ὀνόματα κομίζουσιν αὐτοῖς Χρυσὸν καὶ Ἄργυρον καὶ Χαλκὸν ὁμωνύμως ὕλῃ ἣν ἕκαστος εὗρε. κατομβρηθέντες δέ, φασίν, ὑπὸ ∆ιὸς ἢ τοξευθέντες ὑπὸ Ἀπόλλωνος ὤλοντο. Ἱστορεῖται δὲ καὶ ἡ Ῥόδος ἀπ' αὐτῶν Τελχινία καλεῖσθαι. Ἡδὲ παροιμία τοὺς φθονεροὺς καὶ ψογεροὺς Τελχῖνας ὡς ἐκ τῶν εἰρημένων καλεῖ. Στησίχορος δέ, φασί, τὰς κῆρας καὶ τὰς σκοτώσεις Τελχῖνας προσηγόρευσε]. Καὶ ταῦτα μὲν οὐ μόνον περὶ Τελχίνων, ἀλλὰ καὶ Κουρήτων Κρητικῶν τε καὶ Αἰτωλικῶν. Ἐν οἷς ἰστέον καὶ ὡς οὐ μόνον Κουρητικῆς, ἀλλὰ πολλῶν ὀρχήσεων οὐσῶν, ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται, καὶ Λακωνική τις ἦν εὐγενὴς ὄρχησις διποδία λεγομένη. καὶ ὅτι, ὥσπερ ἐν τοῖς δρομεῦσιν, οὕτω καὶ ἐν τῇ 2.790 ὀρχήστρᾳ γραμμαί τινες ἐγίνοντο, ἵν' ὁ χορὸς ἵστηται κατὰ στίχον. καὶ οὕτω μὲν ταῦτα. (ῃ. 529) Αἰτωλοὺς δὲ τοὺς Καλυδωνίους Ὅμηρος λέγει τῷ ἐθνικῷ ὀνόματι ἐπὶ πολιτῶν χρησάμενος, καὶ τὸ μέρος ἐκ τοῦ ὅλου ὀνομάσας. ἄλλως γὰρ Αἰτωλοὶ καὶ οἱ Κουρῆτες, ὡς εἴρηται. Πλευρώνιοι γάρ. Ἰστέον δὲ ὡς ὁ ἐξ Αἰτωλίας οὐ μόνον Αἰτωλὸς ἀλλὰ καὶ Αἰτώλιος λέγεται, ὡς ἀλλαχοῦ φαίνεται. Μενεχάρμαι δὲ οὐ Κουρῆτες μόνοι, οὐδὲ μὴν μόνοι Αἰτωλοί, ἀλλ' ἀμφοῖν κοινὸν τὸ ἐπίθετον. Ἰστέον δὲ ὡς προϋποκειμένων χάρμης καὶ πτολέμου καὶ δηΐδος γίνεται ἀπ' αὐτῶν ὁ μενεχάρμης, ὁ μενεπτόλεμος, ὁ μενεδήϊος, οἱ αὐτοὶ ὄντες τῷ σταδαίῳ μαχητῇ, ᾧ ἐναντίος ὁ φύξηλις, ὃν καὶ τρεσᾶν εἴποι ἄν τις κωμικευόμενος. Ὁ δὲ μενεχάρμης εὑρίσκεται καὶ μενέχαρμος κατὰ τὸ πύλη εὐρύπυλος καὶ εὐρυπυλής, οὗ τὴν ὀξυτόνησιν δηλοῖ τὸ «εὐρυπυλὲς δῶ». (ῃ. 530) Τὸ δὲ «καὶ ἀλλήλους» οἱ, ὡς ἐρρέθη, μαχόμενοι «ἐνάριζον», πρὸς διαστολὴν ἴσως ἑτεροίας μάχης κεῖται, ὁποῖόν τι καὶ τὸ λογομαχεῖν καὶ τὸ λίθοις ἐμάχοντο, μάλιστα δὲ πρὸς διαφορὰν τῶν ἠρέμα ἔτι μαχομένων, ὡς μὴ ἐνεργεῖν κατ' ἀλλήλων, ἢ καὶ τῶν ἤδη νενικηκότων, ὅτε θατέρου μέρους ὑπερσχόντος, οὐκέτι ἔστιν ἀλλήλους ἐναρίζειν. (ῃ. 530) Καλυδὼν δὲ ἀπὸ Καλυδῶνός φασιν, υἱοῦ Ἐνδυμίωνος ἢ παιδὸς Αἰτωλοῦ, ἐξ οὗ ἡ Αἰτωλία. (ῃ. 531) Ἐρατεινὴν δὲ καὶ ἐν συγκοπῇ ἐραννὴν τὴν τοιαύτην Καλυδῶνα λέγει, ὥς που καὶ τὴν Λακεδαίμονα, διὰ τό, ὡς εἰκός, εὔχαρι τῆς χώρας καὶ ἐπέραστον. 2.791 (ῃ. 532) Τὸ δὲ «διαπραθέειν Ἄρηϊ» πρὸς διαφορὰν εἴρηται πορθήσεως ἑτεροίας, τῆς διὰ δόλου δηλαδή. (ῃ. 533) Χρυσόθρονος δὲ Ἄρτεμις, ὡς ἐάν τις εἴποι λαμπρόθρονος. ἡ αὐτὴ γάρ ἐστι τῇ σελήνῃ. οὕτω δέ που καὶ Ἥρη χρυσόθρονος, ὁ προσκυρῶν τῷ αἰθέρι ἀήρ. (ῃ. 534) Θαλύσια δὲ αἱ ἀπαρχαί, ὡς πρὸ ὀλίγων εἴρηται, ἤγουν αἱ μετὰ συλλογὴν τῶν καρπῶν διδόμεναι θεῷ ὑπὲρ τοῦ καὶ εἰς ἔπειτα θάλλειν τὰς ἀρούρας. Τινὲς δὲ τῶν ῥητόρων καὶ συγκομιστήρια ταῦτα καλοῦσιν. ἅπαξ δ' ἐνταῦθα κεῖται παρ' Ὁμήρῳ ἡ λέξις. Γίνεται δὲ ἀπὸ τοῦ θάλλω θαλύω θαλύσω, ἐξ οὗ καὶ Θαλύσιος κύριον ὄνομα, ὡς δηλοῖ τὸ «Θαλυσιάδην Ἐχέπωλον». [Ἔτι δὲ καὶ θαλύσιος ἄρτος ὁ ἐκ τῆς τῶν καρπῶν, φασί, συγκομιδῆς πρῶτος γινόμενος]. Ἰστέον δὲ ὅτι ἐπὶ συγκομιδῇ καρπῶν, ἐφ' ᾗ καὶ τὰ θαλύσια ἐθύετο, ἑορτὴ ἤγετο ∆ήμητρος καὶ ∆ιονύσου κατὰ Παυσανίαν, ἁλῴα καλουμένη διὰ τὸ ταῖς ἀπαρχαῖς, καὶ μάλιστα ἐν Ἀθήναις, ἀπὸ τῆς ἅλω τότε καταχρᾶσθαι φέροντας εἰς Ἐλευσῖνα, ἢ ἐπεί, καθὰ καὶ Ὅμηρος ἐμφαίνει, ἐν ἅλωσιν ἔπαιζον κατὰ τὴν ἑορτήν, ἐν ᾗ καὶ Ποσειδῶνος ἦν πομπή. Ἀπὸ τοῦ συναλίζεσθαι δὲ εἴρηται ἡ εἰρημένη ἁλώα, ὅθεν καὶ ἅλως. Γουνὸς δὲ ἀλωῆς ὁ γονός, ὅ ἐστι γόνιμος τόπος, καθὰ δηλοῖ καὶ ἡ Ὀδύσσεια. Ἀλωὴ δὲ οὐ μόνον ἡ σιτοφόρος καὶ ἀμπελόφυτος, ὡς δηλοῖ καὶ τὸ «ἔθων Οἰνῆος ἀλωήν». -Τί γὰρ μέγα, εἰ τοιαύτας ἔβλαπτεν ἀλωὰς ὁ σῦς; -ἀλλά που 2.792 καὶ ἡ δενδροφόρος. (ῃ. 541) ∆ιό φησι «πολλὰ δὲ δένδρεα ἔβαλε χαμαί». Ἔνθα καὶ ὅρα τὸ δένδρεα, ἢ ἀπὸ εὐθείας τῆς τὸ δένδρος, ἐξ οὗ καὶ τὸ δένδρεσιν, ἢ ἀπὸ τοῦ τὸ δένδρεον, ἐξ οὗ τὸ «δενδρέῳ ἐφεζόμενοι». (ῃ. 535) Ὁ δὲ Οἰνεὺς ἔοικε τοὔνομα σχεῖν παρὰ τὸ κατ' αὐτὸν ἐρύθημα ὡς ἐξ ἀντιστροφῆς τοῦ «οἶνος ἐρυθρός». Εἰ γὰρ εὐστόχως τοῦτο ἔχον ἐστίν, εἴη ἂν καὶ ὁ ἐνερευθὴς ἀνὴρ καί, ὡς εἰπεῖν, ἐρυθρός, οἰνωπός. ὁποῖός τις ἴσως καὶ ὁ τῆς ἱστορίας Οἰνοπίων, ὄψιν δοκῶν ἔχειν οἴνου, εἰ μὴ