βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Ἀλέξανδρος ἐν τῇ Μαναύρᾳ, ἀγαγὼν Εὐθύμιον (ἐκ τοῦ Στενοῦ) ἀπὸ τῶν Ἀγαθοῦ. Καὶ συγκαθίσας ἅμα Νικολάῳ πατριάρχῃ ἐποιήσαντο τὴν (κατ') αὐτοῦ καθαίρεσιν, ἀτίμως ἀποτίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου 796 ἀνδρὸς τὴν τιμίαν γενειάδα, καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες, ἃς ἡσύχως καὶ πράως ὑπέμεινεν ὁ τίμιος καὶ ἱερὸς ἀνὴρ (καὶ ὑπερωρίσθη πάλιν εἰς τὰ Ἀγαθοῦ) ἔνθα καὶ τελευτήσας κατατίθεται ἐν τῇ αὐτοῦ μονῇ ἐν τῇ πόλει, εἰς τὰ Ψαμαθίου. ̣2 ̣ Οὗτος Ἀλέξανδρος διὰ τὰς ὑπονοίας, ἃς ὁ ἀδελφὸς αὐτοῦ Λέων ἔτι ζῶν εἶχε κατ' αὐτοῦ, ἀεὶ τοῖς κυνηγεσίοις καὶ τοῖς ἔξω παλατίοις ἐσχόλαζεν, μηδὲν βασιλέως ἔργον διαπραττόμενος, ἀλλὰ διά γων ἐν τρυφαῖς καὶ ἀσελγείαις καὶ μέθαις καὶ περὶ ταῦτα ἀεὶ διακείμενος, ὅθεν ἄρξας αὐτὸς 110.1125 οὐδὲν γενναῖον εἰργάσατο, ἀλλὰ παρευθὺ Ἰαν νῆν παπᾶν τὸ ἐπίκλην Λαζάρην ῥαίκτωρα πεποίη κεν, ὃς καὶ κακῶς τὸ ζῇν ἀπέῤῥηξε μετὰ θάνατον Ἀλεξάνδρου ἐν τῷ Ἑβδόμῳ σφαιρίζων· ὡσαύτως καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην (ἀπὸ Σκλαβίνων ἔθνους) σφοδρῶς κατεπλούτισεν ἐκ τῶν τοῦ παλατίου χρημάτων· ὥς φασι δὲ, τὸν αὐτὸν Βασιλίτζην καὶ βασιλέα ἠβούλετο ποιῆσαι, ὡς ἄπαις αὐτὸς ὢν), καὶ Κωνσταντῖνον υἱὸν Λέοντος εὐνουχίσαι ̣194β, 196a· ὃ καὶ πολλάκις βουληθεὶς διεσκεδάσθη παρὰ ̣196a τῶν ὑπὸ τοῦ 797 Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νήπιον ὑποβαλλόν των, ποτὲ δὲ ὡς ἀσθενοῦντα. ̣3 ̣ Ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ δύσεως ἐπὶ ἡμέρας ιεʹ, ὃν ἔλεγον Ξιφίαν κα λεῖσθαι, καὶ αἱματεκχυσίαν ̣196b ἐν τῇ πόλει ἐργάσασθαι. ̣4 ̣ Οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδοτο, οἳ καὶ πεπείκασιν αὐτὸν, ὡς "Τὸ τοῦ συάγρου στοιχεῖον σοὶ καὶ τῇ σῇ ζωῇ προσανάκειται," χοιρόβιον τὸν ἀνόητον ὑποφαίνοντες. Ὁ δὲ, τού τοις ἀπατηθεὶς, αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσ ανενέωσεν ὡς λειπομένους αὐτῷ· καὶ τῇ αὐτῇ πλάνῃ πεποιθὼς ἱππικὸν (ποιήσας τὰς τῶν ἐκ κλησιῶν ἐνδυτὰς καὶ πολυκάνδηλα ἄρας, τὸ ἱππι κὸν) ἐστόλισε καὶ τοῖς ζῴδοις φωταψίαν ἐποίησε. ∆ιὰ τοῦτο ἤρθη ἀπ' αὐτοῦ ἡ τοῦ Θεοῦ χεὶρ, ὡς τὴν τοῦ Θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. ̣5 ̣ Ἱμερίου δὲ λογοθέτου ἐκ τῆς τῶν Ἀγαρηνῶν ἥττης ὑποστρέψαντος, ἀποστείλας Ἀλέξαν δρος περιώρισεν ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λε γομένῃ Καλυπᾶ, ἀπειλήσας 798 ὡς ἐχθρὸν αὐτοῦ (ὄντα) ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. Ὁ δὲ, ἐκ θλίψεως πολλῆς ἀῤῥωστήσας (περιωρισμένος ὢν ἐπὶ μῆνας ʹ), ἐτελεύτησεν. ̣6 ̣ Ἀπέστειλε δὲ Συμεὼν ὁ ἄρχων Βουλγάρων μηνύων Ἀλεξάνδρῳ τὰ πρὸς εἰρήνην, καὶ τοῦ 110.1128 φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι καθώσπερ ἐπὶ τοῦ Λέοντος. Ὁ δὲ, ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατυνθεὶς, τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συ μεὼν καταπλήξας. Λυθείσης οὖν ἔκτοτε τῆς εἰ ρήνης, Συμεὼν παρεσκευάζετο κινῆσαι κατὰ τῶν Χριστιανῶν ὅπλα. ̣7 ̣ Ἀλέξανδρος δὲ, ἀριστήσας καὶ οἰνωθεὶς ἐν τοῖς ὑπὸ κύνα καύμασι, κατῆλθε σφαιρίσαι καὶ ῥομφαίᾳ θεηλάτῳ πληγεὶς (ἀνελθὼν, αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκφερομέ νου, μετὰ δύο ἡμέρας ἐτελεύτησε καταλιπὼν ἐπιτρόπους Νικόλαον πατριάρχην, Στέφανον μάγιστρον, καὶ Ἰωάννην τὸν Ἑλαδᾶν, καὶ Ἰωάννην ῥαίκτωρα, καὶ Εὐθύμιον, καὶ (τὸν) Βασιλί τζην, καὶ τὸν Γαβριηλόπουλον, ἐάσας τὴν βασιλείαν Κωνσταντίνῳ ἀνεψιῷ αὐτοῦ, υἱῷ Λέοντος τοῦ βασι λέως. Ἀπέθεντο δὲ Ἀλέξανδρον ἐν τοῖς τάφοις μετὰ Βασιλείου τοῦ πατρὸς αὐτοῦ. 799
Θʹ. Βασιλεία Κωνσταντίνου υἱοῦ Λέοντος. Κωνσταντῖνος δὲ, τοῦ πατρὸς αὐτοῦ Λέοντος τελευτήσαντος, παῖς ἔτι τυγχάνωνἕβδομον γὰρ εἶχε τῆς ἡλικίας ἔτοςὑπὸ Ἀλεξάνδρου τοῦ θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο ὑπὸ ἐπι τρόποις τελῶν· ἐβασίλευσεν οὖν ἐπὶ τῶν αὐτοῦ ἐπιτρόπων καὶ σὺν τῇ μητρὶ ἔτη ζʹ, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἕτερα ἔτη κʹ, μονοκράτωρ δὲ ἔτη ιεʹ, ὡς εἶναι τὸν πάντα χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη νεʹ. Λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικό λαος, ἅτε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τῷ μα γίστρῳ Στεφάνῳ καὶ τῷ Ἑλαδᾶ Ἰωάννῃ καὶ αὐτῷ μαγίστρῳ, τὴν τοῦ κοινοῦ