τὸν Κύριον "ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι." προσθεὶς δὲ δὴ τούτοις ὄρη καὶ βουνοὺς, ξύλα τε καρποφόρα καὶ πάσας κέδρους, θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτὰ, προσεπάγει πάλιν "Ἄρχοντες καὶ πάντες κριταὶ γῆς, "νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων αἰ- "νεσάτωσαν τὸ ὄνομα Κυρίου." ἔφη δέ που καὶ ὁ μέγας ἡμῖν Ἡσαΐας περὶ αὐτοῦ "Βασιλεῖς ὄψονται αὐτὸν καὶ "φοβηθήσονται· ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ." Ἀποδίδωσι δὲ ὥσπερ τὴν αἰτίαν, τοῦ τὴν ἄβυσσον καὶ μέντοι καὶ τὸ ὕψος τῆς φαντασίας αὐτῆς δοῦναι τὴν φωνὴν, ἐπάγων εὐθύς Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. ὥσπερ δὲ τὴν ἄβυσσον νενοήκαμεν, οὐ κατά γε τὸν ἐν αἰσθήσει λόγον· παχὺς γὰρ λίαν· πνευματικῶς δὲ μᾶλλον καὶ νοητῶς, οὕτω καὶ νῦν οὐχὶ τοῖς στοιχείοις, ἡλίῳ τε φημὶ καὶ σελήνῃ, τὸν τῆς διανοίας ἐνήσομεν ὀφθαλμόν· ἀλλ' ἐξ ὁμοιότητος τῆς ἀπ' αὐτῶν ἐπὶ τὰ ἀμείνω διάττοντες, τὴν τῶν νοημάτων δύναμιν κατοψόμεθα. οὐκοῦν ἥλιον μὲν γοῦν φαμεν τὴν φωτοειδῆ τε καὶ ἔκλαμπρον τῶν εὐαγγελι- κῶν θεσπισμάτων μυσταγωγίαν, σελήνην δὲ αὖ τὸ μεῖόν τε 2.150 καὶ ἀμυδρότερον τοῦ νόμου φῶς, φαίνοντος, ὡς ἐν νυκτὶ καὶ σκότει, τῷ πρὸ τῆς ἐπιδημίας καιρῷ. κέκληται γὰρ ἡμέρα καθ' ἣν ἀνέλαμψεν ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ νοητὸς ἑωσφόρος, ἐν καρδίαις ἀνατέλλων τῶν πε- πιστευκότων. καὶ γοῦν ὁ θεσπέσιος ∆αυείδ "Αὕτη ἡ ἡμέρα, "φησὶν, ἣν ἐποίησεν ὁ Κύριος· ἀγαλλιασόμεθα καὶ εὐ- "φρανθῶμεν ἐν αὐτῇ." ὥσπερ δὲ χθαμαλὸς ὢν ἔτι, καὶ μόλις ἀνίσχων τῆς γῆς ὁ αἰσθητὸς ἥλιος, οὔπω μὲν εὐρὺ καὶ λαμπρὸν, συνεσταλμένον δὲ ὥσπερ ἐν ἑαυτῷ τὸ ἴδιον ἔχει φῶς, ἀναθρώσκων γεμὴν ὑψοῦ, φαιδροτάτην τοῖς ἁπαν- ταχῆ τῆς ἀκτῖνος ποιεῖται τὴν ἐκβολήν· οὕτω καὶ ἡ διὰ Χριστοῦ παίδευσις, τουτέστιν ἡ εὐαγγελικὴ, συνεστέλλετο μὲν ἐν ἀρχαῖς, καὶ ἠγνοεῖτο πολλοῖς· ἡλίου δὲ δίκην μονον- ουχὶ καὶ ἀνίσχουσα, καὶ εἰς ὕψος ἰοῦσα κατὰ βραχὺ, καὶ τὴν τῆς θεογνωσίας αὐγὴν ἀφιεῖσα πανταχῆ καταπλήττει τὴν ἄβυσσον, τουτέστιν ἅπαν ἀνθρώπων γένος· τοιγάρτοι καὶ δέδωκε τὴν φωνήν. δοξολογεῖ γὰρ, ὡς ἔφην, καὶ Θεὸν ὀνομάζει, καὶ τῶν ὅλων Κύριον καὶ λυτρωτὴν ὁμολογεῖ τὸν Ἐμμανουήλ. Ἐπήρθη οὖν ὁ ἥλιος, οὐδὲν δὲ ἧττον καὶ ἡ σελήνη, τουτέστιν ὁ νόμος, ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς. κατόπιν μὲν γὰρ τῆς εὐαγγελικῆς παιδεύσεώς ἐστιν ἡ διὰ Μωυσέως, καὶ αὕτη τάξις αὐτῇ, ὅτι καὶ σκιὰ καὶ τύπος. ἐπειδὴ δὲ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστὸς, ἐξέλαμψε καὶ ὁ νόμος. τοῖς γὰρ πάλαι δι' αὐτοῦ προαπηγγελμένοις τὰ ἐκβεβηκότα συμβάλλοντες, τεθαυμάκαμεν ἤδη καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς 2.151 προανατυποῦντος ἡμῖν ἀστείως κατὰ πολλοὺς τρόπους τὸ Χριστοῦ μυστήριον. ἔστη δὴ οὖν εἰς φῶς. μακαρίζει δὲ καὶ αὐτὸς ὁ Χριστὸς τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικήν τε ἅμα παίδευσιν καὶ εὐαγγελικήν. ἔφη γὰρ οὕτω "∆ιὰ "τοῦτο λέγω ὑμῖν, ὅτι πᾶς γραμματεὺς," τουτέστιν ὁ τὸν νόμον εἰδὼς, "μαθητευθεὶς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, "ὅμοιός ἐστιν ἀνθρώπῳ πλουσίῳ, ὅστις ἐκβάλλει ἐκ τοῦ "θησαυροῦ αὐτοῦ νέα καὶ παλαιά." Παραδεξόμεθα δὲ καὶ ἕτερον ἐπὶ τῷδε νοῦν, οὐκ ἀπί- θανον, ὥς γε μοι φαίνεται· βαίνοντα δὲ μᾶλλον τοῦ εἰκότος ἐγγύς. ἥλιον μὲν γὰρ εἶναί φαμεν, καὶ μάλα ὀρθῶς, τὸν Ἐμμανουήλ. ὠνόμασται γὰρ οὕτω, καὶ ἔστιν ἀληθῶς. σελήνην δὲ λέγεσθαι νομιστέον, ὡς ἐξ ὁμοιότητος τοῦ στοι- χείου, τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, φαίνουσαν τοῖς ἐν σκότει, καὶ ὡς ἐν νυκτὶ διαλάμπουσαν. ὅτε τοίνυν ἐπήρθη ὁ ἥλιος κατὰ τὴν τοῦ Προφήτου φωνήν· ἀναβέβηκε γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστὸς ἐπὶ τὸν τίμιον σταυρόν· τότε καὶ ἀνέλαμψεν ἡ ἐξ ἐθνῶν ἐκκλησία καὶ ἔστη ἐν τῇ τάξει αὐτῆς εἰς φῶς, τουτ- έστι, πλησιφαὴς οἷά τις σελήνη, καὶ τὴν τάξιν τοῦ ἰδίου σώζουσα κύκλου, φῶς γέγονε τοῖς ἐν σκότει, καθάπερ ἔφην ἀρτίως. ὅτι δὲ ὑψουμένου τε καὶ τὸν ὑπὲρ τῆς τῶν πάντων ζωῆς ἀνατλάντος σταυρὸν τοῦ Χριστοῦ, συνέστη λοιπὸν ἡ Ἐκκλησία, διδάξει πάλιν ὁ αὐτός "Ἀμὴν ἀμὴν λέγω ὑμῖν, "ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν ἀποθάνῃ, αὐτὸς μόνος "μένει· ἐὰν δὲ ἀποθάνῃ, καρπὸν