (ῃ. 466) Λέγει δὲ ἴφια μὲν καὶ νῦν μῆλα τὰ ἰσχυροποιὰ θρέμματα. Ἰφθιμοποιεῖ γὰρ τὸ αὐτῶν κρέας καί, ὡς ἡ ἐτυμολογία φησί, κρατύνει καὶ ἰσχυροποιεῖ. Ἢ καὶ ἄλλως, ἴφια τὰ λιπαρά. τὰ γὰρ πάντῃ ἀλιπῆ ἀνίσχυρα. Εἰλίποδες δὲ εἰς τὸ πᾶν μὲν βοῶν ἐπίθετον, ἡ δὲ κωμῳδία καὶ γυναῖκάς φησιν εἱλίποδας παίζουσα [δι' Εὐπόλιδος] τὰ ἑαυτῆς. (ῃ. 467) Ὁ δὲ θαλέθων πρωτότυπόν ἐστιν, ὡς καὶ ἀλλαχοῦ ἐρρέθη, τῆς τοῦ τηλεθόων παραγωγῆς. Ἀλοιφὴ δὲ τὸ λίπος διὰ τὸ χρήσιμον εἶναι ἀλείφειν. ἀπὸ ταύτης καὶ ξηραλοιφεῖν καὶ ξηραλοιφία τὸ ἄνευ λουτροῦ ἀλείφεσθαι. ἐπεὶ καὶ ξηρὸς ἱδρὼς ὁ μὴ ὑπὸ λουτροῦ ἀλλ' ὑπὸ γυμνασίων καὶ πόνων γινόμενος. ∆ῆλον δὲ ὅτι καὶ τὸ τοίχους χρίειν ἀλείφειν λέγεται καὶ ἀλοιφή. ∆ιὸ ἐν ῥητορικοῖς Λεξικοῖς φέρεται, ὅτι ἀλοιμὸς τὸ αὐτὸ καὶ ἀλοιφή, τὸ τῶν ἐν οἴκοις τοίχων χρίσμα, καὶ ὅτι ἀλοιφεῖον· ᾧ οἱ ἀλεῖπται χρῶνται. Πάντως δέ, ὥσπερ ἀπὸ τοῦ ἀλείφω ἡ ἀλοιφὴ ἢ ἀπὸ τοῦ ἤλειφα ἐνεργητικοῦ παρακειμένου, οὕτως ἀπὸ τοῦ ἤλειμμαι ὁ ἀλοιμός, καθὰ καὶ ἀπὸ τοῦ λείπω, λέλειμμαι, ὁ λοιμός. (ῃ. 468) Τὸ δὲ «τανύοντο διὰ φλογὸς Ἡφαίστοιο» περιφραστικῶς κεῖται ἀντὶ τοῦ ὠπτῶντο. (ῃ. 469) Κέραμος δὲ ἢ λάγυνος ἢ πίθος, ὡς καὶ ἐν τῷ «χαλκέῳ δ' ἐν κεράμῳ δέδετο». Μέθυ δὲ ὁ οἶνος, οὐ φύσει, ἀλλὰ τῇ ὑπὲρ μέτρον εἰσδοχῇ. μεθίεται γάρ, ἤγουν ἀμελεῖ, ὁ πέρα τοῦ μετρίου οἶνον προσιέμενος. ἐκφοβεῖ γοῦν τοὺς πολυπότας τῇ ἐπιγραφῇ ὁ τὸν οἶνον μέθυ καλῶν. Τὸ δὲ «πολλὰ λισσόμενοι», καὶ «πολλὰ ἴφια μῆλα», καὶ «πολλοὶ δὲ σύες», καὶ «πολλὸν μέθυ», σχῆμα ἐπιμονῆς τῆς κατὰ λέξιν. (ῃ. 465) Σημείωσαι δὲ εἰς τὸ «λισσόμενοι» καὶ τὰ περὶ αὐτό, ὅτι διὰ τοῦ ˉσ μὲν τὰ τοιαῦτα προφερόμενα διπλάζουσιν αὐτὸ ἀναγκαίως. ἐπεὶ τὸ 2.764 μὲν ἓν ˉσ μέλλοντα χαρακτηρίζει, διπλούμενον δὲ οἰκειοῦται τοῖς ἐνεστῶσιν. Ὅτε μέντοι διὰ τοῦ ˉτ λίτομαι εἴποι τις καὶ λιτόμενοι, οὐ διπλοῦται τὸ ˉτ Ἀττικῷ ἔθει κατὰ τὸ φοινίσσω, φοινίττω, ἑλίσσω, ἑλίττω, καὶ τὰ ὅμοια, ἀλλὰ μονοῦται τὸ ˉτ ἐν αὐτοῖς διὰ τὸ τρίτης συζυγίας τῶν βαρυτόνων εἶναι θέμα τότε τὸ λίτω καὶ τὰ κατ' αὐτό. περὶ ὧν Ἡρωδιανὸς λέγει, ὡς διὰ τοῦ ˉτ οὐ πολλὰ ὦπται, ἀλλὰ τὸ λίτω, ὅθεν τὸ λίτεσθαι, καὶ τὸ πέτω, ἀφ' οὗ τὸ πέτομαι. καὶ ἔνια, φησί, ἃ ἤδη ὡς περισπώμενα ἐκλίθη, ὥσπερ τὸ κέντω, ἐξ οὗ τὸ «κένσαι ὁμοκλήσας», καὶ ἄντω,