υἱὸς ἢ ἀδελφός. Εἰ δέ τινα ξενίζει τὸ μὴ πάνυ σύνηθες τῆς λέξεως μηδὲ κοινόν, ἐνθυμείσθω μυρίας ὅσας τοιαύτας, ὧν τινας καὶ αἱ Ὁμηρικαὶ Παρεκβολαὶ συνειλήφασιν, ὁποία καὶ ὁ νέννος, λέξις αὕτη συγγενική, δηλοῦσα θεῖον, ἤγουν τὸν τοῦ πατρὸς ἀδελφόν. Ὁ δὲ οὕτω διατεθεὶς εἰς τὸ τέττα, τὸ γνώριμον, τίς ἂν γένοιτο ἀκούσας, ὅτι σάννας ὁ μωρὸς παρὰ Κρατίνῳ, καὶ ὅτι ψάκαλα τὰ ἔμβρυα καὶ τὰ ἄρτι δὲ γεγονότα, ὅθεν καὶ «ψακαλοῦχοι μητέρες» παρὰ Σοφοκλεῖ, καὶ ἄλλα δὲ ἀμύθητα]. (ῃ. 608) Τὸ δὲ «χρεώ» Ἰωνικὴ λέξις, πεζῷ λόγῳ οὐ προσηνής. Ἰστέον δὲ ὅτι τὸ μὲν «οὔ τι με ταύτης χρεὼ τιμῆς, φρονέω δὲ τετιμῆσθαι θεόθεν» ἐρεῖ ἂν ὁ μὴ χρῄζων ἀνθρωπίνης τιμῆς. ὁ δὲ ὑπισχνούμενος ἐπὶ πολὺ ἐμμεῖναι οἷς λέγει, εἴποι ἂν ὡς ποιήσω τόδε τι «ἕως ἂν ἀϋτμὴ ἐν στήθεσσι» καὶ τὸ ἑξῆς. (ῃ. 609) Τὸ δὲ «εἰσόκεν», οὗ χρῆσις ἔν τε τῷ «εἰσόκε σ' ἢ ἄλοχον ποιήσεται» καὶ ἀλλαχοῦ, νοεῖται μὲν ἐπιρρηματικῶς ἀντὶ τοῦ ἕως καὶ ἕως οὗ καὶ ἕως ὅτου, σύγκειται δὲ ἐκ προθέσεως καὶ ὑποτακτικοῦ οὐδετέρου ἄρθρου ἑνικοῦ πτώσεως αἰτιατικῆς καὶ συνδέσμου. Ἔχει δὲ ἔλλειψιν ληφθὲν ἀντὶ τοῦ εἰς ὃ ἂν διάστημα καιροῦ, ἤγουν ἕως ἂν τόδε γένηται. Ἀϋτμή δὲ ἁπλῶς μὲν ἡ πνοή, ἐνταῦθα δὲ τὸ ψυχικὸν πνεῦμα, ἐκ τοῦ ἄω, ἀφ' οὗ καὶ τὸ ἦτορ. Ἔοικε δὲ τὸ ἄω, ἐξ οὗ καὶ ἄημι, τὸ πνέω, ὅθεν τὸ «ἄη νότος», καὶ «ἄνεμοι ὑγρὸν ἀέντες» ἐπενθέσει τοῦ ˉυ Αἰολικῇ γενέσθαι αὔω, καὶ διαλύσει ἀΰω, ἀφ' οὗ ἀϋτμή, ἡ ῥηθεῖσα διὰ τοῦ ˉμ πρὸς διαστολὴν τῆς κατὰ τὴν φωνὴν ἀϋτῆς. Ἡ δὲ ἀϋτμὴ καὶ ἀρσενικῶς ἀϋτμὴν λέγεται ὡς πυθμήν, οἷον «κατὰ κεφαλῆς ἀϋτμένα χεῦεν». Ὥσπερ δὲ ταῦτα ἐκ τοῦ ἀΰω, οὕτω καὶ ἐκ τοῦ ἄω 2.817 ἀτμός καὶ ἀτμίς. Ἐκεῖθεν δὲ παρῆκται καὶ τὸ ἆσθμα καὶ τὸ ἀσθμαίνειν. (ῃ. 610) Φίλα δὲ γούνατα, ὡς καὶ φίλον ἦτορ καὶ φίλα γυῖα. Τὸ δὲ «ὀρώρῃ» τοῦ ὄρωρά ἐστιν ὑποτακτικόν, ὡς τοῦ ὄλωλα τὸ ὀλώλῃ. (ῃ. 612-15) Ὅτι προοιμιασάμενος, ὡς ἐρρέθη, ὁ Ἀχιλλεὺς καὶ πρὸς μὲν τὸ τῆς τιμῆς κεφάλαιον ἀντειπών, εἶτα μὴ ἔχων εὐροεῖν εἰς ἀντίρρησιν, οὐ δικαιολογεῖται μέν, ὀνειδίζει δὲ τὸν διδάσκαλον, ὡς παρὰ τὸ φιλικὸν δίκαιον ποιοῦντα, καί φησι «μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων», ἢ καὶ ἄλλως, «μή μοι σύγχει θυμὸν ἐνὶ στήθεσσιν ἀχεύων, Ἀτρείδῃ ἥρωϊ φέρων χάριν», οἷα δηλαδὴ καὶ ἐκεῖνον φιλῶν. «οὐδέ τί σε χρὴ τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι. καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν, ὅς κέ με κήδει». Κανὼν δὲ ταῦτα φιλίας ἀληθοῦς, εἴγε καὶ Ἡσίοδός φησι «τὸν φιλέοντα φιλεῖν», «τὸν δ' ἐχθρὸν ἐᾶσαι». (ῃ. 616) Εἶτα λέγει «ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς». Καὶ ἔστι τοῦ Ὁμηρικοῦ τούτου παράφρασις ἡ ὕστερον παροιμία τὸ «κοινὰ τὰ τῶν φίλων», ὡς τῆς κοινότητος πυθμενικῶς ἐν ἡμίσει θεωρουμένης τῷ κατὰ δυασμόν, ὃ καὶ Ἡσίοδος ἐπαινεῖ. Ὅρα δὲ καὶ ὅτι τοῖς μὲν ὑπὸ τοῦ Ὀδυσσέως λαληθεῖσικεφαλαίοις πᾶσιν ἀντεῖπεν ὁ Ἀχιλλεύς, ὡς προείρηται, δίχα ἑνὸς τοῦ κατὰ τὴν πατρικὴν παραίνεσιν. τῶν δὲ τοῦ Φοίνικος κεφαλαίων ἀνάπαλιν τοῖς μὲν ἄλλοις οὐκ ἔσχεν ἀντιπεσεῖν, ἑνὶ δὲ τῷ τελευταίῳ τῷ περὶ τῆς τιμῆς, τῶν μέντοι τοῦ Αἴαντος οὐδενὶ κεφαλαίῳ ἀντιπεσεῖται, ὡς δειχθήσεται. (ῃ. 613) Ὅτι δὲ ἀληθῶς συνέχεε τὸν τοῦ Ἀχιλλέως θυμὸν ὁ Φοῖνιξ, δῆλον. οὐ γὰρ ἔτι θυμούμενος κύνεον τὸν βασιλέα, οὐδὲ ἀναιδείην ἐπιειμένον λέγει, ἀλλὰ ἥρωα, εἰπὼν 2.818 «Ἀτρείδῃ ἥρωϊ φέρων χάριν», ἤγουν χαριζόμενος, ὅπερ ἀλλαχοῦ ἦρα φέρειν λέγεται. Ἔτι συγχέεται ἡ ψυχὴ τῷ Ἀχιλλεῖ καὶ οἷς οὐκέτι μακρολογεῖν ἔχει, ἀλλ' ὡς οἷον ἐκχέας ἤδη καὶ αὐτὸς τὸ πᾶν σόφισμα ἐν τοῖς πρὸς τὸν Ὀδυσσέα βραχυλογεῖ ἐνταῦθα, καὶ οὐ μόνον, ἀλλὰ καὶ ὑπόσχεσιν προφέρει χρηστοτέραν, ὡς καὶ προδεδήλωται. (ῃ. 618 ς.) Οὐ γὰρ αὔριον πλευσεῖσθαί φησιν, ὃ φθάσας εἶπεν, ἀλλὰ φράσεσθαι εἴτε μενεῖ εἴτε νοστήσει ἐς τὰ οἰκεῖα. ταῦτα δὲ συγκεχυμένου νοὸς καὶ οὐδὲν ἀκριβὲς εὐκρινοῦντος. ∆ῆλον δὲ ὅτι ἐναντίον ὥσπερ τῇ εἰλικρινείᾳ ἡ ἀμαύρωσις, οὕτω τῇ εὐκρινείᾳ ἡ σύγχυσις, ἐκ μεταφορᾶς λεχθεῖσα τῶν κατὰ χοῦν ἀναμίξεων, αἷς ἀντίκειται τὸ κεκριμένον, ὅ ἐστι διακεχωρισμένον φυσικῶς ἢ τεχνικῶς, [ὡς δῆλον ἔσται μάλιστα, ὅπου φανεῖται παῖς οἰκοδομήσας ἐπὶ