ἐντελέστατα ἔφρασε, τὸν τῶν πολιτῶν φόνον, τὸν τῆς πατρίδος ἀφανισμόν, τὴν τῶν φιλτάτων ἀπαγωγήν. (ῃ. 590) Τὸ δὲ «εὔζωνος» γυναικὸς ἐπίθετον, καθὰ καὶ τὸ βαθύπεπλος καὶ βαθύζωνος καὶ τανύπεπλος [Οἱ μέντοι μεθ' Ὅμηρον καὶ ὁδίτῃ ἀπερίττῳ καὶ οὕτως εὐσταλεῖ τὴν τοιαύτην λέξιν οἰκειοῦσιν, εὔζωνον ὁδοιπόρον λέγοντες τὸν ἀβαρῆ καὶ ἐπέκεινα τοῦ ἐλαφροῦ ἱματισμοῦ ζώνῃ μόνῃ σφιγγόμενον. ∆ιὸ καὶ μονόζωνος ὁ τοιοῦτος ἐρρέθη που, ὡσαύτως δὲ καὶ οἰόζωνος]. (ῃ. 592) Τὸ δὲ «ἁλῴη» ἐκ τοῦ ἁλούς ἁλόντος ἁλοίη γίνεται κατὰ ἔκτασιν συνήθη, 2.814 ὁμοίως τῷ δούς δόντος δοίην δῴην. Πλείων δὲ παρὰ τοῖς ὕστερον ἡ χρῆσις τοῦ ἁλοίη ὥσπερ καὶ τοῦ δοίη. (ῃ. 593) Τὸ δὲ «ἄνδρας μὲν κτείνουσιν» ἐλλειπτικῶς εἴρηται. ἡ γυνὴ γὰρ ἐπειγομένη οὐ λέγει τίνες εἰσὶν οἱ κτείνοντες, ἀλλ' ἀφίησιν αὐτὸ διὰ τοὺς πολεμίους νοεῖσθαι ὡς φανερώτατον. Οὕτω δὲ λείπει καὶ τὸ ὅτι ἢ τὸ ὅπως, ἵνα ᾖ τὸ ὅλον, ὡς κατέλεξεν, ὅτι ἄνδρας μὲν κτείνουσι καὶ τὰ ἑξῆς. Ἴσως δὲ καὶ μεθέλκεται τὸ ἄλλοι εἰς τὸ κτείνουσι κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ἵνα ᾖ· ἄνδρες μὲν κτείνουσιν ἄλλοι καὶ ἑξῆς. Τὸ δὲ «ἀμαθύνει» ἀντὶ τοῦ λεπτύνει ὡς εἰς ἄμαθον καί, ὡς οἱ παλαιοί φασιν, εἰς κόνιν πεδιάσιμον. (ῃ. 598) Ἰστέον δὲ καὶ ὅτι τὸ «οὐκέτι δῶρα τέλεσαν» δηλοῖ μὲν τὸ ἐτελείωσαν, εἰς τέλος ἤγαγον, γέγονε δὲ τοῖς ὕστερον ἀφορμὴ τοῦ εἰς φορολογικὴν λέξιν θεῖναι τὸ τελεῖν, οἷον· ἐτέλεσεν ὁ δεῖνα τόδε τι. (ῃ. 607-10) Ὅτι ἐκ τοῦ τῆς τιμῆς κεφαλαίου, ὡς καὶ πρὸ βραχέων ἐρρέθη, προοιμιαζόμενος Ἀχιλλεὺς πρὸς τὸν διδάσκαλόν φησι «Φοῖνιξ, ἄττα γεραιέ, διοτρεφές, οὔ τί με», ἤγουν οὐδαμῶς μοι, «ταύτης χρεὼ τιμῆς. φρονέω δὲ τετιμῆσθαι ∆ιὸς αἴσῃ, ἥ μ' ἕξει παρὰ νηυσὶ κορωνίσιν, εἰς ὅ κεν ἀϋτμὴ ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ' ὀρώρῃ», τουτέστι περιφραστικῶς· ἕως ἂν ζῶ. Καὶ ὅρα τὸ ἀσφαλὲς τῆς ἐννοίας. Ἐπεὶ γὰρ καὶ ὑπνοῦντι καὶ παρειμένῳ δέ τινι ἀναπνοή ἐστιν ἐν τοῖς στήθεσσι, προσέθηκε τὸ «καί μοι γούνατα ἔρρωται», τουτέστιν· ἕως ζῶν ἔρρωμαι. Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα ἔννοια καθ' ὑπερβατὸν ὀρθοῦται καὶ οὐκ ἄλλως. Λέγει γὰρ Ἀχιλλεύς, ὡς οὔ μοι χρεὼ τιμῆς, ἥ με ἕξει παρὰ νηυσίν, ὅ ἐστι μερικῆς, καιρικῆς, «φρονέω δὲ τετιμῆσθαι ∆ιὸς αἴσῃ, ἕως ἀϋτμὴ ἐν στήθεσσι μένῃ» καὶ ἑξῆς, ἵνα νοῇ, ὡς οὐ τοσοῦτον ἐθέλω νῦν ἐνταῦθα τιμᾶσθαι, ὅσον διὰ παντὸς βίου. Ἴσως δὲ καί, ἄλλως εἰπεῖν, ὑπολοξώσας ὡς οὐκ ἤθελε τὴν ῥηθεῖσαν 2.815 ἔννοιαν ὁ ἥρως, παραλαλεῖ, ὡς ἐν Τροίᾳ διὰ βίου μενεῖ. ∆οκεῖ γὰρ εἰπεῖν ὡς ἡ αἶσα τοῦ ∆ιὸς ἕξει αὐτὸν παρὰ νηυσίν, ἕως ἂν ζῇ. Τῷ δὲ τοιούτῳ λόγῳ οὐ συναναφαίνεταί τις ἐλπὶς νόστου. Καὶ ἔστι καὶ τοῦτο δεξιότητος Ὁμηρικῆς. Οἰκτιζόμενος γὰρ ὁ ποιητής, εἰ καὶ οἴκαδε ἱκέσθαι ὁ καλὸς Ἀχιλλεύς, ὡς εἰκός, ἐλπίζει καὶ γυναῖκα λήψεσθαι, ἣν ἂν ἐθέλοι, καὶ κτήμασι τέρψεσθαι τοῖς πατρόθεν, καὶ εἰπεῖν ἐθέλων, ὡς οὐκ ἔσται ταῦτα, σχίζει τὴν φράσιν εἰς διπλόην ἐννοίας, ὧν ἡ μὲν μία λαλεῖ ὁρθῶς, ὅπερ ἐθέλει ὁ Ἀχιλλεύς, ἡ δὲ ἑτέρα ὑπομαντεύεται προαναφωνητικῶς ἀκροατῇ συνετῷ καὶ οἵῳ διχάζειν ἀμφιβολίας, ὡς τῇ κατὰ Τροίαν παραμονῇ σύμμετρος ἔσται ἡ ζωὴ τῷ Ἀχιλλεῖ. Καί πως ἡ ψυχὴ κατά τι χρησμῳδικὸν τοῦτο λαλεῖ, βακχικῶς ἐνθουσιῶσα εἰς φοίβασμα προρρήσεως, ἧς οὐδέν τι ἐπαΐει ὁ ἥρως. [Τοῦτο δὲ τὸ εἶδος καὶ Σοφοκλῆς μιμησάμενος, ὡς καὶ ἄλλα τῶν Ὁμήρου, ποιεῖ τὸν τύραννον Οἰδίποδα ἐν διαφόροις τόποις ἑαυτοῦ καταλέγοντα, οὔτι ἑκόντα, ἐξ ἀκουσίου δέ τινος ψυχικοῦ κινήματος, καθ' ὃ ἐλάλει μὲν καθ' ἑαυτοῦ σκωπτικὰ πρὸς ἀλήθειαν, οὐκ ἐγίνωσκε δέ. ὃ δὴ ἐσχημάτισται τεχνικῶς]. (ῃ. 607) Τὸ δὲ «ἄττα», κείμενον καὶ ἐν Ὀδυσσείᾳ, γλώττης φασὶ Θετταλῶν οἱ παλαιοί, προσφώνημα ὂν ἔκ τινος νεωτέρου ὡς πρὸς τροφέα, πρωτόθετον, ἄκλιτον, ἀμετάληπτον, ἤγουν μὴ δυνάμενον μεταληφθῆναι εἰς ἐφερμηνευτικὴν ἑτέραν λέξιν. Καὶ ὅρα τὴν τῆς λέξεως ἔμφασιν. Ἐνέφηνε γὰρ ὁ Ἀχιλλεύς, ὅτι οὐχ' ὡς πατρὶ προσέχειν αὐτὸν δεῖ τῷ Φοίνικι, οὐδὲ ὡς ἀδελφῷ, κἂν ἐκεῖνος οἷα ῥήτωρ δεινὸς εἰπεῖν ταῦτα σοφίζηται, ὡς προείρηται, ἀλλ' ὡς θρεψαμένῳ ἀποτίνειν χάριτας. [Ὁ γάρ τινα προσφωνήσας τὸ «τέττα» τρόφιμος ἐκείνου 2.816 ἐστίν, οὐ μὴν