βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
αἰσίως καὶ πρεπόν τως. Τότε καὶ ὁ πατριάρχης Θεοφύλακ τος, ἀῤῥωστήσας καὶ ὑπ' αὐτῆς κυριευθεὶς, ἐτε λεύτησε, κρατήσας τῆς Ἐκκλησίας ἔτη κδʹ. Χειρο τονεῖται δὲ ἀντ' αὐτοῦ (ὁ ἀνωτέρω εἰρημένος) Πολύευκτος μοναχὸς, τίμιος ἀνὴρ καὶ ἁγιώτατος. ̣6 ̣ Τότε καὶ ἀποστολικῶν ἐσθήτων ἀποκεκρυμμένων ἔν τινι γωνίᾳ τῆς πόλεως δηλωθεισῶν τῷ βα σιλεῖ, μετὰ πάσης τιμῆς καὶ δοξολογίας ἀνελόμενος αὐτὰς τῷ μεγάλῳ τῶν ἀποστόλων ἀπεθησαύρισε ναῷ καὶ τὰ λείψανα τοῦ Θεολόγου Γρηγορίου, ἃ καὶ μερισθέντα, τὰ μὲν ἐν τῷ σηκῷ τῶν Ἁγίων Ἀποστόλων ἐτέθησαν, τὰ δὲ ἐν τῷ ναῷ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. ̣7 ̣ Ὁ τοίνυν βασιλεὺς διὰ τὸ τὸν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν, Βάρδαν τὸν Φωκᾶν λεγό μενον εἰς γῆρας ἐλάσαι καὶ ἀδυνάτως πρὸς τοὺς κόπους ἔχειν, τοῦ δομεστίκου ἀποκινεῖ καὶ ἀντ' αὐ τοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν 853 τῶν Ἀνατολικῶν, τὸν υἱὸν αὐ τοῦ. Ὡσαύτως καὶ πατρίκιον Λέοντα, τὸν τού του αὐτάδελφον, στρατηγὸν τῶν ∆υτικῶν προχειρί ζεται. Γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τοῦ ναοῦ τοῦ Ἁγίου Θωμᾶ, ὡς καῆναι τὸν ἔμβολον τὸν πρὸς τὴν σιδηρᾶν πόρταν. ̣8 ̣ Ἰστέον δὲ ὅτι τῷ ιδʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου τοῦ Πορφυρογεννήτουδεκαπέντε γὰρ ἐκράτησενἐγεννήθη ὁ βασιλεὺς Βασίλειος ὁ ἔκγονος αὐτοῦ, υἱὸς δὲ Ῥωμανοῦ τοῦ υἱοῦ αὐτοῦ. 110.1196 Τῶν δὲ Τούρκων καταδραμόντων μέχρι τῆς πό λεως ἐν τῇ ἑορτῇ τοῦ Πάσχα καὶ ληϊσαμένων πᾶ σαν τὴν Θρᾴκην καὶ πραῖδαν πολλὴν λαβόντων, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν ἐξκουβίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελλαρίων καὶ τοῦ ὀψικίου καὶ Θρᾳκησίου κατὰ πόδας αὐτῶν ἐξαπέστειλεν, οἳ καὶ νυκτὸς ἐπιπεσόντες κατέσφαξαν αὐτοὺς, λαβόντες καὶ τὴν πραῖδαν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν. ̣9 ̣ Φασὶ δὲ, ὅτι εἰς τὴν γέννησιν τοῦ Πορφυρο γεννήτου λαμπρὸς ἀστὴρ ἐφάνη ἐπὶ ἡμέρας μʹ, καὶ πάλιν ἐπὶ τῇ κοιμήσει καὶ ἐξόδῳ αὐτοῦ ἀστέρα φανῆναι ἀμαυρὸν ἔχοντα φῶς. Τελευτᾷ οὖν 854 νοσήσας, πεποιηκὼς βασιλέα τὸν υἱὸν αὐτοῦ Ῥωμανὸν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων μετὰ Λέοντος βασιλέως, τοῦ πατρὸς αὐτοῦ. Ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευ κὸς τὴν χροιὰν, εὐόφθαλμος, χαροποὺς ἔχων (τοὺς) ὀφθαλμοὺς, γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσω πος, μακροτράχηλος, εὐρὺς τοὺς ὤμους, φιλοτράπεζος, φίλοινος, ἡδὺς τοῖς λόγοις. Ἔζησε δὲ χρόνους νεʹ καὶ ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιεʹ, ἰνδικτιῶνος ʹ, ἔτους, υνʹ, καταλείψας αὐτοκρά τορα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ μεθ' Ἑλένης τῆς μητρὸς αὐτοῦ.
Ι∆ʹ Βασιλεία Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου. Κόσμου ἔτος #22υνʹ, θείας σαρκώσεως ἔτει νʹ Ῥωμαίων βασιλεὺς Ῥωμανὸς ἔτη γʹ, μῆνας γʹ, ἡμέρας εʹ. Ἦν δὲ τὴν ἡλικίαν νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, χα ροπὸς, γλυκὺς τοῖς ῥήμασι, ὄρθιος ὡς κυπά ρισσος, εὐρὺς τοὺς ὤμους, ἥσυχος καὶ προσηνής. Καταλειφθεὶς δὲ αὐτοκράτωρ παρὰ τοῦ πατρὸς αὐτοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, ἐτῶν ὢν καʹ σὺν Βασιλείῳ τῷ υἱῷ αὐτοῦ ἐνιαυσιαίῳ ὄντι καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ τῇ συνεύνῳ αὐτοῦ Θεοφανῷ, καὶ παρευθὺ 855 τοὺς ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ ἐν ἀξιώμασι μεγίστοις ὑπερ ανεβίβασε καὶ δώροις καταπλουτίσας τοῦ παλα 110.1197 τίου κατήγαγεν· ἐξελέξατο δὲ καὶ προέκρινε παραδυ ναστεύοντας καὶ πρώτους τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον καὶ δρουγγάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον ἐποίησεν· τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην τὸν Χοινὸν πατρί κιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο, τὸν δὲ πρωτοσπαθάριον Σισίνιον, τὸν ἀπὸ σακελλίου, ἔπαρχον πόλεως ἐχειροτόνησε καὶ μετὰ βραχὺ πα τρίκιον καὶ γενικὸν λογοθέτην. Τὰς δὲ ἀδελφὰς αὐτοῦ, Ζωὴν καὶ Θεοδώραν, Ἀγάθην καὶ Θεοφανῶ καὶ Ἄνναν, ἀπὸ τῶν βασιλικῶν κατήγαγε δόμων καὶ εἰς τὸν βασιλικὸν οἶκον, τὸν λεγόμενον Κανι κλείου, ἐν ᾧ καὶ Σοφία Αὐγούστα ἡ τοῦ Χριστοφόρου βασιλέως γαμετὴ ἦν ἀποκεκαρμένη, ἐπήγαγεν