μέλλων ὑπτιώτερον διηγήματος παλαιοῦ ἤγειρε τὸν λόγον σώφρονι κάλλει διὰ ὁμοιοτελεύτων, ἤγουν παρίσων, τοῦ «δωρητοί» καὶ «παραρρητοί», καὶ ὡς χρήσιμον πάνυ ῥήτορσιν αἱ ἱστορίαι, εἰς ὃ καὶ ὁ Νέστωρ, ὡς ἐρρέθη, εὐδοκιμεῖ ἀπομνημονεύμασι παραρτύων τὴν ποίησιν. ∆ιὸ καὶ Ἀχιλλεὺς ἐφιλοτιμεῖτο ἀείδειν κλέα ἀνδρῶν, ὡς προγέγραπται. (ῃ. 527 ς.) Ἐν τούτοις δὲ σημείωσαι καὶ ὅτι, ὡς καὶ ἐν ἄλλοις ἐρρέθη, ἡ τοῦ ἀπομνημονεύματος λέξις ἐξ Ὁμήρου παρῆκται. Φησὶ γὰρ ὁ Φοῖνιξ «μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔ τι νέον γε, ὡς ἦν», οἷα μὴ ἐπιλαθόμενος. οὐ γὰρ ἂν εἶχε μνήμην ἀκραιφνῆ. Καὶ εὐθὺς ὑποβάλλει ἀπομνημόνευμα, τὸ κατὰ Μελέαγρον δηλαδὴ ἐπεισόδιον. Τοῦτο δὲ τὸ σχῆμα ὑποδιήγησιν καλοῦσιν οἱ παλαιοί, ὡς καὶ μετ' ὀλίγα εἰρήσεται. Ἐνταῦθα δὲ ὅρα καὶ ὅτι αἰτιατικῇ συνέταξε τὸ μέμνημαι, καὶ ὡς ἀκριβῶς εἰς τὸ μέμνημαι προσέθετο τὸ «πάλαι, οὔ τι νέον γε». Μνήμη τε γὰρ οὐ τῶν ἄρτι ἀλλὰ τῶν παροιχομένων ἐστί. καὶ τὸ ἀπομνημόνευμα δὲ τῶν τοιούτων ἐστί. ∆οκεῖ δὲ διὰ σαφήνειαν, οὐ μὴν ἀναγκαίως, προσκεῖσθαι τὸ «οὔ τι νέον γε». ∆ῆλον γὰρ ὡς τὸ πάλαι μνημονευόμενον οὐκ ἂν εἴη νέον. [Καὶ ἄλλως δὲ τὸ «οὔ τι νέον γε» διασαφητικόν ἐστι τοῦ πάλαι, ἵνα μὴ ἁπλῶς νοῆται κατὰ τὴν ὕστερον Ἀττικὴν συνήθειαν. Ἴσμεν γὰρ ὅτι ἡ Ἀτθὶς πάλαι οἶδε λέγειν οὐ μόνον τὸἀφ' ἱκανοῦ χρόνου ἀλλὰ καὶ τὸ πρὸ ὥρας ἢ καὶ στιγμῆς. τὸ γοῦν «οὔ τι νέον γε» ἀναγκάζει νοεῖν τὸ πάλαι ἀντὶ τοῦ πρὸ πολλοῦ]. Τὸ δὲ «μέμνημαι τόδε ἔργον» ἕως τοῦ «ὡς ἦν», εἶτα «ἐν δ' ὑμῖν ἐρέω πάντεσσι φίλοισι» πᾶς τις ἂν προοιμιάσηται διηγούμενός τι παρὰ φίλοις ἀκροαταῖς. [Σημειωτέον δὲ ἐνταῦθα καὶ 2.783 ὅτι κατὰ τοὺς παλαιοὺς τὸ μέμνημαι οὐ μόνον τὸ σύνηθες καὶ κοινὸν δηλοῖ κατὰ τὴν εἰρημένην σημασίαν, ἀλλὰ καὶ ἀντὶ τοῦ ἐπιμελεῖσθαι λαμβάνεται, ὡς ἐν τῷ «μεμνέῳτο δρόμου», ὃ δὴ κεῖταί που ἐν τοῖς ἑξῆς, καὶ ἐν τῷ «μεμνῆσθαι πατρὸς καὶ μητρός», ἤγουν ἐπιμέλειαν ἔχειν, ὅπερ ὁ Ὀδυσσεὺς τῇ Πηνελόπῃ παρήγγειλεν, ὅτε εἰς Τροίαν ἀπέπλεεν. Ἔτι δὲ καὶ ἐν τῷ «μισῶ μνάμονα συμπόταν». Οὐ δεῖ γάρ, φασί, δέχεσθαι, τουτέστι νοεῖν, μνάμονα, ὡς ἔνιοι, τὸν μεμνημένον χθιζῶν ἁμαρτημάτων συμποσιαίων, ἀλλὰ τὸν ἄγαν ἐπιμελητὴν τοῦ συμποσίου. Μισοῦμεν γὰρ τὸν ἐν τοιούτοις ἐπιμελούμενον καὶ ἐπιτάσσοντα.] Ὅτι ὁ Φοῖνιξ περὶ τῶν πρόσθεν ἡρώων εἰπών, ὡς δωρητοὶ καὶ παραρρητοὶ ἦσαν, καὶ παραθεὶς εὐθὺς τὴν κατὰ τὸν Μελέαγρον ἱστορίαν εἰς λόγου πίστιν, ἀκούσοι ἂν πρός τινων οὐ φαύλων εἰς νοῦν ὡς οὐκ εὐοδοῦται αὐτῷ ἐντεῦθεν ὁ λόγος. Ὁ γὰρ Μελέαγρος οὗτος καὶ δῶρα λαμβάνων καὶ πολλὰ λιτανευόμενος οὐκ ἐπείθετο, ἀλλὰ μᾶλλον ἀναίνετο, θλίβων οὕτω τὰς τοῦ ∆ιὸς Λιτάς. ὥστε οὐ δεικνύει ὁ Φοῖνιξ, ὃ προέθετο. Λύεται δὲ τὸ ἄπορον ἐκ τοῦ ἐναντίου τῷ ἐπιχειρήματι, λέγοντος οἷον τοῦ Φοίνικος, ὡς οἱ μὲν ἄλλοι πάντες δωρητοὶ ἐγένοντο, καθὰ εἶπον, καὶ παραρρητοί, ὁ μέντοι Μελέαγρος μὴ τοιοῦτος ἀποβὰς κακόν τι ἔπαθεν, ὡς δειχθήσεται. (ῃ. 533-99) Ἔστι δὲ ἡ κατὰ τὸν Μελέαγρον ἱστορία τοιαύτη τις κατὰ τὸν ποιητήν. Οἰνεὺς ἀπαρχὰς θύων κατὰ Εὐριπίδην, ὅπερ ὁ ποιητὴς θαλύσια ἐν γουνῷ ἀλωῆς ῥέζειν φησί, τοῖς μὲν ἄλλοις θεοῖς ἔρεξεν, οἳ καὶ ἐδαίνυντο ἑκατόμβας, μόνῃ δ' οὐκ ἔρεξεν Ἀρτέμιδι. «ἢ λάθετο», φησίν, «ἢ οὐκ ἐνόησεν. ἀάσατο δὲ μέγα θυμῷ. ἣ δὲ χολωσαμένη ὦρσε χλούνην σῦν, ὃς κακὰ πολλά» ἐποίει τά τε τοῦ Οἰνέως καὶ τὴν λοιπὴν δέ, ὡς εἰκός, βλάπτων Αἰτωλίαν. τὸν δὲ ὁ τοῦ Οἰνέως ἀπέκτεινε Μελέαγρος, «πολλῶν ἐκ πολίων θηρήτορας ἄνδρας ἀγείρας καὶ κύνας». Ἐν οἷς ἀνδράσιν οὐ μόνον ἦσαν οἱ ὑπὸ τῷ σκήπτρῳ τοῦ Οἰνέως, ἀλλὰ καὶ Κουρῆτες οἱ πλησιόχωροι. «οὐ μὲν γάρ», φησίν, «ἐδάμη παύροισι βροτοῖσιν», ἀλλὰ δηλονότι πολλοῖς. «τόσσος ἔην. πολλοὺς δὲ πυρῆς ἐπέβησ' ἀλεγεινῆς». Καὶ ὁ μὲν σῦς οὕτως ἔκειτο. ἡ δὲ Ἄρτεμις ἀμφ' αὐτῷ ἔθηκε πολὺν κέλαδον, «ἀμφὶ συὸς κεφαλῇ καὶ δέρματι λαχνήεντι, Κουρήτων τε μεσηγὺ καὶ Αἰτωλῶν μεγαθύμων. ὄφρα μὲν οὖν Μελέαγρος ἀρηΐφιλος πολέμιζε, τόφρα δέ», ἤγουν ἕως δὴ τότε, «Κουρήτεσσι», τουτέστι τῷ τῶν Κουρήτων στρατῷ,