Ἰστέον δὲ καὶ ὅτι οὕτω πολὺς περὶ τοῦ Καλυδωνίου τούτου συὸς λόγος παρὰ τοῖς παλαιοῖς, ὡς καὶ γένος αὐτοῦ φυλοκρινεῖν καὶ κατάγειν αὐτὸν Κρομυωνίας συὸς καὶ πατρίδα τὴν Οἴτην αὐτῷ ἐπιγράφειν καὶ χρῶμα διαγράφειν. λευκὴν γὰρ αὐτῷ τὴν χρόαν ἱστόρησαν. Ὡς δὲ καὶ ἄλλοι σύες πράγματά τισι παρέσχον, δηλοῖ καὶ ὁ Ἐρυμάνθιος κάπρος καὶ τὸ παρὰ Ἡροδότῳ συὸς μέγα χρῆμα, κατ' ἐκεῖνον εἰπεῖν, ἐν τῷ Μυσίῳ Ὀλύμπῳ. Τὸ δὲ σῦν ἄγριον καὶ σῦς ἄγριος συντιθέντες οἱ μεθ' Ὅμηρον σύαγρόν φασιν. [Ἰστέον δὲ ὡς οὐ μόνον ἀγρίους αἱ ἱστορίαι σύας μεγάλους φυλοκρινοῦσιν, ὧν εἰσι καὶ ἡ Κρομυωνία σῦς καὶ ὁ Καλυδώνιος κάπρος καὶ ὁ Ἐρυμάνθιος καὶ ὁ Ὀλυμπηνός, ἀλλὰ καὶ ἡμέρους οὔτε βλάπτοντας καὶ πολλοῦ δὲ τιμωμένους. Πτολεμαῖος γοῦν, φασίν, ὁ Αἰγύπτιος βασιλεὺς γράφει, ὡς εἰς Ἄσσον ἐπιδημήσαντί μοι παρέστησαν οἱ Ἄσσιοι χοῖρον ἔχοντα τὸ μὲν ὕψος δύο ἡμίσεων πήχεων, ὅλον ἄρτιον, φησί, πρὸς τὸ μῆκος, τῇ χροιᾷ χιόνινον. Καὶ λέγεται ὁ βασιλεὺς Εὐμενὴς τὰ τοιαῦτα ἐπιμελῶς ἐκ τῆς Ἄσσου ὠνεῖσθαι, διδοὺς τοῦ ἑνὸς δραχμὰς τετρακισχιλίας. Ἡ δὲ τοῦ ∆ιὸς ὗς ἀλλοίως ἔχει παρὰ τὰ τῶν ἱστοριῶν τούτων καὶ τῶν τοιούτων. Τερατεύεται γὰρ εἰς ὅμοιόν τι πρὸς τὴν αἶγα τὴν θρεψαμένην τὸν ∆ία, ὡς δηλοῖ ὁ γράψας, ὅτι ∆ιὸς ἐν Κρήτῃ τεκνουμένου θηλὴν αὐτῷ ὑπέσχεν ὗς καὶ τῷ σφετέρῳ γρυσμῷ περιοιχνεῦσα τὸν κνυζηθμὸν τοῦ βρέφεος ἀνεπάϊστον, ἤγουν ἄγνωστον, τοῖς παριοῦσιν ἐτίθει. Ἐν τούτοις δὲ ὅρα ὅτι τε παρώνυμόν 2.796 ἐστι τοῦ γρύζειν ὁ γρυσμὸς ἐπὶ τελείου συός, ὡς τοῦ γρυλλίζειν ὁ γρυλλισμός, καὶ ὅτι κνυζηθμὸς οὐ μόνον ἐπὶ κυνός, ὡς ἐν Ὀδυσσείᾳ, ἀλλ' ἰδοὺ καὶ βρέφους κλαίοντος. καὶ ὅτι, καθὰ Κουρῆτες τὸν ∆ία λέγονται κλαίοντα κρύπτειν ἁρμάτων ἤχοις ὡς μὴ ἐξακούεσθαι, οὕτω καὶ σῦς γρύζουσα τραχύ, οὐ μήν, ὡς ἡ Ὀδύσσεια φράζει, κλάζουσα. Ἑτεροῖον γάρ τι τοῦ γρύζειν ἐκεῖνο τὸ κλάζειν]. Ὁ δὲ ἀργιόδους οὐκ ἂν εἴη μακρὰν τῆς ἐννοίας, καθ' ἣν ὁ πόδας ἀργός, ἤτοι λευκός, εἴρηται. ∆όξειε δ' ἂν ἐπίτηδες διά τι κάλλος παρατεθεῖσθαι τῷ ἀγρίῳ ὁ ἀργιόδους. Ὡς γὰρ ὁ μῦθος ἔχει καὶ ὁ θυμὸς κατὰ ἀναγραμματισμόν, οὕτω πως καὶ ὁ ἄγριος καὶ ὁ ἀργιόδους. [∆ιὸ καὶ φυσικῶς ἐγκεῖσθαι δόξει τὸ ˉι τῷ ἀργιόδοντι ὡς ἀπὸ τοῦ ἄγριος. Ἄλλως μέντοι κοινότερον ὡς ἐκ τοῦ δρόμος δρομιχαίτης ἵππος τροπῇ τοῦ ˉο εἰς ˉι, οὕτω καὶ σῦς ἀργιόδους ὁ τοὺς ὀδόντας λευκός]. (ῃ. 540) Τὸ δὲ «κακὰ πολλὰ ἕρδεσκεν» ὑποκαταβὰς εὐθὺς ἑρμηνεύσει ὁ ποιητής. Τὸ δὲ ἕρδειν ὡς ἀπὸ τοῦ ῥέζειν γίνεται, ὅ ἐστι πράττειν, κατὰ μετάθεσιν καὶ τροπὴν συνήθη τοῦ ˉζ εἰς ˉδ, δῆλόν ἐστιν. Ἔνθα ὅρα καὶ ὡς, εἰ μὴ τὸ πράττειν παρὰ τοῖς ὕστερον ἀλόγοις ἐπιλαλεῖται, ἀλλ' οὖν τὸ ἕρδειν ἐπὶ ἀλόγων κεῖται παρὰ τῷ ποιητῇ. Τὸ δὲ «ἔθων Οἰνῆος ἀλωήν» ἀντὶ τοῦ ἐξ ἔθους βλάπτων τὰ περὶ Καλυδῶνα. διὸ καὶ Καλυδώνιος ἐλέγετο. Ἢ 2.797 μᾶλλον καθ' ὑπερβατόν· πολλὰ κακὰ ἐποίει τὴν τοῦ Οἰνέως ἀλωήν, ἔθων, ἤτοι τὰ ἑαυτῷ συνήθη τελῶν, καθὰ καὶ ἀλλαχοῦ ἀπολύτως φησὶ «παῖδες ἐριδμαίνουσιν ἔθοντες», ἤγουν τὰ συνήθη πράττοντες. Ἐκ δὲ τοῦ τοιούτου ἔθω παράγωγον τὸ ἐθείρω καὶ ἡ ἔθειρα καὶ ἐθειράζειν τὸ ἐπιμελεῖσθαι τριχῶν. Ἀπ' αὐτοῦ δὲ καὶ τὸ ἐσθίειν καὶ τὸ ἔσθειν προσλήψει τοῦ ˉσ. Ἡρακλείδης δέ φησιν, ὡς τῶν τινες κριτικῶν, ὅ ἐστιν ἀκριβεστέρων γραμματικῶν, ὧν ἐστι καὶ Τισίας, ὑπερβατὸν ἔλεγον εἶναι τὸ ἔθων, ἵνα ᾖ ἀντὶ τοῦ καταθέων, κατατρέχων, -ῥητορικῶς εἰπεῖν, ὑπερβατὸν λέγοντες ἐκεῖνοι τὴν τῶν στοιχείων μετάθεσιν, δι' ἧς τὸ θέων ἔθων γίνεται, ὃ καὶ σημείωσαι. -Αὐτὸς δὲ ἐκ τοῦ ἔδω φησὶ γενέσθαι κατὰ ∆ωριεῖς τὸ ἔθω, οἳ καὶ τὸν μαδόν, ὡς καὶ ἐν τῇ δʹ ῥαψῳδίᾳ προδεδήλωται, μασθὸν λέγουσι καὶ τὸ ψεῦδος ψύθος. Τὸ δὲ ἔθω πρωτότυπον ὁ αὐτὸς εἶναι λέγει τοῦ ἔσθω τοῦ, ὥς φησιν, ἡμαρτημένου. ἐχρῆν γὰρ ὡς ἔχω ἴσχω, ἔπω ἴσπω καὶ ἐνίσπω, οὕτως εἶναι καὶ ἔθω ἴσθω, Σικελικῶς, κατὰ τὸ ἕζω ἵζω καὶ καθίζω, περὶ ὧν καὶ αὐτῶν προείρηται. [Χρῆσις δὲ τοῦ ἔθω καὶ παρὰ τῷ εἰπόντι, ὡς πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔθοντες. Ὅπερ ἔθειν, εἰ μὲν ἀπὸ τοῦ ἔδω γίνεται, ἀναλόγως ἔχει τῷ μήδω μήθω, οὐδείς 2.798