ἀληθῶς Θεὸν καὶ αὐτῷ τὸ σέβας ἀνάψει πᾶς σοφὸς, αὐτῷ προσοίσει καὶ τὰς ἱκετείας, παρ' αὐτοῦ ζητήσει τὸ σώζεσθαι, καὶ αὐτὸν ὁμολογήσει ∆ημιουργὸν, ∆εσπότην τῶν ὅλων, Σωτῆρα καὶ Λυτρωτὴν, πανσθενῆ, πάναγνον, καὶ τὰς τῶν πραγμάτων μετασκευάζοντα φύσεις, ἐφ' ὅπερ ἂν ἕλοιτο κατὰ καιροὺς καὶ ἰδίοις νεύμασι τόδε τὸ πᾶν διϊθύνοντα.
ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Προσευχὴ Ἀμβακοὺμ τοῦ Προφήτου μετ' ὠδῆς.
∆ιαπεράνας εὖ μάλα τὸν ἐπὶ τῇ Βαβυλῶνι λόγον, καὶ ὅτι πικρὰς ἀποτιοῦσι
δίκας οἱ καταδῃώσαντες μὲν τὴν ἁγίαν πόλιν, ἀποκομίσαντες δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον διαρκέ- στατα προαναπεφωνηκὼς, εὐαφόρμως ἔρχεται πρὸς τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ὡς ἐκ λυτρώσεως τῆς γεγενημένης ἐφ' ἑνὸς ἔθνους καὶ μερικῶς, παρακομίζει τὸν λόγον εἰς τὴν κατὰ πάντων καὶ γενικωτάτην, ὑφ' ἧς σέσωσται μὲν τὸ κατάλειμμα τοῦ Ἰσραὴλ, σέσωσται δὲ οὐδὲν ἧττον ἡ σύμ- πασα γῆ. Κῦρος μὲν γὰρ ὁ Καμβύσου τῆς αἰχμαλωσίας ἀνῆκε τὸν Ἰσραὴλ, τὴν ἀλαζόνα καὶ θεομισῆ βασιλείαν καθελὼν, φημὶ δὲ δὴ τὴν Χαλδαίων. ἐξεικονισμὸς δὲ ἄρα καὶ ὑποτύπωσις τὸ δρώμενον ἦν τῶν διὰ Χριστοῦ κατωρ- θωμένων· ὃς πᾶσαν τὴν ἀνθρωπότητα δορίληπτον ὥσπερ εὑρὼν, καὶ ὑπὸ χεῖρα κάμνουσαν τὴν τυραννικήν· βεβασί- λευκε γὰρ ὥσπερ ἡμῶν διὰ τῆς ἁμαρτίας ὁ σατανᾶς· ἀπ- 2.118 έφηνε μὲν ἐλευθέρους δεσμῶν τε καὶ πόνων, καὶ αὐτῆς δὲ τῆς ἐκτόπου δουλείας ἀνεὶς, ἀνεκόμισεν ὥσπερ εἰς τὴν ἁγίαν πόλιν, τὴν ἐπουράνιον Ἱερουσαλήμ. γεγόναμεν γὰρ, κατὰ τὸ γεγραμμένον, "συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ "Θεοῦ" καὶ πατρίδα λοιπὸν ἐπεγραψάμεθα τὸν οὐρανόν. κατατεθηπὼς δὴ οὖν ὁ Προφήτης τοῦ μυστηρίου τὴν δύνα- μιν, καὶ τὴν ἄφραστόν τε καὶ θεοπρεπῆ τῆς μετὰ σαρκὸς ἐπιδημίας τοῦ Μονογενοῦς οἰκονομίαν ὑπεραγάμενος, ποιεῖται τὴν προσευχὴν, ὡς ἐν ᾠδῆς τρόπῳ, κατ' ἐκεῖνό που πάντως τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Ἡ γλῶσσά μου μελετήσει τὴν "δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου." 9Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.9 Νοοῖτο δ' ἂν ὁ λόγος καὶ πρὸς αὐτὸν, εἴπερ ἕλοιτό τις, γεγονὼς τὸν τῶν ὅλων Πατέρα καὶ Θεὸν, ὡς ἀποκαλύπτοντα τὸν Υἱὸν, ἀκοήν τε τὴν περὶ αὐτοῦ διατρανοῦντα διὰ τοῦ Πνεύματος· ἢ καὶ πρὸς αὐτὸν εἰκότως τὸν ἐνανθρωπήσαντα Λόγον. καὶ εἰ μέν τις λέγοι πρὸς τὸν Πατέρα γενέσθαι τυχὸν, τοιόνδε τι συνήσομεν Ὦ τῶν ὅλων ∆έσποτα, φησὶ, τὴν δοθεῖσαν ἀποκάλυψιν, ἤγουν ἀκοὴν τὴν περὶ τοῦ σοῦ γεννήματος κατατέθηπά τοι· φρικτὰ γάρ ἐστι, καὶ πέρα λόγου τὰ διηγήματα, καὶ τῆς οἰκονομίας ὁ τρόπος παντὸς ἂν εἴη λοιπὸν ἐπέκεινα νοῦ· εἰ δὲ δὴ λεπτὸν ἐνιεὶς τῆς καρδίας τὸν ὀφθαλμὸν τὴν τῶν σῶν ἔργων καταθρήσαιμι δύναμιν, ἔκ- στασις ἔσται τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. βλέποντος δὲ τοῦ λόγου πρὸς τὸν Υἱὸν, οὐδὲν ἧττον προσβαλοῦμεν κατὰ τοιόνδε τινὰ τρόπον Ὦ Κύριε καὶ κατάρχων τῶν ὅλων, 2.119 κἂν εἰ καὶ γένονας σὰρξ, τὴν περὶ σοῦ δεξάμενος ἀκοὴν, ἤγουν ἄκουσμά τε καὶ ἀποκάλυψιν, εἰς δέος ἐμπέπτωκα. καταπέπληγμαι δὲ, καὶ σφόδρα εἰκότως, τὴν τοῦ πράγμα- τος ὑπερβολήν. μανθάνω γὰρ, ὅτι ἐν μορφῇ καὶ ἰσότητι τῇ κατὰ πᾶν ὁτιοῦν ὑπάρχων τῷ γεγεννηκότι, σαυτὸν μὲν καθήσεις εἰς ἑκούσιον κένωσιν, γενήσῃ δὲ καθ' ἡμᾶς ἄνθρω- πος ἐκ γυναικὸς, καὶ τὴν τῆς δουλείας ἀνατλήσῃ μορφὴν, καὶ Θεὸν μεθ' ἡμῶν ἐπιγράψῃ τὸν σεαυτοῦ Πατέρα, ὑπήκοος δὲ γενήσῃ, καὶ "μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." εἰσα- κήκοα τοίνυν τὴν ἀκοήν σου καὶ ἐφοβήθην, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. εὐηγγελίσω γὰρ τυφλοῖς ἀνάβλεψιν, ἐκή- ρυξας αἰχμαλώτοις ἄφεσιν, ἰάσω τοὺς συντετριμμένους τὴν