ὅθεν ἀντόμενος καὶ ἄντεσθαι ἐν πολέμῳ. Τὸ δὲ ἀνύτω, φησί, καὶ ἀρύτω τῷ ˉτ ἐπλεόνασεν ὡς ἐκ τοῦ ἀνύω καὶ ἀρύω. καὶ οὕτω μὲν Ἡρωδιανός. Ἡρακλείδης δὲ ἀγνοεῖν φησι πολλούς, ὅτι τὸ λίσσομαι κοινολεκτούμενον Ἀτθίδι διαλέκτῳ γέγονε λίττομαι, παρέσει δὲ τοῦ ἑτέρου ˉτ γεγένηται λίτομαι. Ὁ δ' αὐτὸς καὶ περὶ τοῦ ἀνύτω καὶ ἀρύτω εἰπὼν ἀσυνήθως αὐτὰ ἔχειν, ὡς μηδενὸς εἰς ˉω λήγοντος βαρυτόνου ἔχοντος τὸ ˉτ ἀρκτικὸν τῆς τελευταίας συλλαβῆς-Πάντα γάρ, φησί, περισπᾶται, οἷον κρατῶ, αἰτῶ, πατῶ, κροτῶ, φοιτῶ. -, ἐπάγει ὅτι Κύπριοι δὲ καὶ Ἀττικοὶ παρεντιθέντες ῥήμασι καὶ ὀνόμασι τὸ ˉτ καὶ πτόλιν τὴν πόλιν λέγοντες καὶ πτόλεμον τὸν πόλεμον, ὅθεν καὶ ἡ ἄνακτος καὶ νυκτός γεγόνασι γενικαὶ πλεονάζουσαι τῷ ˉτ, λέγουσιν οὕτω καὶ τὸ ἀρύω ἀνύω ἀρύτω καὶ ἀνύτω. (ῃ. 470-3) Ὅτι οἰκεῖον σπουδαίοις νυκτοφύλαξι κατ' οἶκον οὐ μόνον τὸ «εἰνάνυχες δέ μοι ἀμφ' αὐτῷ νύκτας ἴαυον», φυλάσσοντές με δηλαδή, ἀλλὰ καὶ τὸ «οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ' ἔσβη πῦρ, ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος» καὶ ἑξῆς. (ῃ. 470) Ἰστέον δὲ ὅτι τὸ «εἰνάνυχες» συγκοπήν τε ἔπαθεν ἐκ τοῦ ἐννέα καὶ τροπὴν συνήθη τοῦ ˉν εἰς ˉι πρὸς ὁμοιότητα τοῦ εἴνατος. Τὸ δὲ ˉχ φυσικῶς ἔχει ὡς ἀπὸ τοῦ νύξ. ∆ῆλον γὰρ ὅτι, καθὰ ὄνυξ ὄνυχος, οὕτω καὶ νύξ νυχός. τὸ γάρ τοι νυκτός τροπὴν πέπονθε τοῦ δασέος εἰς ψιλὸν καὶ ἐπένθεσιν οὐκ ἀσυνήθη τοῦ ˉτ, ὡς καὶ προσεχῶς δεδήλωται. Ἰαύειν δὲ καὶ νῦν τὸ διατρίβειν, οὐ μὴν κοιμᾶσθαι. οὐ γὰρ πρέπει τοῦτο φύλαξι. (ῃ. 471) Τὸ δὲ «ἀμειβόμενοι» ἑτεροῖον φανερῶς τοῦ «τὸν δ' ἀπαμειβόμενος» καὶ τῶν ὁμοίων. Κυριολεκτεῖται δὲ 2.765 ὅτι μάλιστα. ἐξ οὗ καὶ τὸ «ἀμοιβηδὶς δ' ἀνέφαινον» καὶ οἱ ἐπημοιβοὶ ἐπίκουροι, [ὅπερ ἐστὶν οἱ κατὰ ἀλλαγήν, εἴτ' οὖν ἐναλλάγδην, ἥκοντες εἰς ἐπικουρίαν. Εἰς ὅπερ ἀστείως ἔπαιξέ τις, ἤγουν εἰς τὸ μεταλαμβάνεσθαι τὸ ἀμείβειν ἀντὶ τοῦ καταλλάσσειν, ἀπορήσας ἀστείως ἐπὶ τῶν ἀμειβόντων ἐμπορευτικῶς, πῶς ποτε τὰ τετράδραχμα καταλλάσσονται μέν, οὐκ ὀργίζονται δέ, ὡς δῆθεν τοῦ καταλλάσσεσθαι ὁμωνυμίας λόγῳ ἀντικειμένου πρὸς τὸ ὀργίζεσθαι]. (ῃ. 472 ς.) Αἴθουσα δὲ στοὰ περίστυλος ἡλίῳ αἰθομένη, ὅ ἐστι λαμπομένη, ἧς τὸ μὲν ἐνδοτέρω πρόδομος, τὸ δὲ ἐνδοτάτω θάλαμος, ὡς καὶ ἐνταῦθα δηλοῖ ὁ ποιητὴς μνησθεὶς αὐλῆς, μεθ' ἣν αἴθουσα καὶ πρόδομος, εἶτα θάλαμος, ἐν τῷ εἰπεῖν «πῦρ ἕτερον μὲν ὑπ' αἰθούσῃ εὐερκέος αὐλῆς, ἄλλο δ' ἐνὶ προδόμῳ, πρόσθε θαλάμοιο θυράων». Περὶ δὲ αἰθούσης ῥηθήσεται καὶ ἐν τοῖς μετὰ ταῦτα. Κατὰ δὲ τοὺς ἀκριβεστέρους ἡ τάξις οὕτως· ἕρκος, περὶ ὃ πύλαι, μετὰ δὲ τὸ ἕρκιον αὐλή, μεθ' ἣν αἴθουσα, εἶτα πρόδομος, δόμος, καὶ θάλαμος. Ἐν τούτοις δὲ ἰστέον καὶ ὅτι οὐκ εὐκαίρως δοκεῖ ὁ Φοῖνιξ εἰπεῖν τὸ πολλὰ μὲν λιτανεύεσθαι παρὰ τῶν αὐτοῦ, μὴ πεισθῆναι δέ, ἀλλὰ βιάσασθαι τὴν φυγήν. Ἐρεῖ γὰρ ἂν ὁ δυσωπούμενος Ἀχιλλεύς, ὡς οὐκοῦν, ὦ διδάσκαλε, οὐδ' ἐγὼ πείσομαι. Πρὸς ὅ φασιν οἱ παλαιοί, ὡς τῷ μὲν Φοίνικι οὐκ ἦν ὑπακοῦσαι διά τε τὴν ῥηθεῖσαν λύπην καὶ διὰ τὴν ὀργὴν τοῦ πατρός, τῷ δὲ Ἀχιλλεῖ ἔνδοξος ἡ ἐκ πειθοῦς μεταβολὴ γενήσεται διὰ τὴν παραίνεσιν τοῦ πατρός, ἣν Ὀδυσσεὺς ἤδη φθάσας πρὸ ὀλίγου ἐξέθετο. ἥτις οὕτως εἶχε τὸ ἀναντίρρητον, ὥστε Ἀχιλλεὺς πρὸς μὲν τὰ ἄλλα τῶν τοῦ Ὀδυσσέως λόγων ἀπελογήσατο, αὐτὸ δὲ μόνον τὸ ἐκ πατρὸς κεφάλαιον παρῆκε σιωπήσας παντελῶς καὶ παρα 2.766 δραμὼν τεχνικῶς διὰ τὸ δυσεπιχείρητον. Οἱ δ' αὐτοὶ λέγουσι καί, ὅτι καλῶς δι' ὀργὴν πατρὸς φεύγει τὴν πατρίδα ὁ Φοῖνιξ. Ἐν γὰρ ταῖς ἀδιαλλάκτοις, φασίν, ἔχθραις κρεῖττον τὸ φεύγειν. Ὅρα δὲ καὶ ὅτι πῦρ ἕτερον εἰπών, εἶτα ἐπήγαγε τὸ ἄλλο, δηλῶν ὡς τὸ μετὰ τὸ ἕτερον οὐκ ἂν κυρίως ἕτερον λέγοιτο, ἀλλὰ ἄλλο. Καὶ ἔστιν οὕτως ἡ Ἀττικὴ ὡς ἐπὶ πολὺ συνήθεια, οἷον· ἕτερος μὲν ποιεῖ τόδε, ἄλλος δὲ τόδε. καὶ οὕτω μὲν ἐνταῦθα. Ἐν δὲ τῷ «ἄρνε, ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν» παραβαίνεται ἡ τοιαύτη παρατήρησις. Τὸ δὲ «ὑπ' αἰθούσῃ» δοκεῖ ταὐτὸν εἶναι τῷ «ἐν αἰθούσῃ», ὡς δηλοῖ ἐπαχθὲν τὸ «ἄλλο δ' ἐνὶ προδόμῳ», ἵνα ᾖ· ἐν αἰθούσῃ καὶ ἐν προδόμῳ. (ῃ. 475 ς.) Ὅτι κἀνταῦθα σχῆμα πρωθύστερον ἐν τῷ «καὶ τότ' ἐγὼ θαλάμοιο θύρας πυκινῶς