βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἐποίησαν αἰχμαλωσίαν καὶ αἱματεκχυσίαν πολλὴν, καὶ ἠφάνισαν πόλιν λαμ πρὰν καὶ περίδοξον ̣6 ̣ Καὶ πάλιν ὁ Φωκᾶς ἔσεισε τὴν μάχαιραν αὐτοῦ, καὶ ἐθυμώθη θυμὸν καὶ ζῆλον δίκαιον, καὶ ἔλαβε στρατηγοὺς καὶ φοσάτα καὶ δύναμιν ἰσχυρὰν, καὶ ἐκί νησε κατὰ τῶν Τούρκων καὶ συνεπλάκη μετ' αὐτῶν καὶ ἔδωκε πολέμους μεγάλους, καὶ ἔτρεψε καὶ κατέ κοψε μυριάδας πολλὰς καὶ ἠγλάτωσε τὴν Ἀντιόχειαν ἀπὸ τὰς βαρβαρικὰς χεῖρας, καὶ κατέστησεν αὐτὴν καλὴν καὶ ὡραίαν, καθὼς ἦτον καὶ πρότερον. ̣7 ̣ Ὡς ἦτον δὲ ὁ Φωκᾶς εἰς τὸν πόλεμον, ἐτελεύ τησεν ὁ Ῥωμανὸς, καὶ ἀφῆκε τὴν βασιλείαν εἰς τὴν γυναῖκα αὐτοῦ Θεοφανὼ καὶ εἰς τὰ παιδία αὐτοῦ. Αʹ. Βασιλεία Θεοφανὼ μετὰ τῶν υἱῶν αὐτῆς. Τῷ #22υξγʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρ κώσεως ξγʹ ἐβασίλευσε Θεοφανὼ ἡ γυνὴ Ῥωμανοῦ μετὰ τῶν υἱῶν αὐτῆς ἔτη νʹ. 110.1204 ̣2̣ Μαθὼν δὲ ὁ Φωκᾶς τὸν θάνατον τοῦ βασιλέως Ῥωμανοῦ, ἔδραμεν εἰς τὴν Κ. Π., καὶ ὤμοσεν ὅρκους φρικτοὺς τῆς βασιλίσσης, ὅτι ποτὲ τοῦ νὰ μὴν ἐπι βουλευθῇ τὰ παιδία τοῦ Ῥωμανοῦ· καὶ πάλιν ἐγέ νετο στρατηγὸς τῆς Ἀνατολῆς, καὶ ἀπεστάλη μετὰ δυνάμεως εἰς Συρίαν. ̣3 ̣ Ἀλλ' ὁ φθόνος καὶ ἡ βασκανία ἅτινα προ ξενοῦσι τὰ πολλὰ κακὰ, καὶ τρώγουσι τὰς καρδίας τῶν ἀνθρώπων, εἰσῆλθε καὶ ὧδε νὰ συγχύσῃ τὰ πράγματα. Εἷς γὰρ εὐνοῦχος τοῦ παλατίου, ὅστις εἶχε τότε πολλὴν παῤῥησίαν, καὶ μετέστρεφε τὰς βασιλικὰς ὑποθέσεις ὡς ἤθελεν, ἐφθόνησε κατὰ τοῦ στρατηλάτου Φωκᾶ, καὶ οὐκ ἔφερε νὰ βλέπῃ ἑτέρου καλὸν καὶ εὐτυχίαν· καὶ ἀπέστειλεν εἰς Ἰωάννην τὸν Τζιμισχῆν γραφὰς κρυφὰς ὅτι νὰ φονεύσῃ τὸν Φωκᾶν ἢ νὰ τὸν φαρμακώσῃ, καὶ νὰ φθάσῃ εἰς τὴν πόλιν νὰ γένηται βασιλεὺς καὶ αὐτοκράτωρ Ῥω μαίων. ̣4 ̣ Ἦτον δὲ ὁ Τζιμισχῆς ἄνθρωπος ὡραῖος, ξανθὸς, εὔμορφος, 860 πολεμιστὴς, ἐπιδέξιος, ἀνδρειωμένος, εὔτολμος, βουλευτὴς, ἀγαθὸς, μεγα λόψυχος, σώφρων, ἥμερος, πραότατος, ἄκακος, γλυκὺς, ἀμνησίκακος, ἀγαθότροπος, εἰπεῖν ὅτι ἦτον ὡς παράδεισος μετὰ μεγάλων χαρίτων, ὅπερ ἐφύ τευσεν ὁ Θεός· καὶ εἶχε πᾶσαν καλὴν ἀρετὴν ἐπ' αὐτόν· τοιοῦτος ἦτον ὁ Τζιμισχῆς ἀγαθογνώμων καὶ χαριέστατος· καὶ ἦτον τότε σύντροφος τοῦ Φωκᾶ καὶ ὑποστράτηγος· ἦτον δὲ καὶ συγγενὴς αὐτοῦ. ̣5 ̣ Καὶ ὡς ἔφθασαν αἱ γραφαὶ τοῦ εὐνούχου εἰς τὰς χεῖρας αὐτοῦ τοῦ Τζιμισχῆ, ἄνοιξε καὶ ἀνέγνω σεν αὐτὰς, καὶ ἦτον ἄνθρωπος μισῶν πᾶσαν κακίαν καὶ πονηρίαν· ἔδωκε ταύτας τὰς γραφὰς εἰς χεῖρας τοῦ Φωκᾶ εἰπών· "Ὦ ἀτιμία μεγάλη καὶ ἀτυχία τῶν Ῥωμαίων· ὅταν ἔχουσι τὴν βασιλείαν τῶν Ῥωμαίων καὶ ἀνακατωνοῦσιν αὐτὴν εὐνοῦχοι πονη ρότατοι καὶ κακίας ἐργάται." ̣6̣ Ἤκουσε ταῦτα ὁ στρατηγὸς, καὶ ἐθυμώθη, καὶ ἔπνευσε πῦρ καὶ ὀργήν· καὶ ὥσπερ λέων ὅταν ὑπνώτει καὶ ἐξυπνήσει καὶ βρυχηθῇ, οὕτως ἤνοιξεν ἐκεῖνος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐβρυχήθη, καὶ περιέδραμε φόβος καὶ δειλία εἰς πάντας· καὶ ἀνε φημίσθη βασιλεὺς, καὶ ἔφθασεν εἰς τὴν Κωνσταν τινούπολιν, καὶ χωρὶς βίας τινὸς ἢ ἀνάγκης εἰσῆλ θεν ἔσω εὐκόλως· καὶ πάντες οἱ ἄρχοντες καὶ ὁ λαὸς ὅλος καὶ ἡ βασίλισσα καὶ ὁ πατριάρχης ἐδέξαντο αὐτὸν μετὰ χαρᾶς μεγάλης, καὶ ἔστεψαν αὐτὸν ἀπὸ κοινῆς βασιλέα Ῥωμαίων.
Βʹ Βασιλεία Νικηφόρου Φωκᾶ. Τῷ #22υοαʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώ σεως οαʹ, ἐβασίλευσε Νικηφόρος ὁ Φωκᾶς. ̣2 ̣ Βασιλεύσαντος δὲ τούτου, ἔβλεπον αὐτὸν 110.1205 πάντες καὶ εὐφραίνοντο· ὅτι ἦτον στρατηγικώτατος καὶ τολμηρὸς ἄνθρωπος καὶ δυνατὸς καὶ ἀταπεί νωτος εἰς κόπους καὶ πόνους καὶ εἰς τοὺς πολέμους ὥσπερ ἀκμόνην. 861 ̣3 ̣ Ἡρμώθη δὲ μετὰ Θεοφανῶ τῆς βασι λίσσης· καὶ ἔδειξεν εἰς τὰ παιδία τοῦ Ῥωμανοῦ πατρικὴν στοργὴν καὶ ἀγάπην. ̣4 ̣ Ὡς γοῦν