φησιν «ὃς μέν τ' αἰδέσεται κούρας ∆ιὸς ἆσσον ἰούσας, τὸν δὲ μέγ' ὤνησαν, καί τ' ἔκλυον εὐξαμένοιο». Ὁ γὰρ δοὺς λαμβάνει καὶ ὁ ἐλεῶν ἐλεεῖται κατὰ τὸ «δός τι καὶ λάβε τι». (ῃ. 510-2) «Ὃς δέ», φησίν, «ἀνήνηται καί τε στερεῶς ἀποείπῃ, λίσσονται δὴ ἄρα ταί γε», ἤγουν αὗται, «∆ία τῷ», ἤγουν τῷ τοιούτῳ, «Ἄτην ἅμ' ἕπεσθαι, ἵνα βλαφθεὶς ἀποτίσῃ». Καὶ ὅρα τὸ βλαφθείς, τραχύτερον μὲν ὂν τοῦ βλαβείς, φίλτερον δὲ αὐτοῦ τῇ ποιήσει, ὥσπερ καὶ τὸ στρεφθεὶς τοῦ στραφείς καὶ ὅσα τοιαῦτα σεσημείωται ἀλλαχοῦ. Ὡς ἀπὸ δρομέων δὲ εἴληπται τὸ βλάπτεσθαί τινα, τῆς ἀρτίποδος Ἄτης ἐπιδιωκούσης. Βλάπτονται γάρ ποτε, ὅ ἐστι προσκόπτουσιν, οἱ φεύγοντες, ὅτ' ἂν ἐπικαταλάβωσιν αὐτοὺς οἱ διώκοντες. Ἔστι δὲ κυρίως βλάπτεσθαι τὸ βάλλεσθαι ὥστε ἰάπτεσθαι, ἤγουν τὸ ῥίπτεσθαι ὡς ἐντεῦθεν βλάπτεσθαι. (ῃ. 508) Τὸ δὲ «ἆσσον ἰούσας» ἀκριβῶς κεῖται. οὐ γὰρ ἁπλῶς ἐπιστρεπτέον τῶν ἀμύνης καὶ ἐπικουρίας χρῃζόντων, ὡς αὐτῶν δὴ τῶν καὶ λισσομένων. τούτων γὰρ ὅτι μάλιστα ἐπιστρέφεσθαι χρὴ καὶ οὐ τῶν πορρωτέρω εἰς τοσοῦτον. (ῃ. 509) Τὸ δὲ «ἔκλυον εὐξαμένοιο» ἐκφοβητικόν ἐστι, μήποτε καὶ Ἀχιλλεὺς ὁ νῦν μὴ ὑπακούων οὐδ' αὐτὸς εὐχόμενός ποτε ἔχῃ τὸν κλύοντα. (ῃ. 510) Τοῦ δὲ «ἀνήνηται» διασαφητικὸν εὐθὺς ἐπαχθὲν τὸ «καὶ στερεῶς ἀποείπῃ», ταὐτὸν δ' εἰπεῖν, ἀπηλεγέως ἀποφήσει. Ἀνήνασθαι μὲν γάρ τινα ἱκετευόμενον οὐκ ἂν εἴη πάνυ κακόν, εἴπερ ἀκκιζόμενος ἢ καὶ ἄλλως μαλακῶς ἔχων ἀναίνεται, σκληρότατα δὲ ἀνηκουστεῖν, ἐφ' οἷς οὐκ ἐχρῆν, θεομηνίαν ποιεῖ. Ὅτι δὲ ἀπηλεγέως Ἀχιλλεὺς ἔκρινεν ἀποειπεῖν, προδεδήλωται. (ῃ. 512) Τὸ δὲ «ἀποτίσῃ» ἢ ἐλλειπτικῶς εἴρηται, ἵνα δηλοῖ τὸ ἀποδώσει ποινὴν τοῦ 2.779 ἀπανῄνασθαι δηλαδὴ τὰς λιτάς, ἢ ἀντὶ τοῦ τιμωρηθῇ εἴληπται. (ῃ. 513 ς.) Ὅτι γνωματευόμενος ὁ Φοῖνιξ λέγει, ὡς ἡ τιμὴ κάμπτει τοὺς ἀγαθούς, οἳ οὐχ' οὕτω δώροις ὑπάγονται ὡς τιμῇ. Φησὶ γὰρ ἀξιῶν δευτέραν ταύτην ἀξίωσιν «ἀλλ', Ἀχιλλεῦ, πόρε καὶ σὺ ∆ιὸς κούρῃσιν ἕπεσθαι τιμήν, ἥ τ' ἄλλων περ ἐπιγνάμπτει φρένας ἐσθλῶν», ἤγουν ἐπικλίνει, ἐπιεικεύεσθαι ποιεῖ, καὶ μὴ ἀτενῶς ἔχειν τοῦ ἤθους, εἴπερ εἶεν ἐσθλοί. οἱ γὰρ μὴ τοιοῦτοι οὐκ ἂν ἐθέλοιεν τιμήν. Ὅρα δὲ τὸ «∆ιὸς κούραις», οὗ πρὸς ὁμοιότητα σύνθετον οἱ ∆ιόσκουροι. ∆οξάζει δὲ ὁ Φοῖνιξ τιμὴν τῷ Ἀχιλλεῖ ἔσεσθαι, εἰ λάβοι τὰ βασιλικὰ δῶρα, ὡς αὐτίκα φανεῖται. (ῃ. 515-9) Ὅτι Ἀχιλλεὺς μὲν ἀποπροσποιεῖται τὰ δῶρα, Φοῖνιξ δὲ λέγει βιαίως, ὡς «εἰ μὲν μὴ δῶρα φέροι, τὰ δ' ὄπισθ' ὀνομάζοι» ὁ βασιλεύς, «ἀλλ' αἰὲν ἐπιζαφελῶς χαλεπαίνοι, οὐκ ἂν ἔγωγέ σε μῆνιν ἀπορρίψαντα κελοίμην Ἀργείοισιν ἀμυνέμεν χατέουσί περ ἔμπης. νῦν δ' ἅμα τ' αὐτίκα πολλὰ διδοῖ, τὰ δ' ὄπισθεν ὑπέστη» καὶ ἑξῆς. Καὶ ὅρα ὅτι παραφράζων τὸ «φέρει δῶρα» ἐπάγει τὸ πολλὰ διδοῖ. (ῃ. 515) Τὸ δὲ «ὄπισθεν ὀνομάζοι» εἰς ταὐτὸν ἔθετο τῷ «ὄπισθεν ὑπέστη», ἤγουν εἰς τὸ μέλλον ὑπέσχετο. Τοῦτο δὲ τὸ νόημα ὁ αὐτὸς Φοῖνιξ ἐν τοῖς μετὰ ταῦτα κάλλιον ἐρεῖ, δεικνὺς ὡς μᾶλλον ὁ Ἀχιλλεὺς τιμηθήσεται, εἰ καὶ τὰ δῶρα λάβοι. Ὀνομάζειν δὲ νῦν τὸ ἀριθμεῖν κατ' ὄνομα, τοιοῦτον δέ τι καὶ τὸ ὀνομαίνειν. τὸ μέντοι ἐξονομάζειν ἄλλο τι σημαίνειν δεδήλωται. [∆ῆλον δὲ ὅτι δύναται τὸ ὀνομάζοι καὶ Ἀττικῶς νοεῖσθαι ἀντὶ τοῦ ὠνόμαζε. τοιοῦτον δέ τι καὶ τὸ φέροι καὶ τὸ χαλεπαίνοι]. (ῃ. 516) Τὸ δὲ «ζαφελῶς» καινότερον περισπᾶται. Τὰ γὰρ εἰς ˉωˉς ἐπιρρήματα μεσότητος καὶ γραφὴν καὶ τόνον φυλάττει τῶν γενικῶν, ἐξ ὧν ἂν γένωνται, χωρὶς τοῦ ζαφελῶς, ὅ ἐστι λίαν ηὐξημένως, καὶ τοῦ ἑδρανῶς, ἀντὶ τοῦ στερεῶς. Ὧν τοῦ μὲν ζάφελος τὸ ὄνομα, οἷον «ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἵκοι», ὃ μετ' ὀλίγα κεῖται, καὶ πληθυντικὴ γενικὴ ἀκολούθως ζαφέλων, τοῦ δὲ ἕδρανον ἡ 2.780 καθέδρα, οὗ γενικὴ πληθυντικὴ ἑδράνων παρὰ Σοφοκλεῖ, βαρυτόνως ἀμφότερα, εἰ καὶ τὰ ἐξ αὐτῶν ἐπιρρήματα περισπῶνται. Καί φασιν Ἀπίων καὶ Ἡρόδωρος, ὅτι τὸ ζάφελος προπαροξύνεται λόγῳ τοιούτῳ. Τὰ εἰς ˉοˉς λήγοντα παρὰ τὸ ˉζˉα προπαροξύνονται· ζάθεος, ζάκοτος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ εἰς ˉλˉωˉς ἐπιρρήματα παραληγόμενα τῷ ˉε ὡς ἐπὶ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον εὐτελῶς,